Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Νυκτερινές παραινέσεις περί μετανοίας και η δοκιμασία του μεγάλου λιμού

Προτροπές για πνευματική εγρήγορση, η καθημερινή νουθεσία της ψυχής και η αυστηρή διόρθωση αδελφών που υπέπεσαν σε φιλοκέρδεια κατά την περίοδο του λιμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 13 από 16

71. Ἐκπλαγέντος δὲ ἐπὶ τοῖς ὀφθεῖσιν αὐτῷ τοῦ μεγάλου, καλεῖ μὲν ἐπὶ τὴν νυκτερινὴν σύναξιν τοὺς ἀδελφοὺς ὁ εἰς τοῦτο τετυπωμένος. Τῆς δὲ λειτουργίας πληρωθείσης, ἔστησαν εἰς ἀκρόασιν τοῦ λόγου κατὰ τὸ σύνηθες οἱ μαθηταί· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ λέγει αὐτοῖς· «Τέκνα, ὅση ἐστὶν ἰσχὺς ἐν ὑμῖν, ἀγωνίσασθε ὑπὲρ τῆς σωτηρίας ὑμῶν. Πρὸ τοῦ ἐλθεῖν τὸν καιρὸν ἐν ᾧ μέλλομεν, εἴ γε ἀμελήσομεν, ἑαυτοὺς ταλανίζειν, ἐργασώμεθα προθύμως τὴν ἀρετήν. Λέγω γὰρ ὑμῖν, εἰ ᾔδειτε τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ καὶ τὴν ἀποκειμένην τοῖς ἁγίοις ἐπαγγελίαν καὶ πῶς οἱ ἀποπεσόντες τοῦ Θεοῦ κολάζονται καὶ τὰ βασανιστήρια ἃ τοῖς ἀμελοῦσιν ηὐτρέπισται, μάλιστα τοῖς ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ μὴ ἀξίως αὐτῆς πολιτευσαμένοις ὑπὲρ τοῦ κληρονομῆσαι τὴν ἀποκειμένην τοῖς ἁγίοις μακαριότητα, ἀλλὰ ἀποφυγοῦσιν, οὐδενὸς ἂν ἑτέρου κατέσχεν ὑμᾶς ἐπιθυμία, ἤδη μεταρσίους γενηθέντας καὶ ἐπὶ τῇ τῶν παρελθόντων κακῶν ἀνοίᾳ διηνεκῶς πενθοῦντας, ἕως ἂν ἡ τοῦ Θεοῦ χάρις ἐπισκιάσασα ἕκαστον μετὰ δόξης πρὸς τὸν νυμφίον ἐχειραγώγησεν ἐν ἡμέρᾳ ἐξοδίας, ὅτε τοῦ χοὸς ἐνταῦθα μένοντος, ἡ ψυχὴ πρὸς τὸ συγγενὲς διασῴζουσα, πρὸς τὸν ἀθάνατον τῶν φώτων ἀνατρέχει πατέρα. Τί κενοδοξεῖ ἄνθρωπος, χοῦς τυγχάνων; τί δὲ ὑπερηφανεύεται γῆ καὶ σποδός;

Κλαύσωμεν ἑαυτούς, ὡς καιρὸν ἔχομεν, μήποτε, ἐλθούσης τῆς ὡρισμένης ἡμῖν προθεσμίας, εὑρεθῶμεν τότε αἰτοῦντες καιρὸν παρὰ Κυρίου πρὸς μετάνοιαν, ἐν ᾗ ταύτης ὁ καιρὸς σαφῶς ἀπελήλαται. Ἐν γὰρ τῷ ᾅδῃ, φησί, τίς ἐξομολογήσεταί σοι; Παρὰ τοῦ Δαυὶδ μεμαθήκαμεν. Ἀθλία ὄντως ψυχὴ καὶ παντὸς οἴκτου μεστὴ ἡ τὴν τοῦ κόσμου δουλείαν ἀρνησαμένη καὶ πάλιν τὴν αὐτοῦ θεραπείαν ἐπιζητοῦσα.

