Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Πτώσεις αδελφών, δαιμονικές απάτες και η αναγκαιότητα της πνευματικής διάκρισης

Η άρνηση της πίστης από αδελφό που αιχμαλωτίστηκε, οι μεθοδείες και οι απατηλές εμφανίσεις των δαιμόνων, και η έγκαιρη παρέμβαση του αγίου προς ενίσχυση του κοινοβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 14 από 16

76. Ἦν τις ἀδελφὸς ἀσκήσας καθ’ ἑαυτὸν τῶν πάνυ ἐπισήμων. Οὗτος ἀκούσας τὸν βίον τοῦ ἁγίου πατρὸς ἡμῶν Παχωμίου παρεκάλεσεν αὐτὸν δέξασθαι αὐτὸν εἰς τὸ κοινόβιον. Δεξαμένου δὲ αὐτὸν τοῦ μεγάλου, ποιήσας ὀλίγον χρόνον μετὰ τῶν ἀδελφῶν ἐπεθύμει μαρτυρῆσαι, τοῦ κόσμου εἰρηνεύοντος καὶ τῆς ἐκκλησίας προκοπτούσης καὶ τῇ τοῦ Θεοῦ χάριτι εἰρηνευούσης, Κωνσταντίνου τοῦ μακαρίου καὶ χριστοφόρου τότε βασιλεύοντος.

Οὗτος οὖν συνεχῶς παρεκάλει τὸν μακάριον λέγων· «Εὖξαι, ἀββᾶ, ὑπὲρ ἐμοῦ, ἵνα γένωμαι μάρτυς.» Ὁ δὲ μέγας ἐνουθέτει αὐτὸν μὴ συγχωρῆσαι ἔτι τὸν λογισμὸν τοῦτον ἐμβῆναι εἰς τὴν καρδίαν αὐτοῦ. Ἔλεγε δὲ αὐτῷ· «Ἀδελφέ, ὑπόμεινον τὸν ἀγῶνα τοῦ μοναχοῦ γενναίως καὶ ἀμώμως, κατὰ τὴν τοῦ Χριστοῦ εὐαρέστησιν τὸν βίον σου κατορθώσας, καὶ ἕξεις ἐν οὐρανοῖς τὴν μετὰ τῶν μαρτύρων κοινωνίαν.» Ἐκείνου δὲ καθ’ ἑκάστην ἐπιτείνοντος τὴν ἐπιθυμίαν εἰς τοῦτο καὶ ὀχλοῦντος τὸν ἅγιον ἵνα εὔξηται ὑπὲρ τούτου, ἀποσείσασθαι τὴν τοιαύτην ὄχλησιν αὐτοῦ βουλόμενος ὁ μέγας εἶπεν αὐτῷ· «Ἔστω, ἐγὼ εὔχομαι. Πλὴν εἰ τοῦτο θέλεις, καταλήψεταί σε· ἀσφαλίζου δὲ ἑαυτόν, μή ποτε ἐλθούσης τῆς ὥρας ἀντὶ τοῦ μαρτυρῆσαι εὑρεθῇς ἀρνούμενος τὸν Χριστόν. Ἀληθῶς γὰρ σὺ σφάλλῃ αὐτομολεῖν βουλόμενος εἰς πειρασμόν, τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ κελεύοντος ἡμῖν προσεύχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν.» Καὶ ταῦτα εἰπὼν παρήγγειλεν αὐτῷ ἀσφαλίσασθαι ἑαυτὸν καὶ μὴ φρονεῖν τοῦτο μηκέτι.

Ἐγένετο δὲ μετὰ δύο ἔτη ἀποσταλῆναί τινας τῶν ἀδελφῶν παρὰ τοῦ μεγάλου εἰς ἀνωτέραν αὐτῶν κώμην θρύα συλλέξαι εἰς λόγον τῶν ψιαθίων τῆς μονῆς. Αὕτη δὲ ἡ κώμη πρόσκειται τοῖς βαρβάροις τοῖς λεγομένοις Βλέμμυες. Καὶ τυγχανόντων ἐκεῖσε ἔτι τῶν ἀδελφῶν περὶ νῆσόν τινα ἐν ᾗ πολλὰ θρύα ὑπῆρχεν, ἀπέστειλε πρὸς αὐτοὺς ὁ μακάριος τὸν ἀδελφὸν τὸν ἐπιθυμοῦντα μαρτυρῆσαι, δαπάνας ὀλίγας ἀπενεγκεῖν τοῖς ἀδελφοῖς, παραγγείλας αὐτῷ ἀσφαλίσασθαι ἑαυτὸν καὶ εἰπὼν τὸ γεγραμμένον δι’ αἰνίγματος ὅτι· «Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία.» Ὁ δὲ λαβὼν ὄνον γεγομωσμένον δαπανῶν, πρὸς τοὺς ἀδελφοὺς ἐπορεύετο.

