Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Σχέσεις με την Εκκλησία, ορθόδοξη στάση και ίδρυση γυναικείας μονής

Η υποδοχή του Μεγάλου Αθανασίου, η καταδίκη των συγγραμμάτων του Ωριγένη και η ίδρυση γυναικείου ασκητηρίου για την αδελφή του Παχωμίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 16

26. Κατὰ δὲ τὸν καιρὸν τοῦτον ἦρχε τῆς κατὰ Ἀλεξάνδρειαν ἐπισκοπῆς ὁ ἁγιώτατος Ἀθανάσιος. Ὃς σπουδὴν ἔχων τὰς τῆς ἄνω Θηβαΐδος καὶ Συήνης ἐκκλησίας τοῦ Θεοῦ ἐποπτεῦσαι καὶ διὰ τῆς πνευματικῆς αὐτοῦ διδασκαλίας ταύτας στηρίξαι, παρέπλεε τὴν Ταβέννησιν. Γνοὺς δὲ ὁ Παχώμιος ἐξῆλθε σὺν τοῖς ἀδελφοῖς ἐν χαρᾷ καὶ ἀγαλλιάσει ψυχῆς μετὰ ψαλμῶν καὶ ὕμνων τὸν τοῦ Θεοῦ ὑποδέξασθαι ἀρχιερέα. Ἦν δὲ ὄχλος περὶ αὐτὸν πολὺς ἀδελφῶν δοξαζόντων τὸν Θεὸν ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ. Ὁ δὲ Παχώμιος οὐκ ἐφανέρου ἑαυτόν, ἀλλ’ ἦν ὑποστελλόμενος καὶ κρυπτόμενος ἐν τῷ πλήθει τῶν ἀδελφῶν. Ὁ γὰρ τῆς Τεντύρων ἐκκλησίας ἐπίσκοπος παρεκάλει τὸν ἅγιον Ἀθανάσιον περὶ αὐτοῦ λέγων· «Ἔχω πατέρα μοναχῶν ἐν τοῖς ὑπ’ ἐμὲ τόποις, ἄνδρα θαυμαστὸν καὶ μέγαν καὶ ἀληθινὸν τοῦ Θεοῦ ἄνθρωπον. Διὸ ἱκετεύω τὴν σὴν ἁγιωσύνην καταστῆσαι αὐτὸν πατέρα πάντων τῶν μοναχῶν, λαβόντα τὸ τῆς ἱερωσύνης δῶρον.» Τούτου οὖν χάριν ἦν ὑποστελλόμενος ὁ γέρων καὶ κρυπτόμενος ἐν τοῖς ἀδελφοῖς, ἕως ὅτου παρῆλθεν ὁ Ἀθανάσιος.

Ἀκούων δὲ τὸν κατὰ Θεὸν αὐτοῦ ζῆλον καὶ τὴν ἐνάρετον πολιτείαν, καὶ τοὺς διωγμοὺς οὓς ἕνεκα τοῦ σωτῆρος ἐν τῇ πίστει τῆς ἀληθοῦς ὁμολογίας ὑπέμεινε, καὶ τὴν ἀγάπην αὐτοῦ τὴν πρὸς πάντας μέν, ἐξαιρέτως δὲ πρὸς τοὺς ἀδελφούς, σφόδρα ἔχαιρε.

Καὶ τοῦτον μὲν ἠσπάζετο δοξάζων τὸν Θεόν. 27. Τὸν Ὠριγένην δὲ ὡς βλάσφημον καὶ ἀποστάτην σφόδρα ἐμίσει καὶ ἐβδελύσσετο. Ὃς πρὸ Ἀρείου καὶ Μελετίου ὑπὸ Ἡρακλᾶ τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου τῆς ἐκκλησίας ἐρρίφη.