Μὴ συγχωρήσωμεν, ἀδελφοί, τῷ αἰῶνι τούτῳ βραχυτάτῳ ὄντι καὶ εὐτελεῖ, ἁρπάσαι τὴν μακαρίαν ἐκείνην καὶ ἀθάνατον ζωὴν ἀφ’ ἡμῶν. Φοβοῦμαι γὰρ καὶ φρίττω, μήπως οἱ κατὰ σάρκα πατέρες ἡμῶν, ἐν τῷ κόσμῳ διατρίβοντες καὶ ταῖς τοῦ βίου πραγματείαις ἐμπλεκόμενοι, οἰόμενοί τε ἡμᾶς ἐντεῦθεν ἤδη τῆς μακαρίας ἀπολαύειν ζωῆς, εὑρεθῶσι κατακρίνοντες ἡμᾶς λέγοντες πρὸς ἡμᾶς· «Πῶς ἐταλαιπωρήσατε ἐν ταῖς τρίβοις ὑμῶν; Μεγάλη ἡ θλίψις ὑμῶν, πῦρ ἀνήφθη ἐφ’ ὑμᾶς· ἠχρειώθησαν οἱ κλάδοι ὑμῶν.» Καὶ πάλιν ἐκ τοῦ προφήτου· «Διὰ τοῦτο εἰς προνομὴν ἐγένεσθε οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι· καὶ ὁ στέφανος τῆς κεφαλῆς ὑμῶν ἀφῄρηται. Πόλεις αἱ πρὸς νότον, πῶς συνεκλείσθητε; οὐκ ἔστιν ὁ ἀνοίγων ὑμῖν. Ἀρθήτω γάρ, φησίν, ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.» Διὰ τοῦτο, ἀδελφοί, ἐξ ὅλης ψυχῆς ἀγωνισώμεθα, τὸν θάνατον ἀεὶ πρὸ ὀφθαλμῶν καὶ κατὰ πᾶσαν ὥραν ἔχοντες καὶ τὴν φοβερὰν κόλασιν φανταζόμενοι, δι’ ὧν εἰς αἴσθησιν ὁ νοῦς εἴωθεν ἄγεσθαι, καὶ βρίθει μὲν ἐπὶ τὸ πρανὲς τὸ σῶμα δακρύουσα ἡ ψυχή, αὖθις δὲ τοῦτο θερμανθὲν θεωρητικὴν αὐτὴν ἀπεργάζεται καὶ μετάρσιον ἀπὸ τῶν γηΐνων ποιῆσαν τὸν Θεὸν ἀεὶ φαντάζεσθαι παρασκευάζει.

Ἄλλως δὲ καὶ τὸ ταπεινὸν καὶ ἀκενόδοξον καὶ παντὸς ἀπηλλοτριωμένον κοσμικοῦ φρονήματος ἐντεῦθεν ἀρραγὲς ὑπάρξει αὐτῇ.» 72. «Φιλοσοφείτω οὖν καθ’ ἑκάστην, ἀδελφοί, πρὸς τὸ παχύτατον σῶμα ἡ ψυχὴ ἑκάστῃ ἐπιμελείᾳ καὶ παραινέσει. Καὶ φθασάντων ἡμῶν πρὸς ὕπνον ἑσπέρας, λεγέτω πρὸς ἕκαστον μέλος τοῦ σώματος· Ἕως εἰμὶ ἐν μέσῳ ὑμῶν, εἴκετε προθύμως τῷ Κυρίῳ ὑμῶν. Πρὸς μὲν τὰς χεῖρας λέγουσα· Ἔσται ὥρα ἡνίκα παύσεται ὑμῶν τὰ σκιρτήματα· οὐκέτι γὰρ πυγμὴ πρὸς θυμὸν ὑπουργήσει· οὐχ ἁπλωθήσεσθε πρὸς ἁρπαγὴν ἑτοιμαζόμεναι.

