Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Ποιμαντική μέριμνα, το παράδειγμα του Σιλβανού και τα διορατικά χαρίσματα του αγίου

Ο ορισμός του Θεοδώρου ως οικονόμου, η υποδειγματική μετάνοια του πρώην μίμου Σιλβανού και τα προφητικά οράματα του αγίου για την πορεία των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 16

Καὶ ἐρωτηθεὶς παρὰ τῶν ἀδελφῶν τί ἂν εἴη τοῦτο, φησὶ πρὸς αὐτούς· «Γινώσκω ὅτι μετὰ τὴν ἄφιξίν μου ἔσται τοῦτο ἐν τοῖς ἀδελφοῖς, ὥστε μὴ δύνασθαι εὑρεῖν αὐτοὺς τὸν ἰσχύοντα, καθὼς δεῖ, ἀπὸ τῶν πολλῶν θλίψεων τούτους παραμυθήσασθαι καὶ πρὸς τὸ βέλτιον τῶν ἀγαθῶν ἐντολῶν χειραγωγῆσαι.» Τότε καταλαβόμενος Θεόδωρον ἱκανὸν τῷ πνεύματι καὶ δυνάμενον ὠφελῆσαι πολλούς, κατέστησεν οἰκονόμον τῆς μονῆς τῆς ἐν τῇ Ταβεννήσει. Αὐτὸς δὲ κατῴκει ἐν ἑτέρᾳ μονῇ, ἔνθα καὶ οἰκονομία ἦν τῶν ἄλλων μοναστηρίων. Ὁ δὲ Θεόδωρος ἐν οὐδενὶ θέλημα τὸ ἴδιον ἔπραττε, καθότι ἐπύρωσεν αὐτὸν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐστήριξε τὰ ἄνω φρονεῖν. Καὶ προκόπτων συνήθως ὠφέλει τοὺς ἀδελφούς.

58. Ἐγένετο δὲ μιᾶς τῶν ἡμερῶν μετὰ τὴν ἑωθινὴν λειτουργίαν καθεσθέντα τὸν Παχώμιον καλέσαι τὸν πρὸς ταῖς θύραις ἀδελφὸν καὶ εἰπεῖν· «Εἰσίν τινες θέλοντες ἀποτάξασθαι;» Λέγει αὐτῷ· «Εἰσίν· εἷς γέρων, καὶ ἀπὸ μίμων ἄλλος, Σιλβανὸς ὀνόματι.» Καί φησιν ὁ μέγας· «Κάλεσον αὐτοὺς ἐνταῦθα.» Εἰσαχθεὶς δὲ ὁ πρεσβύτης προσέπεσε τοῖς ποσὶ καὶ φωνῇ μεγάλῃ ἐξωμολογεῖτο λέγων· «Δέομαι ὑμῶν· ἑσπέρας ἑνὸς τῶν ἀδελφῶν ἐν τῷ φρέατι καταβάντος, ἐξενίσθην θεασάμενος καὶ κακῶς ἐλογισάμην περὶ σοῦ, λέγων πρὸς ἐμαυτόν· οὗτος ὁ ἄνθρωπος φονεύς ἐστιν, ὅτι τοὺς ἀδελφοὺς ταύτῃ τῇ ὥρᾳ εἰς τὸ φρέαρ κατελθεῖν ἐπείγει.» —Καὶ γὰρ ἦν κελεύσας ἑσπέρας καθαρισθῆναι αὐτό. —«Εἶδον οὖν κατ’ ὄναρ ἑαυτὸν μὲν ἐν μέσῳ τῶν ἀδελφῶν, ἄνδρα δέ τινα ἐν ἐσθῆτι λαμπρᾷ λέγοντα πρὸς αὐτούς·

Λάβετε ὑμεῖς πνεῦμα ὑπακοῆς. Ἐμοὶ δέ φησι· Λάβε πνεῦμα ἀπιστίας. Δέομαι οὖν, εὔξασθε ὑπὲρ ἐμοῦ.» Εὐξάμενος οὖν καὶ ἀξίως κατηχήσας, αὐτόν τε συνηρίθμησε τῇ πνευματικῇ συνοδίᾳ· καὶ τὸν Σιλβανὸν καλέσας λέγει πρὸς αὐτόν· «Βλέπε, ἀδελφέ· κόπος ἐστὶ καὶ χρεία νηφούσης ψυχῆς καὶ σώφρονος λογισμοῦ πρὸς τὸ δυνηθῆναι μετὰ τὴν χάριν τοῦ Θεοῦ ἀντισχεῖν πρὸς τὸν θλίβοντα, τῆς προτέρας μάλιστα συνηθείας ὠθούσης ἐπὶ τὸ χεῖρον.» Καὶ συνταξαμένου αὐτοῦ πάντα ποιεῖν κατὰ τὴν διδαχὴν τοῦ μεγάλου, εἰσεδέξατο αὐτὸν ὁ πατήρ.

