Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Κοίμηση του αγίου Παχωμίου και επίλογος της βιογραφίας

Οι τελευταίες υποθήκες του αγίου προς τους μαθητές του, η παράδοση της ηγεσίας, η ταφή του και η επισφράγιση του κειμένου με παραινέσεις για μοναχική τελειότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 16 από 16

88. Πληροφορηθεὶς οὖν ὁ ἅγιος Παχώμιος ὅτι οὐκ ἀπέκρυψε τὸ τάλαντον, ἀλλὰ καὶ τούτους καὶ ἄλλους πλείονας τελείους τῷ Κυρίῳ προέπεμψεν, ἑορτὴν ἦγεν ἐπὶ ταῖς πεφυτευμέναις αὐτῷ τοῦ σωτῆρος σκηναῖς, ἐν αἷς ὁ τῶν ἁγίων ἀνδρῶν τούτων ηὐλίσθη κατάλογος. Μετὰ δὲ τὴν ἁγίαν καὶ σεβάσμιον τοῦ πάσχα ἑορτήν, πολλῶν ἀδελφῶν διαφόρως τελειωθέντων, τέλος καὶ αὐτὸς ἠρρώστησεν. Διηκόνει δὲ αὐτῷ ὁ Θεόδωρος, οὗ πολλάκις ἐμνήσθημεν. Καὶ ἐγένετο μὲν τῷ σώματι λεπτότατος σφόδρα· τῷ δὲ προσώπῳ λίαν ἔμενε φαιδρός, τὴν καθαρὰν τῆς ψυχῆς συνείδησιν ἐντεῦθεν χαρακτηρίζων τοῖς εἰς αὐτὸν ἀποβλέπουσι.

Πρὸ οὖν δύο ἡμερῶν τῆς αὐτοῦ τελειώσεως, συγκαλεσάμενος αὐτοῦ πάντα τὸν θεῖον κατάλογον, ἔφη αὐτοῖς· «Ἐγὼ μέν, ἀδελφοί, τὴν ὁδὸν τῶν πατέρων πορεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυρίου. Ὑμεῖς δὲ μνημονεύοντες ὧν ἠκούσατε ἀεὶ παρ’ ἐμοῦ παραινέσεων, νήφετε ἐν πᾶσι· καὶ μηδεμία ὑμῖν ἔστω κοινωνία πρὸς τὴν Ὠριγένους ἢ Μελετίου ἢ Ἀρείου ἢ τῶν λοιπῶν χριστομάχων αἵρεσιν ἢ ἄλλων ὧν ὑμῖν διεστειλάμην. Μετὰ τούτων δὲ συνδιάγειν σπουδὴ ἔστω ὑμῖν τῶν ὠφελούντων ὑμῶν τὰς ψυχάς. Ἐγὼ γὰρ ἤδη σπένδομαι καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Ἐκλέξασθε δὲ ἐπ’ ἐμοῦ καὶ τὸν δυνάμενον μετὰ Θεὸν ἄρχειν ὑμῶν.

Ἐγὼ μέντοι εἰς τοῦτο Πετρωνίου δοκιμώτερον οὐχ ὁρῶ. Ὑμέτερον δέ ἐστι τὸ συμφέρον ἐκλέξασθαι.» Ἀποδεξαμένων δὲ καὶ αὐτῶν τὴν συμβουλὴν τοῦ πατρός—καὶ γὰρ ἦν δυνατὸς τῇ πίστει, ταπεινὸς τῷ φρονήματι καὶ ἀγαθὸς τοῖς τρόποις— ἐποίησεν ὑπὲρ αὐτοῦ εὐχήν, διὰ τὸ καὶ αὐτὸν ἀρρωστοῦντα διάγειν ἐν τῇ καλουμένῃ Χηνοβοσκείων μονῇ. Καὶ αὐτῷ μέν, εἰ καὶ ἀπόντι, ὅμως τὴν ἐν Χριστῷ παρέδωκεν ἀδελφότητα.