Γενομένου δὲ αὐτοῦ περὶ τὴν ἔρημον, κατελθόντες ἀπὸ τοῦ ὄρους οἱ βάρβαροι ἐπὶ τὸ ὑδρεύσασθαι ἀπαντῶσιν αὐτόν· καὶ κατενέγκαντες αὐτὸν ἀπὸ τοῦ ὄνου ἔδησαν τὰς χεῖρας αὐτοῦ· καὶ λαβόντες τὸν ὄνον μετὰ τῶν σκευῶν, ἀνήνεγκαν αὐτὸν εἰς τὸ ὄρος πρὸς τοὺς ἄλλους βαρβάρους.

77. Ἰδόντες δὲ αὐτὸν οἱ βάρβαροι ἐρχόμενον μετὰ τοῦ ὄνου, ἤρξαντο χλευάζειν αὐτὸν λέγοντες· «Μονάζον, ἐλθὲ καὶ προσκύνησον τοῖς θεοῖς ἡμῶν.» Σφαξάντων δὲ αὐτῶν ζῷα, σπονδὰς ἐποίησαν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἀγαγόντες τὸν μοναχὸν ἠνάγκαζον αὐτὸν συσπεῖσαι αὐτοῖς. Μὴ βουλομένου δὲ αὐτοῦ τοῦτο ποιῆσαι, μετὰ θυμοῦ προσῆλθον αὐτῷ κατέχοντες γυμνὰ τὰ ξίφη αὐτῶν καὶ ἀπειλοῦντες ὡς, εἰ μὴ βούλοιτο θῦσαι τοῖς θεοῖς αὐτῶν καὶ σπεῖσαι αὐτοῖς σπονδάς, εὐθὺς ἀνελεῖν αὐτόν. Ὁ δὲ ἰδὼν γυμνὰ τὰ ξίφη καὶ τὸ ἦθος αὐτῶν τὸ ἄγριον, εὐθὺς λαβὼν τὸν οἶνον ἔσπεισε τοῖς εἰδώλοις αὐτῶν καὶ ἔφαγε μετ’ αὐτῶν ἐκ τῶν κρεῶν τῶν εἰδωλοθύτων.

Καὶ φοβηθεὶς τὸν τοῦ σώματος ἀποθανεῖν θάνατον τὴν ἀθάνατον ἀπέκτεινε ψυχήν, τὸν δεσπότην πάντων Θεὸν ἀρνησάμενος. Ποιήσαντος δὲ αὐτοῦ τοῦτο, ἀπέλυσαν αὐτὸν οἱ Βλέμμυες. Ὁ δὲ κατελθὼν ἐκ τοῦ ὄρους καὶ ἐλθὼν εἰς ἑαυτὸν ἔγνω τὴν ἀνομίαν αὐτοῦ, μᾶλλον δὲ τὴν ἀσέβειαν ἣν ἐποίησε.