Οὗτος γὰρ ἐν τοῖς ἰδίοις συντάγμασι τὰ δοκοῦντα πιθανὰ τοῖς τῆς θείας γραφῆς ὀρθοῖς λόγοις ὥσπερ τινὰ δηλητήρια φάρμακα συνάψας, εἰς ἀπώλειαν τῶν ἁπλουστέρων πολλὰς βίβλους συνεφόρησε· καὶ καθάπερ οἱ ἰατροὶ τὰ πικρότατα φάρμακα μέλιτι ἀνακιρνῶντες οὕτως τοῖς κακοσίτοις προσφέρουσι, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτὸς συσκιάσας τὴν ἑαυτοῦ πλάνην τοῖς ἀσθενεστέροις μετέδωκε. Τοῖς γοῦν ἀδελφοῖς σφόδρα ἐνετείλατο μὴ μόνον μὴ ἀναγνῶναι τὰ Ὠριγένους ληρήματα, ἀλλὰ γὰρ μήτε ἑτέρων ἀναγινωσκόντων τολμᾶν ἀκούειν. Ὅθεν λέγεται βιβλίον αὐτοῦ ποτε εὑρηκέναι καὶ παραχρῆμα εἰς ὕδωρ ἐμβαλεῖν οὕτως φήσαντα· «Εἰ μὴ ᾔδειν τὸ ὄνομα τοῦ Θεοῦ γεγραμμένον ἐν αὐτῷ, ἄρα ἂν ἔκαυσα τὰς βλασφημίας καὶ φλυαρίας αὐτοῦ.» Οὕτως ἦν τῶν μὲν καλῶν ἐραστὴς καὶ ζηλωτής, ἀποστρεφόμενος δὲ τοὺς τῆς ἀληθείας ἐχθροὺς καὶ χαίρων ἀεὶ καὶ εὐφραινόμενος ἐπὶ τῇ τῶν ὀρθοδόξων πίστει καὶ προκοπῇ. Καὶ γὰρ αὐτὸν τὸν σωτῆρα ἐν τῷ θρόνῳ τῆς ἐκκλησίας δι’ αὐτῶν ὁρᾶν ἐδόκει.

Εἴ ποτε δέ τινας ἐν οἱῳδήποτε λόγῳ ἢ πράγματι καταλαλοῦντας αὐτῶν ἐπήκουεν, οὐ μόνον οὐκ ἠνείχετο, ἀλλὰ γὰρ καὶ ἀπηλλοτριοῦτο ἀπ’ αὐτῶν ὡς ἀπὸ ὄφεων συνεχῶς ἐπᾴδων αὐτοῖς τὰ τοῦ ψαλμῳδοῦ καὶ λέγων· «Τὸν καταλαλοῦντα λάθρα τῶν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. —Οὐδεὶς γάρ, φησίν, ἀγαθὸς προφέρει τι πονηρὸν ἐκ τοῦ στόματος αὐτοῦ, μάλιστα κατὰ πατέρων ἁγίων,» ἀναμιμνῄσκων τούτους ἀεὶ ἐκ πολλῶν μὲν καὶ ἄλλων γραφῶν τὴν τοῦ Θεοῦ ἐπὶ τῷ τοιούτῳ ἀγανάκτησιν, ἐξαιρέτως δὲ ἐκ τῆς καταλαλιᾶς τῆς κατὰ Μωσέως παρὰ τῆς Μαριὰμ γενομένης. Καὶ ἦν εὐθὴς καὶ ὠφέλιμος πᾶσι τοῖς ἐντυγχάνουσιν.

28. Ἀκούσασα δὲ καὶ ἡ κατὰ σάρκα αὐτοῦ ἀδελφὴ τὴν οὕτως εἰσάγαν ἐνάρετον πολιτείαν αὐτοῦ καὶ ἐπιθυμοῦσα τὸν ἴδιον ἀδελφὸν θεάσασθαι, ἦλθεν ἐν τῷ μοναστηρίῳ. Γνοὺς δὲ αὐτῆς τὴν παρουσίαν ἀπέστειλε τὸν τὴν θύραν τοῦ μοναστηρίου ἐγκεχειρισμένον ἀδελφὸν εἰπεῖν αὐτῇ· «Ἰδοὺ ἤκουσας περὶ ἐμοῦ ὅτι ζῶ· ἄπελθε οὖν καὶ μὴ λυπηθῇς ὅτι οὐχ ὁρῶ σε. Εἰ δὲ βούλει καὶ σὺ τοῦτόν μου ζηλῶσαι τὸν βίον πρὸς τὸ εὑρεῖν ἡμᾶς ἔλεος παρὰ Κυρίου, σκέψαι· καὶ ἐὰν ἔσται σοι αἱρετόν, ποιοῦσί σοι κελλίον οἱ ἀδελφοὶ πρὸς τὸ δύνασθαί σε καθ’ ἑαυτὴν ἡσυχάζειν. Ἴσως δὲ καλέσει Κύριος καὶ ἄλλας σὺν σοὶ καὶ σωθήσονται κἀκεῖναι διὰ σοῦ. Οὐδεμίαν γάρ, φησίν, ἄλλην ἄνεσιν ἔχει ἄνθρωπος ἐπὶ τῆς γῆς πλὴν τοῦτο· ποιεῖν τὸ ἀγαθὸν καὶ εὐαρεστεῖν τῷ Θεῷ.» Ταύτην τὴν ἀπόκρισιν δεξαμένη ἐδάκρυσεν· καὶ κατανυγεῖσα ἐπέδωκε τὴν καρδίαν αὐτῆς πρὸς τὸ σωθῆναι.