Καὶ ἀποστείλας πρὸς τὸ παραγενέσθαι αὐτόν, σφραγίσας δὲ ἑαυτὸν καὶ ἱλαρῶς τῷ πρὸς αὐτὸν ἀποσταλέντι ἀτενίσας ἀγγέλῳ, τὴν ἁγίαν ἐκείνην ἀπέδωκε ψυχὴν τεσσαρεσκαιδεκάτῃ τοῦ μαΐου μηνός. Λαβόντες δὲ τὸ σῶμα οἱ τούτου μαθηταὶ καὶ καθαρίως κηδεύσαντες, τῇ ἐπαύριόν τε ἀγρυπνίαν ἐπιτελέσαντες, τῇ ἑξῆς ἔθαψαν αὐτὸν ἐν τῷ ὄρει.

89. Οἱ δὲ ἀποσταλέντες ἐπὶ τὸν Πετρώνιον ἤγαγον αὐτὸν ἔτι νοσοῦντα. Ὀλίγας δὲ ἡμέρας καὶ αὐτὸς κυβερνήσας τὴν ἀδελφότητα, τελευτᾷ ἐν εἰρήνῃ, καταλιπὼν ἀντ’ αὐτοῦ ἄνδρα δίκαιον καὶ θεοφιλῆ, Ὀρσίσιον τοὔνομα.

90. Ταῦτα δὲ ἡμεῖς γεγραφήκαμεν ἐκ πλειόνων ὀλίγα καὶ ἀντὶ μειζόνων αὐτοῦ κατορθωμάτων τὰ ἐλάχιστα, οὐχ ἵνα τοῖς ἁγίοις πατράσι τὸν ἔπαινον χαρισώμεθα—οὐ γὰρ ἐφίενται τῆς ἡμετέρας τιμῆς ἢ δόξης· ἀρκεῖ γὰρ αὐτοῖς ὁ αἰώνιος ἔπαινος ὁ παρὰ Κυρίου καὶ τῶν ἀγγέλων γενόμενός τε καὶ τελεώτερον ἐσόμενος· λάμψουσι γὰρ ὡς ὁ ἥλιος τῷ φωτὶ τοῦ Χριστοῦ ἐντρυφήσοντες, ὃς ἀεὶ τοὺς δοξάζοντας αὐτὸν δοξάζει—ἀλλ’ ἵνα καὶ ἡμεῖς μιμηταὶ κατὰ δύναμιν αὐτῶν γινώμεθα, ἐκ τῆς ἀκοῆς εἰς ζῆλον αὐτῶν ἐπαγόμενοι, εὐχαῖς καὶ πρεσβείαις τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων, δι’ οὓς ὁ δεσπότης ἡμῶν δοξάζεται Χριστός, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

91. Παρακαλῶ τοιγαροῦν τοὺς ἐντυγχάνοντας μὴ ἀπιστεῖν τῷ διηγήματι τούτῳ. Εἰ δέ τις τῶν ἀναγινωσκόντων ἔροιτο περὶ τῶν ἑκάστοτε λόγων τῆς προσευχῆς αὐτοῦ φάσκων· «Πόθεν ὑμῖν συγγραφεῦσιν ἡ τούτων γνῶσις;» μνημονευσάτω τῶν παρ’ ἡμῶν ἀνωτέρω λεχθέντων, ὅτιπερ παρὰ πατέρων ἁγίων ἐγνώκαμεν ταῦτα, μετὰ ἀκριβείας ἐξετάσαντες. Αὐτὸς γὰρ ὁ μακάριος πολλάκις ἐξηγούμενος τοῖς ἀδελφοῖς τὰ πρὸς ὠφέλειαν, τούς τε λογισμοὺς ἐφανέρου αὐτοῖς, καὶ ὅπως περὶ ἑκάστου αἰτήματος δεῖ προσεύχεσθαι ἐδίδασκεν ἀφθόνως. Οὐ μόνον δὲ τούτοις, ἀλλὰ καὶ πᾶσι τοῖς πρὸς αὐτὸν παραγινομένοις μοναχοῖς παρῄνει πιστεύειν εἰς τὸν σωτῆρα Χριστὸν καὶ ἀγαπᾶν αὐτόν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ λογισμῶν ἀτόπων καὶ σαρκικῶν ἡδονῶν, φεύγειν τε κενοδοξίαν καὶ ἀδιαλείπτως προσεύχεσθαι, ὥστε ἀγαπᾶν ἀλλήλους. Πρὸς ταύτην γὰρ ἡμᾶς καὶ ὁ θεῖος ἀπόστολος ἐνάγων καὶ δεικνὺς αὐτῆς τὸ μέγεθος, Κορινθίοις γράφων ἔλεγεν· «Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.» Καὶ ὁ δεσπότης δὲ Χριστὸς πρὸς τοὺς ἀποστόλους ἔλεγεν· «Ἐν τούτῳ, φησί, γνώσονται πάντες ὅτι μαθηταί μου ἐστέ, ἐὰν ἀγαπᾶτε ἀλλήλους».