Πρὸς δὲ τοὺς πόδας· Ἔσται καιρὸς ὅτε οὐ δραμεῖσθε ἄδικα. Πρὶν ἡμᾶς ὁ θάνατος χωρίσῃ καὶ διαζεύξῃ ἡ ἐκ τῆς ἁμαρτίας γενομένη διάλυσις, ἀγωνισώμεθα, στῶμεν γενναίως, ἀόκνως προσκυνήσωμεν τῷ Κυρίῳ, ἕως ἂν αὐτὸς πάλιν παραγενόμενος καὶ τὸν ἐπὶ τῷ προσκαίρῳ πόνῳ ἀποδεξάμενος ἱδρῶτα εἰς τὴν ἀθάνατον παραπέμψῃ ζωήν. Δέξαι μου τὴν αἴσθησιν ἐκ τῶν δακρύων· γνώρισον τῷ δεσπότῃ τὴν εὐγενῆ σου δουλείαν· βάστασόν με προθύμως τῷ Θεῷ ἐξομολογουμένην· καὶ μὴ βουλομένην ὑπνοῦν καὶ ἀναπαύεσθαι εἰς αἰώνιον κόλασιν ἀγάγῃς με. Ἔσται γάρ σοι νηφούσῃ καιρός, ὅτε ἡ τῶν ἀγαθῶν ἥξει δαψιλὴς ἀνταπόδοσις· καὶ πάλιν κρίσις, ἐπὰν ῥᾳθυμήσωμεν.

Καὶ ἔσται τῆς ψυχῆς ἀκοῦσαι τότε πρὸς τὸ σῶμα λεγούσης· Οἴμοι ὅτι συνεδέθην σοι καὶ σοῦ ἕνεκεν ἐγὼ κατάδικος γίνομαι. —Ἐὰν οὕτως καθ’ ἑκάστην ἑαυτοὺς ἐπιτείνωμεν, ἀληθῶς ναὸς τοῦ Θεοῦ ὑπάρξομεν καὶ ἐνοικήσει ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον καὶ κατασκηνώσει ἐφ’ ἡμᾶς ὁ Χριστός· καὶ οὐδεμία σατανικὴ μεθοδεία δύναται ἡμᾶς ἀπατῆσαι. Μυρίων γὰρ παιδαγωγῶν καὶ διδασκάλων ὁ τοῦ Θεοῦ φόβος καὶ τὰ βουλεύματα ταῦτα ὄντα παρ’ ἡμῖν πλέον διδάξει καὶ σοφίσει ἡμᾶς· καὶ ὅσα ὁ ἀνθρώπινος νοῦς καταλαβεῖν οὐκ ἰσχύει, ταῦτα τὸ πανάγιον θεῖον τῆς ἀχράντου φύσεως Πνεῦμα ὑποδείκνυσι· τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ, κατὰ τὸν ἀπόστολον, οὐκ οἴδαμεν· ἀλλ’ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις, καὶ τὰ ἑξῆς.» 73. Λιμοῦ δὲ γενομένου ποτὲ καὶ τῶν ἀδελφῶν μὴ ἐχόντων σῖτον, μᾶλλον δὲ σίτου μὴ εὑρισκομένου καθ’ ὅλην σχεδὸν Αἴγυπτον, ἀπέστειλεν ὁ ἅγιος γέρων τινὰ τῶν ἀδελφῶν περιελθεῖν τὰς πόλεις καὶ τὰς κώμας ζητοῦντα ἀγοράσαι σῖτον, δεδωκὼς αὐτῷ ἐπὶ λόγου τῆς τοῦ σίτου ἀγορασίας ὁλοκότινα ἑκατόν.