Καὶ σχίσας ἑαυτοῦ τὰ ἱμάτια μετὰ τὸ τύψαι πολλὰ τὸ πρόσωπον αὐτοῦ ἔρχεται εἰς τὴν μονήν. Γνοὺς δὲ ὁ μακάριος τὸ συμβὰν αὐτῷ, ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ πάνυ λυπούμενος. Ὁ δὲ ἰδὼν αὐτὸν προσερχόμενον αὐτῷ, βάλλει ἑαυτὸν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, κράζων μετὰ κλαυθμοῦ· «Ἥμαρτον τῷ Θεῷ καὶ σοί, ὦ πάτερ, ὅτι οὐκ ἤκουσά σου τῆς ἀγαθῆς συμβουλίας οὐδὲ μὴν τῆς νουθεσίας σου. Εἰ γὰρ ἤκουόν σου, οὐκ ἂν ταῦτα ὑπέστην.» 78. Ὁ δὲ μέγας ἀκούσας ἔφη πρὸς αὐτόν· «Ἀνάστα, ἄθλιε· σεαυτὸν ἀπέκλεισας ἀπὸ τοσούτων ἀγαθῶν, ὦ ταλαίπωρε. Ἀληθῶς ἐπετέθη σοι στέφανος, καὶ ἀπέρριψας αὐτὸν ἀπὸ σοῦ. Ἕτοιμος ὑπῆρχες συναριθμεῖσθαι τοῖς ἁγίοις μάρτυσι, καὶ σεαυτὸν ἀπεσχοίνισας τῆς μακαρίας αὐτῶν κοινωνίας. Ὁ δεσπότης Χριστὸς παρῆν μετὰ τῶν ἁγίων αὐτοῦ ἀγγέλων τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς σου βουλόμενος θεῖναι, καὶ τοῦτον ἠρνήσω διὰ ῥοπὴν ὥρας· καὶ θάνατον, ὃν μέλλεις ὑφίστασθαι καὶ μὴ θέλων, φοβηθεὶς ἐξέπεσας τοῦ Θεοῦ σου, τὴν αἰώνιον ζωὴν ἀπολέσας.

Ποῦ οἱ πρὸ τούτου σου λόγοι; ποῦ ἡ ὄρεξίς σου;» Εἰπόντος δὲ ἐκείνου· «Ἥμαρτον κατὰ πάντα, ὦ πάτερ, καὶ οὐ δύναμαι ἔτι εἰς τὸν οὐρανὸν ἐπᾶραι τὸ πρόσωπόν μου. Ἀπωλόμην, ὦ πάτερ· οὐκ ἔστιν ἀπὸ τοῦ νῦν ὑπόστασίς μοι τοῦ δυνηθῆναι μετανοῆσαι. Τί ποιήσω, ὦ πάτερ; Οὐ προσεδόκουν οὕτως γενέσθαι·» ταῦτα δὴ λέγοντος αὐτοῦ καὶ κλαίοντος, ἔφη ὁ μέγας πρὸς αὐτόν· «Σὺ μέν, ὦ ἄθλιε, παντελῶς ἑαυτὸν ἀλλότριον τοῦ Κυρίου κατέστησας. Ἀγαθὸς δέ ἐστιν ὁ Κύριος, καὶ οὐδέποτε συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστὶ καὶ τὰς ἁμαρτίας ἡμῶν δύναται καταποντίσαι εἰς τὰ βάθη τὰ τῆς θαλάσσης, ὅτι καθ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως μακρύνει ἀφ’ ἡμῶν τὰς ἁμαρτίας ἡμῶν. Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, καὶ τὸν πεσόντα μὴ ἐμμένειν τῷ πτώματι, ἀλλ’ ἀναστῆναι, καὶ τὸν ἀποστρέφοντα μὴ μακρυνθῆναι, ἀλλ’ ἐπιστρέψαι διὰ τάχους πρὸς αὐτόν. Διὰ τοῦτο μὴ ἀπογνῷς σεαυτοῦ· ἔστι γὰρ ἐλπὶς σωτηρίας. Ἐὰν γὰρ ἐκκοπῇ δένδρον, φησί, πάλιν ἀνθήσει.

Ἐὰν οὖν θέλῃς ἀκοῦσαί μου κατὰ πάντα ἃ ἂν εἴπω σοι, ἕξεις τὴν συγχώρησιν παρὰ τοῦ Θεοῦ.» Ὁ δὲ κλαίων ἔλεγεν· «Ἀκούω σου, πάτερ, ἐν πᾶσιν ἀπὸ τοῦ νῦν.» Καὶ κελεύει αὐτὸν ὁ μέγας ἀναχωρήσαντα εἰς ἥσυχον κελλίον ἀποκλεῖσαι ἑαυτὸν καὶ μηδενὶ συντυχεῖν ἕως θανάτου αὐτοῦ, καὶ ὑπὲρ μίαν ἐσθίειν αὐτὸν ἄρτον καὶ ἅλας μόνον, καὶ ὕδατος μόνου μεταλαμβάνειν εἰς ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, δύο δὲ ψιάθια ποιεῖν καθ’ ἑκάστην ἡμέραν, καὶ ἀγρυπνεῖν μὲν ὅσον δύναται, εὔχεσθαι δὲ ὅσον ἰσχύει, κλαυθμοῦ δὲ μὴ ἀπολείπεσθαι καθόλου.