59. Οὗτος ἐπὶ πολὺν χρόνον ἀγωνισάμενος αὖθις ἤρξατο καταμελεῖν τῆς ἑαυτοῦ σωτηρίας καὶ ἕλκεσθαι πρὸς σπατάλην καὶ ταῖς εὐτραπελίαις θέλγεσθαι, ἔτι μὴν καὶ τὰ τῆς θυμέλης ἄσεμνα ῥήματα ἀδεῶς μεταξὺ τῶν ἀδελφῶν τραγῳδεῖν. Τοῦτον καλέσας ὁ ἅγιος πατὴρ μετὰ εἰκοσαετῆ τῆς ἀσκήσεως χρόνον ἐκέλευσεν ἐπὶ τῶν ἀδελφῶν ἀποδυθῆναι τὸ σχῆμα τοῦ μοναχοῦ καὶ λαβόντα τὰ κοσμικὰ ἱμάτια ἐκβληθῆναι τῆς μονῆς. Ὁ δὲ πεσὼν πρὸς τοῖς ποσὶ τοῦ ἁγίου γέροντος παρεκάλει λέγων· «Ἔτι τοῦτο συγχώρησόν μοι, πάτερ, καὶ πιστεύω εἰς τὸν σῴζοντα τοὺς ἀσθενεῖς δεσπότην Χριστόν, ὅτιπερ ἕξεις με μετανοοῦντα ἐφ’ οἷς ἐν ἀμελείᾳ διῆγον, ὥστε σε ἡσθέντα ἐπὶ τῇ μεταβολῇ τῆς ψυχῆς μου εὐχαριστῆσαι τῷ Θεῷ.» Ὁ δὲ μέγας ἀποκριθεὶς λέγει πρὸς αὐτόν· «Οἶδας πόσα σε ἐβάστασα, ὡς ἀναγκασθῆναί με καὶ πληγαῖς πολλάκις σοι χρήσασθαι, ἄνθρωπον μηδέποτε ἐπ’ ἄλλον τοιοῦτόν τι ἐνδειξάμενον ἢ κἂν ἐκτεῖναι χεῖρα πρός τινα βουληθέντα. Ἐφ’ οἷς γοῦν καὶ ἠναγκαζόμην ἐπὶ σοῦ μόνου τοῦτο ποιεῖν, μᾶλλόν σου τυπτομένου ἤλγουν μου τὴν ψυχὴν τῷ τῆς συμπαθείας θεσμῷ. Οὐδενὸς γὰρ ἑτέρου ἕνεκεν ἀλλ’ ἢ διὰ τὴν σωτηρίαν τὴν σὴν τοῦτο ποιεῖν ἐδόκουν, ὅπως κἂν οὕτως δυνηθῶ διορθώσασθαί σε τῶν πταισμάτων.

Εἰ τοίνυν τοσαύτας παραινέσεις δεξάμενος ἐπὶ τὸ κρεῖττον ἐλθεῖν οὐκ ἠβουλήθης οὔτε μὴν πληγαῖς αἰκιζόμενος αἱρήσασθαι τὸ συμφέρον, πῶς δύναμαι ἐγὼ ἐπὶ πολὺ μέλος νενοσηκὸς τῇ ποίμνῃ τοῦ Χριστοῦ συγχωρεῖν συναγελάζεσθαι· μή πως ἡ τοῦ ἑνὸς πᾶσι συναναχρωσθεῖσα ψώρα οὐκ ὀλίγον αὐτῆς προσλυμανεῖται τὸ μέρος.» Τούτου τοίνυν οὕτως ἀνθισταμένου, κἀκείνου ἐπὶ πλεῖον τὴν παράκλησιν ἐπεκτείνοντος διαβεβαιουμένου τε διορθοῦσθαι ἑαυτὸν τοῦ λοιποῦ, ἐγγύας παρ’ αὐτοῦ ᾔτει ὁ Παχώμιος, ὥστε μὴ τοῖς αὐτοῖς ἐπιμένειν πάλιν. Πετρωνίου τοίνυν, ἀνδρὸς ἁγίου καὶ θαυμαστοῦ, ἀναδεξαμένου αὐτὸν ἐφ’ οἷς ὑπισχνεῖτο, συνεχώρησεν αὐτῷ ὁ μακάριος· καὶ ἐπευξάμενος παρέδωκε τῷ Πετρωνίῳ.