Περιελθὼν δὲ ὁ πιστευθεὶς πολλοὺς τόπους παρέβαλεν εἴς τινα πόλιν καλουμένην Ἑρμώθην. Καὶ κατ’ οἰκονομίαν Θεοῦ εὗρεν ἐκεῖ ἄνθρωπόν τινα πολιτευόμενον, πάνυ εὐλαβῆ καὶ τὸν Θεὸν φοβούμενον, ἀκούσαντα περὶ τοῦ βίου τοῦ ἁγίου Παχωμίου καὶ τῶν ἀδελφῶν. Οὗτος ὁ πολιτευόμενος δημόσιον ἐπεπίστευτο σῖτον. Τούτῳ προσελθὼν ὁ ἀδελφὸς παρεκάλει αὐτὸν πωλῆσαι αὐτῷ σῖτον ἑκατὸν ὁλοκοτίνων. Ὁ δὲ εἶπε πρὸς αὐτόν· «Ἀληθῶς, ἀδελφέ, εἰ εἶχον ἐμὸν σῖτον, ἀπὸ τῶν τέκνων μου ἂν λαβὼν ἐδίδουν ὑμῖν. Ἀκούω γὰρ περὶ τῆς θείας καὶ ἐναρέτου ὑμῶν πολιτείας. Ἄκουσον δέ μου, ὃ μέλλω σοι λέγειν. Δημόσιον σῖτον ἔχω κείμενον, καὶ τέως ἄρτι οὐ ζητεῖται παρὰ τοῦ ἄρχοντος· εἰ οὖν θέλεις λαβεῖν αὐτὸν ἕως τοῦ καιροῦ τῆς ἅλωνος, ὑπερθέσθαι δύναμαι τὰ δημόσια· ἐὰν οὖν οἶδας ὅτι δύνασαι ἀποκαταστῆσαι τὸν σῖτον ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ δὴ λάβε ὅσον θέλεις.» Τοῦ δὲ ἀδελφοῦ εἰπόντος ὅτι· «Οὐχ οὕτως θέλω ἵνα ποιήσῃς μοι· οὐ γὰρ δυνάμεθα ἀποκαταστῆσαι τὴν ποσότητα ἣν μέλλω λαμβάνειν· ἀλλ’ ἐὰν θέλῃς τῶν ἑκατὸν ὁλοκοτίνων δοῦναί μοι, οἵας θέλεις τιμῆς, εἰ ὅλως δύνασαι ἕως τοῦ καιροῦ τῆς ἅλωνος ὑπερτίθεσθαι τὰ δημόσια, καλῶς ποιεῖς», ὁ δέ φησι πρὸς αὐτόν· «Ναί, δύναμαι. ὑπερθέσθαι, οὐ μόνον τῶν ἑκατὸν τούτων ὁλοκοτίνων· ἀλλ’ ἐὰν θέλῃς καὶ ἄλλων ἑκατὸν λαβεῖν ὁλοκοτίνων σῖτον, χάριν μοι παρέχεις ἐν τούτῳ· μόνον εὔχεσθε ὑπὲρ ἐμοῦ.»

Τοῦ δὲ ἀδελφοῦ εἰπόντος ὅτι· «Οὐκ ἔχομεν χρυσίον εἰ μὴ τοῦτο», ὁ πολιτευόμενος ἀκούσας εἶπε· «Μὴ μελέτω σοι περὶ τούτου. Λάβε τὸν σῖτον, καὶ ὅταν εὕρητε τὴν τιμήν, ἐνέγκατέ μοι.» Ἐπὶ τούτῳ οὖν τῷ ὅρῳ γομώσας τὸ πλοῖον σίτου ἐκ δεκατριῶν ἀρταβῶν τοῦ ὁλοκοτίνου, μηδαμοῦ καθ’ ὅλην τὴν Αἴγυπτον εὑρισκομένων πέντε ἀρταβῶν τοῦ ὁλοκοτίνου, κατέπλευσεν εἰς τὴν μονὴν μετὰ πολλῆς χαρᾶς ὁ ἀδελφός.