Ὁ δὲ ἀναχωρήσας ὡς προσέταξεν αὐτῷ ὁ μακάριος, ἐδιπλασίασε πάντα ὅσα εἶπεν αὐτῷ ποιῆσαι. Οὐδενὶ δὲ συνετύγχανεν, εἰ μὴ μόνον τῷ μεγάλῳ καὶ Θεοδώρῳ καὶ ὀλίγοις τῶν μεγάλων γερόντων. Ποιήσας δὲ δεκαετῆ χρόνον οὕτως ἀγωνιζόμενος, ἐκοιμήθη τῇ τοῦ Θεοῦ χάριτι καλῶς, μαρτυρήσαντος τῇ ἀναπαύσει αὐτοῦ τοῦ μεγάλου.

79. Ἐρχόμενος δὲ ὁ ἅγιος Παχώμιος εἰς τὴν μονὴν τὴν λεγομένην Ταβέννησιν ἅμα Θεοδώρῳ καὶ Κορνηλίῳ καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, ἔστη βραχὺ ἐν τῇ ὁδῷ· καὶ ὥσπερ πυθόμενος παρά τινος αἰτίαν τινὰ καὶ ἐγνωκὼς τῷ πνεύματι ἀμεληθεῖσαν ἐντολὴν ἐν τῇ μονῇ—ἦν γὰρ παραδεδωκὼς ὥστε τοὺς ἐν τῷ ἀρτοποιείῳ ἐργαζομένους τὴν προσφορὰν μηδέποτε λαλεῖν περιττά, ἀλλὰ καθ’ ἑαυτοὺς μελετᾶν τὴν πρέπουσαν ἐντολήν— καλεῖ τὸν Θεόδωρον (αὐτὸς γὰρ ἦν φροντίζων τῆς μονῆς ἐκείνης) καὶ λέγει αὐτῷ· «Ἀπελθὼν κατὰ σχολὴν μάθε ἀκριβῶς εἴ τινες ἑσπέρας ἐν τῷ ἀρτοκοπείῳ ὡμίλησαν· καὶ ἀσφαλισάμενος ἀνάγγειλόν μοι.» Ὁ δὲ ἀνακρίνας εὗρε μὲν οὕτως καὶ τῷ προστατεύοντι ἐγνώρισεν. Ὁ δὲ Παχώμιος λέγει· «Νομίζουσιν οἱ ἀδελφοὶ ἀνθρωπίνας εἶναι τὰς παραδόσεις, ἀγνοοῦντες ὅτι καὶ περὶ τῶν ἐλαχίστων κίνδυνος οὐχ ὁ τυχὼν τοῖς ἀμελοῦσιν ἀπόκειται. Ἑπτὰ ἡμερῶν σιωπὴν ὁ Ἰσραὴλ ἐν Ἱεριχὼ ἀσμένως καταδεξάμενος, εἶτα τῷ ὁρισθέντι καιρῷ ἀνακράξας τήν τε πόλιν ἀνεῖλε καὶ τὴν ἐντολὴν τοῦ Θεοῦ παρὰ ἀνθρώπου δοθεῖσαν οὐ παρέβη. Καὶ νῦν τηρείτωσαν αὐτοὶ τοῦ λοιποῦ ταύτην ἡμῶν τὴν ἐντολήν, καὶ τὸ ἁμάρτημα συγχωρηθήσεται αὐτοῖς. Καὶ γὰρ καὶ ἡμεῖς ὠφέλιμον οὖσαν τὴν διδασκαλίαν παρεδώκαμεν.» Εἰσελθὼν δὲ αὐτὸς ἐκαθέσθη πρὸς τὸ ἔργον τῶν ὑφαινομένων ψιαθίων.

Καὶ ἐλθὸν παιδίον τυπωθὲν πρὸς ὑπηρεσίαν τῆς ἑβδομάδος ὁρᾷ ἐργαζόμενον τὸν μέγαν καὶ λέγει αὐτῷ· «Μὴ στρέφε οὕτως τὸ λῶμα. Κακῶς ἐργάζῃ. Ὁ ἀββᾶς Θεόδωρος ἄλλον τύπον ὑφαίνει.» Καὶ ἀναστὰς λέγει αὐτῷ· «Καὶ δίδαξόν με τὸν τύπον, τέκνον.» Καὶ διδαχθεὶς πάλιν ἐκαθέσθη ἐργάζεσθαι σὺν εὐθυμίᾳ πολλῇ, καταστέλλων καὶ ἐν τούτῳ τὸ πνεῦμα τῆς ὑπερηφανίας. Εἰ γὰρ ἦν τὸ τῆς σαρκὸς φρόνημα κεκτημένος, οὐκ ἂν ἐπείσθη· ἀλλὰ γὰρ καὶ ἐπετίμησεν αὐτῷ ὑπὲρ τὰ μέτρα λαλήσαντα τὸν παῖδα.