60. Ὁ δὲ τυχὼν τῆς ἀφέσεως ταύτης οὕτως ἑαυτὸν ἐταπείνωσεν, ὥστε αὐτὸν ὑπογραμμὸν γενέσθαι πολλοῖς κατὰ πᾶσαν μὲν ἀρετὴν θεοσεβείας, ἐξαιρέτως δὲ ἐν τοῖς κατὰ Θεὸν δάκρυσι πάσῃ τῇ ἀδελφότητι· ὡς καὶ ἐσθίοντος αὐτοῦ πολλάκις μὴ δύνασθαι ἐπισχεῖν τὴν τῶν δακρύων φορὰν ποταμηδὸν γινομένην, ἀλλὰ συμμίγνυσθαι καὶ αὐτῇ τῇ ἀναγκαίᾳ τροφῇ καὶ πληροῦσθαι ἐπ’ αὐτῷ τὸ δαυιτικὸν ἐκεῖνο τό· «Σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.» Λεγόντων δὲ αὐτῷ τῶν ἀδελφῶν, μὴ ἐπὶ ξένων ἢ ὅλως τινῶν ἑτέρων τοῦτο ποιεῖν, διϊσχυρίζετο λέγων ὅτι· «Πολλάκις βουληθεὶς ἐγκρατεύσασθαι ταύτης μάλιστα τῆς αἰτίας, ὅλως οὐκ ἠδυνήθην.» Αὐτῶν δὲ πάλιν δυνατὸν εἶναι λεγόντων καθ’ ἑαυτὸν μὲν ἐν κατανύξει τοῦτο ποιεῖν καὶ ἐν τῇ προσευχῇ, ἐπὶ δὲ τῆς τραπέζης ἐσθίοντα ἐγκρατεύεσθαι· «Δύναται γάρ, ἔφασκον, ψυχὴ καὶ χωρὶς τῶν ἔξωθεν δακρύων πάντοτε ἐν κατανύξει εἶναι,» καὶ ἀναγκαζόντων μαθεῖν τίνος ἕνεκεν βρέχεται τοῖς δάκρυσι, μᾶλλον δὲ κωλυόντων— ἐρυθριᾶν γὰρ ἔλεγον «ὡς πολλοὺς ἐξ ἡμῶν εἰς σὲ βλέποντας μήτε ἐσθίειν» —φησὶ πρὸς αὐτούς· «Οὐ βούλεσθε, ἀδελφοί, ἵνα κλαύσω, ὁρῶν ἁγίους ὑπηρετοῦντάς μοι, ὧν καὶ ὁ κονιορτὸς τῶν ποδῶν μέγας ἐμοὶ καὶ οὐδ’ ὅλως ἐγὼ ἀντάξιός εἰμι;