92. «Πολλοὶ μὲν γάρ, φησί, θαυμάζουσι τοὺς δυναμένους θεραπεύειν τὰ σώματα· ἐγὼ δὲ οὐ τούτους τοσούτου θαύματος ἀξίους κρίνω ὡς τοὺς τελείους ἀποσπᾶν ἰδιώτας καὶ ἀπὸ κακίας εἰς ἀρετὴν τὰς ψυχὰς ἐπιστρέφοντας. Οὐ κρίνεται γάρ, φησίν, ἀγαπητοί, διὰ τί τὸ καὶ τὸ οὐκ ἐπεδείξατο θαῦμα. Κρίνεται δὲ ἐὰν τὴν ὁμοίωσιν ἔχῃ τῶν ἐν τῷ ψαλμῷ ὑπὸ τοῦ Πνεύματος κατακρινομένων λέγοντος· Οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Πῶς γὰρ δύναται τὸν πλησίον ἀγαπᾶν ὁ μὴ τὸν Θεὸν ἀεὶ προορώμενος, κατὰ τὸν μακάριον Δαυὶδ τὸν λέγοντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ;» 93. «Ἀναγκαῖον δέ ἐστιν, ἔλεγε, καὶ φίλον Θεῷ, τὸ τοὺς παῖδας ἔτι πονηρίας ἀπηλλαγμένους ταῦτα ἀκούειν συχνότερον, καὶ πραγμάτων προβεβηκότων ἐκδιδάσκεσθαι τούτῳ τῷ κανόνι στοιχεῖν, πρὸς τὰ ἄνω πρὸ τῆς ἡλικίας τὸ καλὸν ζηλώσαντας, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι καταντῶντας εἰς τελειότητα, ὡς ὁ μακάριος Σαμουὴλ τῷ ναῷ προσεδρεύων. Καὶ γὰρ καθαρὰ γῆ ἑτοίμη πρὸς φυτουργίαν ἐστίν· ἡ δὲ χέρσος, διὰ πολλῶν μόχθων καθαρθεῖσα, τηνικαῦτα φύεται. Φυλάττειν οὖν ἡμᾶς χρὴ τὸ περὶ τοὺς νέους ἀπρόσκοπον, ὅπως ὁ φυλάσσων τὰ νήπια Κύριος διαφυλάξῃ καὶ ἡμῶν τὴν ψυχὴν ὡς κόρην ὀφθαλμοῦ· ᾧ γὰρ μέτρῳ μετρεῖτε, φησί, μετρηθήσεται ὑμῖν. Μὴ τοίνυν, ἀγαπητοί, τολμήσῃ τις ψυχὴν βλάψαι μηδὲ ἑνὶ λόγῳ ἀργῷ.

Ὅπως δὲ δεῖ τούτους φυλάττειν, οὐ χρεία λόγων μακρῶν. Τέλος γὰρ λόγου, φησί, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, καὶ ἔσῃ τέλειος μοναχός. Ἐνῆν μὲν οὖν καὶ ἕτερα εἰπεῖν πρὸς ὑμᾶς, ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον κοπῶμεν ὑμᾶς, καταπαύσωμεν τὸν λόγον. Ὁ δὲ Θεὸς τῆς εἰρήνης στηρίξαι ὑμᾶς, ἀδελφοί, εἰς τὸν φόβον αὐτοῦ· ἀμήν.»