80. Σχολῆς οὖν τινος αὐτῷ ἀπὸ τῆς ὀχλήσεως τῶν ξένων καὶ τῶν ἀδελφῶν γενομένης, πρόσεισιν ὁ δαίμων καὶ στὰς ἐξ ἐναντίας· «Χαίροις, ἔφη, Παχώμιε· ἐγὼ γάρ εἰμι ὁ Χριστὸς καὶ ἦλθον πρὸς σὲ τὸν ἐμὸν φίλον.» Αὐτὸς δὲ τῇ διακρίσει τοῦ ἁγίου Πνεύματος τὰς τοῦ πονηροῦ ἐκκλίνων ὀπτασίας, διελογίζετο καθ’ ἑαυτὸν λέγων· «Ἡ ἐπιστασία τῆς τοῦ Χριστοῦ ἁγιότητος πλήρης ὑπάρχει χαρᾶς, φόβου τε παντὸς ἐλευθέρα ἐστί, παραυτίκα τῶν ἀνθρωπίνων λογισμῶν ἁπάντων ἀφανιζομένων πρὸς τὴν θεωρίαν τοῦ ἐπιφαινομένου. Ἐγὼ δὲ νῦν θορύβου τε μεστός εἰμι καὶ διαλογίζομαι.» Παραχρῆμα οὖν ἀναστὰς καὶ τῇ εἰς Χριστὸν πίστει θάρσος ἀναλαβὼν ἐξέτεινε τὴν χεῖρα τοῦ κρατῆσαι αὐτόν· καὶ ἐμφυσήσας τῷ πνεύματι ἔλεγεν· «Ἄπελθε ἀπ’ ἐμοῦ, διάβολε· ἐπικατάρατός συ καὶ ἡ ὅρασίς σου καὶ ἡ τέχνη τῶν βουλευμάτων σου.» Γενόμενος δὲ ὡσεὶ κονιορτὸς ἐπλήρωσεν ἀηδίας τὸ οἴκημα καὶ αὐτὸν τὸν ἀέρα συνέχεε κράζων πρὸς αὐτὸν φωνῇ μεγάλῃ· «Ἄρτι ἄν σε ἐκέρδησα, πρὸς τοῖς ποσὶ τοῖς ἐμοῖς καταρράξας· ἀλλ’ ἡ δύναμις τοῦ Χριστοῦ μεγάλη ἐστί, καὶ παίζομαι ὑφ’ ὑμῶν καθ’ ἑκάστην· ἀλλ’ οὐ παύσομαι πολεμῶν· δεῖ γάρ με τὸ ἐμὸν ἔργον ἐπιτελεῖν.» Ὁ δὲ Παχώμιος ἰσχυροποιηθεὶς τῷ πνεύματι ἀνθωμολογεῖτο τῷ Κυρίῳ εὐχαριστῶν ἐπὶ ταῖς ἐξαισίαις αὐτοῦ περὶ αὐτὸν δωρεαῖς.

81. Καὶ δὴ μιᾷ νυκτὶ ἐν τῇ μονῇ ταύτῃ περιπατῶν ὁ μέγας μετὰ τοῦ Θεοδώρου ἄφνω ὁρᾷ ἀπὸ μήκους φαντασίαν τινὰ μεγάλην καὶ ἀπάτης πολλῆς πεπληρωμένην. Ἦν γὰρ τὸ σχῆμα γυναικὸς κάλλος ἐχούσης ἀμήχανον, ὡς μὴ δύνασθαι μήτε τὸ σχῆμα μήτε τὴν θέσιν μήτε τὴν θέαν τῆς προσούσης αὐτῇ διηγήσασθαι φαντασίας. Ταύτην οὖν ἰδὼν ὁ Θεόδωρος ἐταράχθη λίαν καὶ ἠλλοιοῦτο τῷ προσώπῳ. Ὃν θεασάμενος ὁ μακάριος οὕτω δειλιῶντα· «Θάρσει, ἔλεγεν αὐτῷ, ἐν Κυρίῳ, Θεόδωρε, καὶ μὴ ἀγωνιάσῃς.» Καὶ ταῦτα εἰπὼν ἔστη εἰς προσευχὴν πρὸς τὸ τὴν ἔκπληκτον ἐκείνην ἀπελαθῆναι φαντασίαν. Ἱκετευόντων δὲ αὐτῶν, μᾶλλον καὶ μᾶλλον ἐκείνη κατ’ αὐτῶν ἐχώρει ἀναιδευομένη.