Οὐκ ὀφείλω οὖν πενθεῖν, εἴπατέ μοι, ὅτι ἀπὸ θυμέλης ἄνθρωπος ὑπηρετοῦμαι παρὰ τοιούτων ἁγίων ἀνδρῶν; Πενθῶ οὖν, ἀδελφοί μου, φοβούμενος ἐφ’ ἑκάστης, μή πως κατὰ Δαθὰν καὶ Ἀβειρὼν τοὺς βεβήλους καταποθῶ, ἐπιχειροῦντας πονηραῖς προαιρέσεσι καὶ χερσὶν οὐ καθαραῖς θυμιᾶν εἰς τὰ ἅγια, ὅτι τοσαύτην γνῶσιν δεξάμενος τῆς κατὰ ψυχὴν ἀμελῶ σωτηρίας. Διὰ τοῦτο οὐκ ἐπαισχύνομαι τοῦτο· οἶδα γὰρ τὰς πολλάς μου ἁμαρτίας· διὸ εἰ καὶ αὐτὴν τὴν ψυχὴν ἐπέδωκα, ξένον οὐδὲν ἐποίουν.» 61. Τούτου οὕτως ἐπὶ πολὺ ἀγωνιζομένου, διεμαρτύρατο πάλιν περὶ τούτου ἐπὶ πάντων ὁ μέγας· «Ἰδού, ἀδελφοί, διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἀφ’ οὗ τὸ κοινόβιον τοῦτο γέγονεν, οὐδένα ἐκ πάντων τῶν συνόντων μοι ἀδελφῶν οἶδα μιμησάμενον τὴν ἐμὴν ταπείνωσιν, εἰ μὴ ἕνα μόνον.» Ἀκούσαντες δὲ ταῦτα οἱ ἀδελφοί, οἱ μὲν ᾤοντο τὸν ἕνα τοῦτον εἶναι Θεόδωρον, ἄλλοι Πετρώνιον, ἕτεροι δὲ Ὀρσίσιον. Πυθομένου οὖν τοῦ Θεοδώρου περὶ τίνος ἔλεγεν, οὐκ ἐβούλετο ὁ μέγας εἰπεῖν.

Αὐτοῦ δὲ πάλιν σφοδρότερον ἐπιμένοντος καὶ τῶν ἄλλων μεγάλων ἀδελφῶν παρακαλούντων τίς ἂν εἴη οὗτος, ἀπεκρίθη ὁ μέγας λέγων· «Εἰ ἠπιστάμην ὅτι κενοδοξεῖν εἶχεν ἐπαινούμενος περὶ οὗ μέλλω λέγειν, οὐκ ἂν συνέστησα τὸν τοιοῦτον.

Ἀλλ’ ἐπειδὴ χάριτι Χριστοῦ οἶδα ὅτι ἐπαινούμενος μᾶλλον ταπεινοῖ ἑαυτόν, διὰ τοῦτο πρὸς τὸ μιμεῖσθαι ὑμᾶς τὸν τοῦ τοιούτου τρόπον, ἀφόβως ἐπὶ πάντων ὑμῶν μακαρίσω αὐτόν. Σὺ μὲν γάρ, ὦ Θεόδωρε καὶ ὅσοι εἰσὶ κατὰ σὲ ἐν τῇ μονῇ ἀγωνιζόμενοι, δήσαντες τὸν διάβολον ὡς στρουθίον ὑπὸ τοὺς πόδας ὑμῶν ἔθεσθε καὶ καθ’ ἑκάστην διὰ τῆς χάριτος τοῦ Χριστοῦ καταπατεῖτε τοῦτον ὡς χῶμα· ἀλλ’ ἐὰν ἀμελήσητε ἑαυτῶν, ἀναστὰς ὁ ὑπὸ τοὺς πόδας ὑμῶν κείμενος διάβολος φεύξεται καὶ καθ’ ὑμῶν μειζόνως στρατεύσεται. Ὁ δὲ νεώτερος Σιλβανός, ὁ πρὸ χρόνου ὀλίγου ἐκβάλλεσθαι παρ’ ἡμῶν τῆς μονῆς μέλλων διὰ τὴν αὐτοῦ ἀμέλειαν, νῦν ἐχειρώσατο παντελῶς τὸν διάβολον καὶ ἐξηφάνισεν αὐτόν, ὡς μὴ δύνασθαι ἔτι φανῆναι παρ’ αὐτῷ, τῇ ὑπερβολῇ τῆς ἑαυτοῦ ταπεινοφροσύνης εἰς τέλος νικήσας αὐτόν. Καὶ ὑμεῖς μὲν ὡς ἔχοντες ἔργα δικαιοσύνης θαρρεῖτε ἐφ’ οἷς ἤδη ἐπράξατε· οὗτος δὲ ὅσον ἀγωνίζεται, τοσοῦτον ἑαυτὸν ἀδόκιμον ἅπασιν ἐπιδείκνυσιν, ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ διανοίας ἄχρειον ἑαυτὸν καὶ εὐτελῆ ἐνθυμούμενος εἶναι. Διὰ τοῦτο γὰρ καὶ τὸ δακρύειν πρόχειρον ἔχει, ἐκ τοῦ πάνυ ἑαυτὸν ἐξευτελίζειν καὶ μὴ λογίζεσθαι τῶν παρ’ αὐτοῦ γινομένων κατορθωμάτων μηδέν. Οὐδὲν γὰρ οὕτως τὸν διάβολον ἐκνευροῖ, ὡς ἡ μετὰ πρακτικῆς δυνάμεως ἐξ ὅλης ψυχῆς γινομένη ταπεινοφροσύνη.»