Μαθὼν δὲ ὁ Παχώμιος τὴν προθυμίαν αὐτῆς, δοξάσας τὸν Θεὸν διετάξατο τοῖς εὐλαβεστέροις τῶν ἀδελφῶν ποιῆσαι αὐτῇ ἀπὸ διαστήματος τῆς μονῆς μικρὸν ἀσκητήριον. Ταύτης δὲ κατὰ Θεὸν ἀγωνιζομένης συνῆλθον καὶ ἄλλαι· καὶ πληθυνομένων αὐτῶν μήτηρ ὑπῆρχεν αὐτῶν, διδάσκουσα ταύτας καὶ δεικνῦσα αὐταῖς πάσας τὰς πρὸς σωτηρίαν ὁδούς. Πέτρον δέ τινα εὐλαβῆ καὶ σφόδρα πρεσβύτην τῇ ἡλικίᾳ ἐπέταξεν εἰς τὸ ἐπισκέπτεσθαι αὐτάς. Ἦν γὰρ σὺν τῇ ἀπαθείᾳ καὶ ὁ λόγος τοῦ ἀνδρὸς κατὰ τὸ γεγραμμένον ἅλατι ἠρτυμένος· λίαν δὲ σεμνοὶ σὺν τῇ διανοίᾳ καὶ οἱ ὀφθαλμοὶ ὑπῆρχον αὐτῷ. Πολλάκις γοῦν ἱστάμενος ὡμίλει ταῖς ἀδελφαῖς τὰ πρὸς σωτηρίαν ἀπὸ τῶν θείων γραφῶν. Καὶ κανόνας δὲ γράψας ὁ Παχώμιος ἀπέστειλεν αὐταῖς, ὅπως κατὰ τοὺς αὐτοὺς στοιχειωθεῖσαι τῆς κατὰ Θεὸν ἔχωνται πολιτείας.

29. Εἰ δέ τις τῶν ἀδελφῶν ἔχων ἰδίαν αὐτοῦ ἐν τῷ ἀσκητηρίῳ ἤθελεν ἐπισκέψασθαι αὐτήν, συναπέστελλε τούτῳ ἕνα τῶν γηραλέων καὶ πνευματικῶν ἀδελφῶν· καὶ οὕτως πρότερον τῇ ἡγουμένῃ, ἔπειτα παρούσης αὐτῆς καὶ τῶν προεχουσῶν τῆς ἀδελφότητος, συνετύγχανε τῇ γνωρίμῃ ὁ ἀδελφὸς μετὰ πολλῆς τῆς εὐλαβείας, οὔτε κομίζων τι αὐτῇ, οὔτε λαμβάνων τι παρ’ αὐτῆς· οὔτε γὰρ εἶχον ἴδιόν τι· ἀλλ’ ἤρκει ἀμφοτέροις ἡ μνήμη μόνη καὶ ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν. Εἰ δέ ποτε καὶ οἰκοδομῆς ἕνεκα ἢ ἄλλης χρείας ἔχρῃζον τῶν ἀδελφῶν, ἐπιστήμονά τινα καὶ εὐλαβῆ μεταξὺ καὶ ἄλλων ὁμοίως ἔπεμπεν ἐπὶ τούτῳ· καὶ τῇ ὥρᾳ τοῦ ἐσθίειν ἀνέκαμπτον ἐν τῇ μονῇ, μηδεμιᾶς τὸ σύνολον τροφῆς ἢ ποτοῦ ἐκεῖσε μεταλαμβάνοντες. Καὶ τελειουμένης δὲ ἀδελφῆς, συνάγονται μέχρι νῦν οἱ ἀδελφοὶ κατά τινα ὡρισμένον τόπον· καὶ οὕτως ψαλλόντων αὐτῶν, αἱ λοιπαὶ κατὰ τὸ ἕτερον μέρος, ἐνταφιάσασαι ταύτην καλῶς, τιθέασιν ἐν τῷ μέσῳ· εἶθ’ οὕτως λαμβάνοντες οἱ ἀδελφοὶ μετὰ σεμνῆς ψαλμῳδίας θάπτουσιν αὐτὴν ἐν τῷ ὄρει μετ’ εὐλαβείας πολλῆς καὶ φόβου Θεοῦ, ὡς προσήκει δούλοις Χριστοῦ.