Ἐγγιζούσης δὲ αὐτῆς μετὰ πλήθους δαιμόνων προτρεχόντων ἔμπροσθεν αὐτῆς, καὶ τῆς δεήσεως τοῦ Παχωμίου ἔτι τελουμένης, ἐλθοῦσα πρὸς αὐτοὺς λέγει αὐτοῖς· «Τί μάτην κοπιᾶτε; Οὐ δύνασθε τέως κατ’ ἐμοῦ ποιεῖν οὐδέν· ἐξουσίαν γὰρ ἔλαβον παρὰ τοῦ παντοκράτορος Θεοῦ πειράζειν οὓς θέλω, καὶ πολὺν χρόνον ἔχω τοῦτο αἰτησαμένη παρὰ τοῦ Θεοῦ.» Ἠρώτα δὲ αὐτὴν ὁ ἅγιος Παχώμιος λέγων· «Εἰπέ μοι· σὺ γὰρ τίς εἶ; καὶ πόθεν ἧκας; καὶ τίνα ζητεῖς πειράσαι;» Ἡ δὲ ἔφη· «Ἐγώ εἰμι ἡ δύναμις τοῦ διαβόλου. Ἐμοὶ πᾶσα φάλαξ τῶν δαιμόνων δουλεύει. Ἐγώ εἰμι ἡ τοῦς ἁγίους φωστῆρας εἰς γῆν καταφέρουσα. Ἐγώ εἰμι ἡ σκυλεύσασα τὸν Ἰούδαν ἐκ τῆς ἀποστολικῆς παρεμβολῆς. Πρὸς σὲ οὖν, Παχώμιε, ἔλαβον ἐξουσίαν τοῦ πολεμῆσαι. Οὐκ ἠδυνήθην γὰρ στέξαι τῶν δαιμόνων τὸ ὄνειδος. Οὐδεὶς γάρ μέ ποτε οὕτως ἐξενεύρωσεν ὡς σύ. Παιδίοις γὰρ καὶ γέρουσι καὶ νεωτέροις διὰ τῆς διδαχῆς σου ὑποτάσσεις με, καὶ πατεῖσθαί με ὑπ’ αὐτῶν παρασκευάζεις· καὶ συνάξας κατ’ ἐμοῦ τοσοῦτον ὄχλον, τεῖχος ἀρραγὲς αὐτοῖς τὸν φόβον τοῦ Θεοῦ περιέθηκας, ὡς μὴ δύνασθαι λοιπὸν τοὺς ἡμετέρους ὑπηρέτας μετὰ παρρησίας πλησιάζειν τινὶ ὑμῶν. Ταῦτα δὲ πάντα συνέβη ἡμῖν διὰ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, ὃς ἔδωκεν ὑμῖν ἐξουσίαν, πᾶσαν ἡμῶν καταπατῆσαι τὴν δύναμιν καὶ ἐμπαίζειν ἡμῖν.» 82. Πρὸς ταῦτα τοῦ Παχωμίου λέγοντος· «Τί οὖν;