Οὕτως οὖν ἀγωνιζόμενος ὁ Σιλβανὸς ἐν ἄλλοις ὀκτὼ ἔτεσι πρὸς τοῖς εἴκοσι ἐτέλεσε τὸν δρόμον, μαρτυρηθεὶς ὑπὸ τοῦ θεράποντος τοῦ Θεοῦ καὶ περὶ τῆς ἐξόδου, ὅτι πλῆθος ἀγγέλων μετὰ χαρᾶς μεγάλης τὴν ψυχὴν αὐτοῦ παραλαβόντες. ὡς θυσίαν ἐκλεκτὴν προσήγαγον τῷ Χριστῷ.

62. Ἀλλὰ ταύτης τῆς καλῆς διαγωγῆς τῆς τε ἐν Χριστῷ πολιτείας αἰσθόμενος καὶ ὁ ἐπίσκοπος τῆς πόλεως Πάνου, Ἄρειος τοὔνομα, τἄλλα πάντα ἐνάρετος καὶ τῆς ὀρθῆς πίστεως θερμὸς ἐραστής, πέμψας διὰ γραμμάτων μετεστείλατο αὐτὸν πρὸς ἑαυτόν, λόγοις τε πλείοσι καὶ θείᾳ πληροφορίᾳ παρακαλῶν καὶ περὶ τὴν πόλιν ἐκείνην δείμασθαι μοναστήρια. Αὐτοῦ τοίνυν πολλῶν ἕνεκα πεισθέντος τῷ ἀνδρὶ μέλλοντός τε παραγίνεσθαι ἐκεῖσε, δίκαιον ᾠήθη πρῶτον τὰς φροντιζομένας ὑπ’ αὐτοῦ μονὰς ἐπισκέψασθαι.

Πλησίον τοίνυν μιᾶς τούτων γενόμενος ὑπηντᾶτο προκομιδῇ τετελευτηκότος τινὸς ἀδελφοῦ ἐν ῥᾳθυμίᾳ ζήσαντος καὶ τοῖς ἀδελφοῖς τῆς μονῆς ἐκείνης ἀκολουθοῦσι τῷ ἐξοδίῳ μετὰ πολλῆς καὶ εὐαρμόστου ψαλμῳδίας, ὄντων ἐκεῖσε καὶ τῶν γονέων, συγγενῶν τε πάντων καὶ φίλων τοῦ κατοιχομένου.

Οἳ καὶ θεασάμενοι τὸν ἅγιον ἀπέθεντο τὴν κλίνην, ὅπως ὑπέρ τε αὐτῶν καὶ τοῦ τεθνεῶτος ἀδελφοῦ στὰς ποιήσηται προσευχήν. Προσενέγκας τοίνυν πλεῖον ἢ ᾐτήθη τὴν ὀφειλομένην τῷ Θεῷ ἱκεσίαν τε καὶ προσκύνησιν καὶ ἀποστραφεὶς πρὸς αὐτούς· «Παύσασθε μέν, ἔφη, τοῦ ψάλλειν.» Προστάξας δὲ ἐνεχθῆναι τὰ τοῦ τεθνεῶτος ἱμάτια, ἔμπροσθεν πάντων καῆναι ἐκέλευσεν.

Εἶθ’ οὕτως πάλιν ἐπέτρεψεν ἀρθῆναί τε καὶ ἐκτὸς τῆς νενομισμένης ψαλμῳδίας ταφῆναι τὸ λείψανον. Τῶν οὖν ἀδελφῶν καὶ τῶν γονέων καὶ πάντων δὲ τῶν συγγενῶν τοῦ ἀπελθόντος τὸ καινὸν τοῦτο θέαμα ἐκπλαγέντων καὶ ἱκετευόντων ἐπὶ τὸ τὴν ἐξ ἔθους συγχωρηθῆναι γενέσθαι καὶ ἐπ’ αὐτῷ ψαλμῳδίαν, αὐτὸς οὐκ ἠνέσχετο. Πάλιν δὲ αὐτῶν πρὸς αὐτὸν σχετλιαζόντων καὶ λεγόντων· «Τί τὸ καινὸν τοῦ θεάματος, ὦ πάτερ;