74. Ἀκούσας δὲ ὁ μέγας ὅτι ὥρμισε τὸ πλοῖον γεγομωσμένον σίτου καὶ τὸν τρόπον τῆς τοῦ σίτου ἀγορασίας, πέμπει εὐθέως εἰς τὸ πλοῖον λέγων· «Ἕνα κόκκον τοῦ σίτου τούτου μὴ εἰσενέγκητε εἰς τὴν μονήν, μηδὲ ὁ ἀγοράσας τὸν σῖτον εἰς πρόσωπόν μου ἔλθῃ, ἕως οὗ ἀποκαταστήσῃ τὸν σῖτον εἰς τὸν ἴδιον αὐτοῦ τόπον, ὅτι πάνυ ἠνόμησε τοῦτο πεποιηκώς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄλλων ἑκατὸν ὁλοκοτίνων σῖτον λαβών, ὅπερ οὐκ ἐκέλευσα αὐτὸν ποιῆσαι, ἀλλὰ τῷ ἰδίῳ φρονήματι ὑπηρετῶν τὸ πλέον ἠγάπησε· καὶ τῷ τῆς φιλοκερδίας πάθει πυρωθεὶς κατεδουλώσατο ἡμᾶς, ποιήσας ὑποχρέους εἶναι, καὶ ἀκορέστως μὲν τῇ φιλανθρωπίᾳ τοῦ δεδωκότος προσελθών, πλεονεξίας δὲ τρόπον ἐργασάμενος, ὑπὲρ τὴν χρείαν ἡμῶν κομίσας σῖτον, καὶ ἐξ αὐθεντίας ἑαυτοῦ δανεισάμενος ὃν οὐκ ἔχομεν πόθεν ἀποδῶσαι. Οὐ μὴν δέ, ἀλλ’ εἰ καὶ συνέβη ἐρχόμενον αὐτὸν ἀνθρώπινόν τι ὑποστῆναι ναυαγήσαντος τοῦ πλοίου, τί εἴχομεν ποιῆσαι; οὐκ ἐμέλλομεν πάντες ὑπόδουλοι γίνεσθαι;

Διὰ τοῦτο ὅσον ἤνεγκε σῖτον, τοῖς περὶ τὰ μέρη ταῦτα κοσμικοῖς τυγχάνουσι πωλείτω, ὡς ἔλαβε παρὰ τοῦ πιστεύσαντος αὐτῷ, ἐκ δεκατριῶν ἀρταβῶν τοῦ ὁλοκοτίνου· καὶ μετὰ τὸ πωλῆσαι αὐτόν, λαβὼν τὸ χρυσίον ἀποκομιζέτω τῷ πιστεύσαντι αὐτῷ· τῶν δὲ ἑκατὸν ὁλοκοτίνων τῶν ἡμετέρων, ὡς πωλεῖται πανταχοῦ, οὕτως καὶ αὐτὸς ὠνησάμενος φερέτω.» Ἐποίησε δὲ οὕτως καθὼς εἶπεν ὁ μέγας, καὶ ἤνεγκε τὸν σῖτον ἐκ πέντε ἥμισυ ἀρταβῶν τοῦ ὁλοκοτίνου ἀγοράσας. Καὶ ἀπὸ τότε οὐκ ἀφῆκεν αὐτὸν ἔτι ἐκβῆναι τῆς μονῆς εἰς διακονίαν τῶν ἀδελφῶν· ἀλλ’ ἐάσας αὐτὸν ἔσω καθέζεσθαι, ἔταξεν ἄλλον εἰς τὴν οἰκονομίαν τῶν ἀδελφῶν.