ἐμὲ μόνον ἦλθες πειράσαι, ὡς λέγεις, ἢ καὶ ἄλλους;» ἡ δὲ πρὸς αὐτόν· «Καὶ σέ, ἔφη, καὶ τοὺς κατὰ σὲ πάντας.» Πάλιν οὖν πρὸς αὐτὴν ὁ Παχώμιος· «Οὐκοῦν καὶ Θεόδωρον;» Ἡ δέ· «Καὶ κατὰ σοῦ καὶ κατὰ Θεοδώρου ἔλαβον ἐξουσίαν· ἀλλ’ οὐ δύναμαι ὑμῖν προσεγγίσαι τὸ σύνολον.» Εἰπόντων δὲ αὐτῶν· «Τίνος ἕνεκεν;» ἔφη πρὸς αὐτούς· «Ἐὰν πολεμῶ πρὸς ὑμᾶς, αἰτία ὑμῖν γίνομαι ὠφελείας μᾶλλον ἢ βλάβης, μάλιστα σοί, Παχώμιε, ὅτι σωματικοῖς ὀφθαλμοῖς κατηξιώθης θεατὴς γενέσθαι τῆς δόξης τοῦ Θεοῦ. Ἀλλ’ οὐκ εἰς τὸν αἰῶνα συνοικήσετε τούτοις, οὓς νῦν διὰ τῶν εὐχῶν τειχίζετε. Ἔσται γὰρ καιρὸς μετὰ τὴν ὑμετέραν τελευτὴν ὅτε χορεύσω ἐν αὐτοῖς. Ὑμεῖς γὰρ ἐποιήσατε καταπατεῖσθαί με ὑπὸ τοὺς πόδας τοσούτου πλήθους μοναχῶν.» Ὁ δὲ μέγας πρὸς αὐτὴν ἔφη· «Πόθεν οἶδας ὅτι οἱ μεθ’ ἡμᾶς οὐ πλέον ἡμῶν ἔσονται γνησίως δουλεύοντες τῷ Κυρίῳ πρὸς τὸ δύνασθαι ἀσφαλίσασθαι τοὺς ὕστερον τῷ τοῦ Κυρίου φόβῳ προσιόντας;» —«Οἶδα, ἔφη, τοῦτο.» —«Ψεύδῃ κατὰ τῆς ἀνοσίου σου κεφαλῆς, εἶπεν ὁ Παχώμιος, μηδὲν ὅλως προγνωστικὸν ἔχουσα. Θεῷ γὰρ μόνῳ τοῦτο ἕπεται καὶ ἴδιόν ἐστι τῆς αὐτοῦ ἐξουσίας καὶ δυνάμεως· σὺ δὲ τοῦ ψεύδους ἄρχεις.» Ἡ δὲ ἔφη· «Κατὰ πρόγνωσιν μέν, κατὰ τὸν σὸν λόγον, οὐδὲν ἐπίσταμαι· στοχαζομένη δὲ λέγω σοι ὅτι οἶδα.» Εἰπόντος δὲ τοῦ μακαρίου· «Καὶ πῶς στοχάζῃ;»

φησὶ πρὸς αὐτόν· «Ἐκ τῶν προλαβόντων καὶ τὰ ἐσόμενα τεκμαίρομαι.» Πάλιν οὖν πρὸς αὐτήν· «Πῶς;» Ἡ δέ φησι πρὸς αὐτόν· «Παντὸς μὲν πράγματος ἡ ἀρχὴ ἐπιτεταμένῳ πόθῳ πρὸς τὰ σπουδαζόμενα ἔχει τὸ εὔτονον· μάλιστα δὲ ἐπὶ θείας φυτείας καὶ οὐρανίου κλήσεως, ἥτις θελήματι Θεοῦ βεβαιοῦται, τέρασί τε καὶ σημείοις καὶ ποικίλαις δυνάμεσι τοὺς μετερχομένους αὐτὴν ἀσφαλιζομένη. Παλαιουμένη δὲ καὶ γηράσκουσα τῆς αὐξήσεως ἀπολήγει ἢ χρόνῳ ἀναλισκομένη ἢ ῥᾳθυμίᾳ μαραινομένη ἢ καταφρονήσει ἀμβλυνομένη.» 83. Ἐρωτῶντος δὲ αὐτὴν τοῦ μεγάλου· «Τί οὖν ὅτι, ὡς φής, τοὺς μεγάλους ἦλθες πειράσαι καὶ οὐχὶ πάντας τοὺς ἀδελφούς, εἴπερ, ὡς λέγεις, ἴδιόν σου ἔργον ἐστὶν ἀπώλεια ψυχῶν καὶ ὑπερβάλλεις πάντας τοὺς δαίμονας εἰς κακίαν καὶ τοσοῦτον ἰσχύεις πρὸς τηλικούτους ἄνδρας;» ἀποκριθεῖσα λέγει· «Ἤδη μέν σοι προλαβοῦσα εἶπον, ὅτι ἀφ’ οὗ ἡ παντοδύναμος τοῦ Χριστοῦ ἐπὶ γῆς γέγονε σωτήριος ἐνανθρώπησις, ἡμεῖς ἄτονοι γεγόναμεν, ὥστε ἡμᾶς παρὰ τῶν πιστευόντων εἰς αὐτὸν ὡς στρουθίον ἐμπαίζεσθαι καὶ καταγελᾶσθαι. Ἀλλ’ εἰ καὶ ἀσθενεῖς γεγόναμεν, οὐκ ἀργοῦμεν, ἐν οἷς ἰσχύομεν, τῆς ἐνεργείας ἡμῶν.