Τίς οὐκ ἂν ἠλέησε νεκρὸν κείμενον, εἰ καὶ ἐχθρὸς εἴη, ἱκανῆς οὔσης τῆς συμφορᾶς εἰς τοῦτο ἐναγαγεῖν τὸν καὶ αὐτοθήριον ὑπάρχοντα; Καὶ ὣς οὔτε τῇ σῇ ἁγιωσύνῃ πρέπει, καὶ ἡμῖν ὄνειδος μέγιστον ἐκ τούτου προσγίνεται ἄλλα τε πλείονα· καὶ ὣς εἴθε μὴ παρεγενόμεθα, εἴθε μὴ ἐγεγόνει οὗτος μοναχός· οὐ γὰρ ἂν κατέλιπε τὴν αἰώνιον ταύτην ὀδύνην ἡμῖν. Δεόμεθα οὖν ἀποδοθῆναι τῇ ὁσίᾳ τοῦ τεθνεῶτος τὴν ψαλμῳδίαν.» 63. Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτοῖς· «Ἀληθῶς, ἀδελφοί, πλέον ὑμῶν οἰκτείρω τὸν κείμενον· καὶ τοσοῦτον ὅσον ὑμεῖς μὲν τοῦ ὁρωμένου τούτου σκήνους ποιεῖσθε πρόνοιαν, ἐμοὶ δὲ περὶ ψυχῆς ὁ λόγος, ἧς ἕνεκα ὡς πατὴρ τὸ τοιοῦτον προστέταχα. Καὶ ὑμεῖς μὲν πλείονα αὐτῷ τὴν ἐκεῖσε ὀδύνην διὰ τῆς νομιζομένης τιμῆς περιποιεῖσθε· ἐγὼ δὲ κἂν γοῦν μερικὴν αὐτῷ ἀπολογίαν ἢ ἄνεσιν διὰ τῆς ἀτιμίας προευτρεπίζω, τούτου ἕνεκα οὐκ ἐπιμελοῦμαι τοῦ σώματος νεκρωθέντος, ἀλλὰ ψυχῆς τῆς ἀθανάτου, τῆς καὶ πάλιν ἄφθαρτον τοῦτο ἀπολαμβανούσης ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἄλλως δέ, εἰ καὶ συγχωρήσω τοῦτο γενέσθαι, ὡς ἀνθρωπάρεσκος κριθήσομαι καὶ ἕνεκεν προσκαίρου πληροφορίας τὸ συμφέρον τῆς μελλούσης ἐν κρίσει βασανίζεσθαι ψυχῆς καταφρονήσας.

Πηγὴ γὰρ ὑπάρχων ἀγαθότητος ὁ Θεὸς ζητεῖ προφάσεις δι’ ὧν δράξασθαι δύναται τοῦ πηγάζειν δαψιλῶς τὴν ἑαυτοῦ χρηστότητα ἐφ’ ἡμᾶς καὶ ἀφιέναι ἁμαρτήματα, μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Εἰπὼν γὰρ περὶ τῶν βλασφημούντων εἰς τὸ Πνεῦμα τὸ ἅγιον, μήτε νῦν μήτε ἐν τῷ μέλλοντι συγχωρήσεως ἀπολαύειν, κατὰ τὸ σιωπώμενον ἔδωκε νοεῖν ὡς εἴη τισὶν ὀφείλουσα ἐπέκεινα τοῦ παρόντος βίου συγγνώμη. Εἰ δὲ ἡμεῖς, οἱ καταξιωθέντες τῆς θείας αὐτοῦ ἰατρικῆς ἐπιστήμης τὴν ἐμπειρίαν δέξασθαι, μὴ ἑκάστῳ τὸ ἐπιτήδειον βοήθημα προσφέροιμεν, εἰκότως ὡς καταφρονηταὶ ἀκουσόμεθα τὸ γεγραμμένον·

Ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε. Διὰ τοῦτο παρακαλῶ, πρὸς τὸ τῶν ἐπηρθημένων ἐλευθερωθῆναι τὸν ἀπελθόντα δεινῶν καὶ ἀνέσεώς τινος τυχεῖν, χωρὶς ψαλμῶν θάψατε αὐτόν. Δύναται γὰρ ἀγαθὸς ὢν καὶ πολυέλεος ὁ Θεὸς καὶ ὑπὲρ τὴν ἡμετέραν παράκλησιν τὸν πρὸς αὐτὸν ἀπελθόντα προσδέξασθαι.» Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀπήχθη εἰς τὸ ὄρος καθὼς ἐπέτρεψεν ὁ ἅγιος καὶ ἐτάφη.