75. Οὗτος ὁ ἀδελφός ποτε λαβὼν παρὰ τοῦ σκυτέως σανδάλια πολλὰ καὶ ἕτερά τινα εἴδη ἐπὶ τὸ πωλῆσαι, πλέον τῆς τιμῆς ἧς εἶπεν αὐτῷ ὁ σκυτεὺς λαβών, ἤνεγκεν αὐτῷ τὸ χρῆμα. Λαβὼν δὲ τὸ κέρμα ὁ σκυτεὺς ἐμέτρησε τὴν τιμὴν τοῦ δέρματος καὶ τοῦ καμάτου τῶν χειρῶν αὐτοῦ, ἐκ πεντήκοντα λεπτῶν ὁρίσας τῆς ἡμέρας ἧς εἰργάσατο τὰ εἴδη ἐκεῖνα. Εὑρὼν δὲ τριπλοῦν τὸ ἀργύριον, εὐθὺς ἀπελθὼν πρὸς τὸν μέγαν εἶπεν αὐτῷ· «Ἀληθῶς, ὦ πάτερ, κακῶς ἐποίησας τάξας τοῦτον τὸν ἀδελφὸν εἰς τὴν διακονίαν τῶν τοιούτων ἀποκρίσεων τῆς μονῆς· ἔτι ἔχει ἐν ἑαυτῷ τὸ κοσμικὸν φρόνημα.» Εἰπόντος δὲ τοῦ μεγάλου· «Τί ἐστι τὸ πρᾶγμα ὃ ἐποίησε κακῶς;» ἀπεκρίθη ὁ σκυτεὺς καὶ εἶπεν· «Ἔδωκα αὐτῷ σανδάλια καὶ ἕτερά τινα εἴδη ἐπὶ τὸ πωλῆσαι, εἰπὼν αὐτῷ τὴν ποσότητα τῆς τιμῆς. Ὁ δὲ πωλήσας αὐτὰ πλείονος, ἤνεγκέ μοι τριπλῆν τὴν τιμὴν παρ’ ὃ εἶπον αὐτῷ.» Ἀκούσας δὲ ὁ μέγας ταῦτα, ἐκάλεσε τὸν ἀδελφὸν καὶ λέγει αὐτῷ· «Διὰ τί οὕτως ἐποίησας;» Ὁ δὲ πρὸς αὐτὸν εἶπε· «Τὴν τιμήν, ὦ πάτερ, ἣν εἶπε λαβεῖν με ὁ ἀδελφός, εἶπον τοῖς ἀνθρώποις τοῖς ἀγοράζουσιν. Οἱ δὲ λέγουσί μοι· Ἀδελφέ, ἐὰν μὴ κλεψιμαῖά εἰσι, περισσοτέρας τιμῆς ἄξιά εἰσιν. Ἐγὼ δὲ διατραπεὶς εἶπον αὐτοῖς· Κλεψιμαῖα μὲν οὐκ εἰσί, τοσούτου δὲ ἐκελεύσθην πωλῆσαι αὐτά· ὅσον δὲ θέλετε δοῦναι, δότε.

Οἱ δὲ ὅσον ἤρεσκεν αὐτοῖς ἐδίδουν, ἐμοῦ μὴ μετροῦντος τὸ παρ’ αὐτῶν διδόμενον κέρμα.» Ὁ δὲ μέγας ἀκούσας εἶπεν αὐτῷ· «Ἡμάρτησας μεγάλως τὸ πλέον ἀγαπήσας. Ἀλλὰ ταχέως δραμὼν τὸ περισσὸν τῆς τιμῆς ἀπόδος τοῖς δεδωκόσι σοι. Καὶ ἐλθὼν μετανόησον ὑπὲρ τοῦ σφάλματος τούτου· καὶ κάθου εἰς τὴν μονὴν ἐργαζόμενος τὸ ἴδιόν σου ἔργον· οὐ συμφέρει γάρ σοι τοῦτο τὸ ἔργον ἔτι ποιεῖν.» Ἐποίησε δὲ ὁ ἀδελφὸς ἐκεῖνος οὕτως καθὼς εἶπεν αὐτῷ ὁ μέγας. Ἔταξε δὲ λοιπὸν ὁ γέρων εἰς τὴν διακονίαν πασῶν τῶν ἀποκρίσεων τῆς μονῆς τὸν ἅγιον Ζακχαῖον, ἄνδρα ἀγαθὸν καὶ πάντα ἔπαινον ἀνθρώπων τῇ τῶν ἀγαθῶν πράξεων ἀποδείξει νικῶντα.