Οὔτε μὴν ἡσυχάσομεν τοῦ ἀντικεῖσθαι ὑμῖν, σπείροντες μὲν τὴν οἰκείαν κακίαν ἐν ταῖς ψυχαῖς τῶν ἀγωνιστῶν· καὶ μάλιστα ἐπὰν γαργαλίζοντες γνῶμεν ἡδόμενον, πλέον ὑπεκκαίομεν τὰς ἡδονὰς καὶ ὡς δυνατοὶ καὶ δυσμαχώτατοι ἐπεμβαίνομεν αὐτῷ.

Ἐὰν δὲ τοὐναντίον τὰ παρ’ ἡμῶν οὐ προσιέμενον ἴδωμεν οὔτε μὴν ἡδέως καταδεχόμενον, ἀλλὰ πίστει τῇ εἰς Χριστὸν καὶ τῷ νηφαλέῳ τῆς διανοίας ἑαυτὸν τειχίζοντα, ὡς καπνὸς διαλυόμενος εἰς ἀέρα χωροῦμεν. Τούτου δὲ ἕνεκεν παντὶ σθένει πρὸς πάντας οὐ συγχωροῦμαι προσβαλεῖν διὰ τὸ μὴ πάντας δύνασθαι τελείως φέρειν τὸν ὑπ’ ἐμοῦ πόλεμον. Εἰ γὰρ συνεχωρούμην πρὸς ἅπαντας τοῦτο ποιεῖν, πολλοὺς ἂν ἐπερειδομένους τῇ ὑμετέρᾳ σκέπῃ ἐξηπάτησα. Καὶ τί πάθω ὅτι φρουροῦνται τῇ προνοητικῇ καὶ ἐποπτικῇ δυνάμει τοῦ ἐσταυρωμένου ταῖς ὑμετέραις εὐχαῖς.» Τότε ὁ ἅγιος μεγάλῃ τῇ φωνῇ σὺν στεναγμῷ πολλῷ λέγει πρὸς αὐτήν· «Ὢ τῆς ἀκοιμήτου ὑμῶν κακίας. Οὐ παύεσθε τοῦ λοιποῦ κατὰ τοῦ γένους τῶν ἀνθρώπων μαινόμενοι, ἕως ἂν πάλιν ἡ θεία καὶ ἀθάνατος κορυφὴ ἐλθοῦσα ἐξ οὐρανοῦ τέλειον ἀναλώσῃ ὑμᾶς;» Καὶ ταῦτα εἰπὼν ἐπετίμησε τῇ φάλαγγι τῶν δαιμόνων· καὶ τῷ ὀνόματι τοῦ Χριστοῦ παραχρῆμα διεσκέδασεν αὐτὴν καὶ κατέστησεν ἀφανῆ.

Πρωΐας οὖν γενομένης, συγκαλεσάμενος ἅπαντας τοὺς καὶ βίῳ καὶ χρόνῳ προὔχοντας ἀδελφούς, διηγήσατο ἅπαντα ὅσα τε εἶδε καὶ ἤκουσε παρὰ τοῦ ὀλεθρίου δαίμονος. Ἐγνώρισε δὲ καὶ τοῖς ἀπολειφθεῖσι, δι’ οἰκείων γραμμάτων ἀσφαλιζόμενος αὐτοὺς τῷ φόβῳ τοῦ Θεοῦ καὶ διδάσκων μηδὲν ἡγεῖσθαι τὰ τῶν πονηρῶν δαιμόνων φαντάσματα. Οἵτινες ἀκούσαντες καὶ θεωροῦντες τὰ παρ’ αὐτοῦ διὰ τῆς χάριτος τοῦ Χριστοῦ γινόμενα θαύματα, ἐστηρίζοντο κραταιῶς καὶ ὑπέμενον προθύμως τὸν πόνον τῆς ἀσκήσεως.