64. Διατρίψαντος δὲ αὐτοῦ ἐκεῖσε δύο ἡμέρας καὶ διδάσκοντος ἕνα ἕκαστον τῶν ἀδελφῶν περί τε φόβου Θεοῦ καὶ ὅπως δεῖ ἀγωνίζεσθαι πρὸς τὸν διάβολον καὶ τὰς τούτου μεθοδείας τε καὶ μετεμπλοκάς, ὅπως τε δεῖ ἀκυρῶσαι τὰ καθ’ ἡμῶν αὐτῷ σπουδαζόμενα μηχανήματα τῇ δυνάμει τοῦ Χριστοῦ, ἀπηγγέλη αὐτῷ ὅτιπερ ἀδελφός τις ἐν τῇ Χηνοβοσκείων μονῇ οὕτω καλουμένῃ, ἀρρωστίᾳ περιπεσὼν καὶ συνεχόμενος, τῆς παρατιθεμένης αὐτῷ εὐλογίας ἀπολαῦσαι ποθεῖ. Ταῦτα ἀκούσας ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀναστὰς ἠκολούθησεν αὐτοῖς.

Γενόμενος δὲ ὡς ἀπὸ σημείων δύο ἢ τριῶν τοῦ τόπου ἔνθα ἠπείγετο ὁ ἅγιος ἤκουσε φωνῆς ἱερᾶς ἐν τῷ ἀέρι, καὶ ἀτενίσας εἶδε τὴν ψυχὴν τοῦ ἀδελφοῦ φαιδρῷ τῷ δρόμῳ ὑπὸ τῶν ἀγγέλων ψαλλόντων εἰς τὴν μακαρίαν ζωὴν τοῦ Θεοῦ ἀπαγομένην. Τῶν δὲ ἑπομένων αὐτῷ ἀδελφῶν μήτε τῆς φωνῆς αἰσθομένων μήτε τι ἕτερον θεασαμένων, αὐτὸν δὲ ἐπὶ πολὺ κατὰ ἀνατολὰς ἀτενίζοντα, φασὶ πρὸς αὐτόν· «Ἔστης, ὦ πάτερ; Δράμωμεν, ἵνα καταλάβωμεν.» Ὁ δὲ πρὸς αὐτούς· «Εἰκῆ τρέχομεν· αὐτῷ γὰρ ἔκτοτε προσατενίζω εἰς τὴν αἰώνιον ἀπαγομένῳ ζωήν.» Καὶ παρακαλούντων εἰπεῖν αὐτοῖς πῶς ἐθεάσατο τὴν ψυχήν, διηγήσατο αὐτοῖς ἅπαντα ὡς ἐνῆν. Τινὲς μὲν οὖν ἐξ αὐτῶν οἱ καὶ παραγενόμενοι πρὸς αὐτόν, πορευθέντες εἰς τὴν μονὴν αὐτῶν καὶ ἀκριβέστερον τὴν ὥραν πυθόμενοι ἐν ᾗ ἐκοιμήθη ὁ ἀδελφός, ἔγνωσαν τὰ ὑπὸ τοῦ ἁγίου λεχθέντα αὐτοῖς ἀληθῆ.

Ἐγὼ δὲ ταῦτα διεξῆλθον δύο κατὰ ταὐτὸν δεῖξαι βουλόμενος, ὅτι τε διορατικὸς ἦν ὁ ἀνὴρ καὶ χάρισμα προφητείας ἔχων καὶ τὰ πόρρωθεν ἅπαντα τῷ τῆς διανοίας καθαρωτάτῳ προεώρα ὀφθαλμῷ, καὶ ὅτι δεῖ μιμεῖσθαι ἡμᾶς τὰ καλὰ ἀεὶ καὶ τῶν βλαβερῶν πόρρω που γίνεσθαι. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.