Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχωμίου (δεύτερος)

Παχώμιος ὁ Μέγας

Θαυματουργικές ιάσεις, ταπεινοφροσύνη και επέκταση της κοινοβιακής πολιτείας

Θεραπείες ασθενών και δαιμονιζομένων, η προσάρτηση νέων μονών και η διδασκαλία του Παχωμίου μέσω της ταπεινώσεως και της καταπολέμησης της κενοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 8 από 16

36. Γυνὴ δέ τις τῶν ἐκεῖσε πολιτευομένων, αἱμορροοῦσα καὶ πολὺν χρόνον τούτῳ τῆς ἀσθενείας τῷ πάθει κατεχομένη, μαθοῦσα περὶ τοῦ Παχωμίου ὅτι τε θεοσεβής ἐστι καὶ πολιτείαν ἄγει θαυμαστὴν καὶ ὅτι φίλον γνήσιον ἔχει τὸν Διονύσιον, ἠξίου τὸν ἄνδρα κατελεῆσαι αὐτὴν καὶ ὡσανεὶ προφάσεως ἀναγκαίας ἕνεκα μεταστείλασθαι εἰς τὴν ἐκκλησίαν τὸν ἅγιον· ὃς τὴν ἱκεσίαν τῆς γυναικὸς παραχρῆμα δεξάμενος μετεκαλέσατο αὐτόν.

Παραγενόμενος δὲ καὶ ἀσπασάμενος μετὰ τὴν εὐχὴν τὸν Διονύσιον, ἐν τῇ ἐκκλησίᾳ ἐκαθέσθη ἅμα αὐτῷ. Ὀλίγα δὲ τοῦ Διονυσίου πρὸς τὸν ἅγιον Παχώμιον διαλεγομένου, ἡ γυνὴ τῇ προθυμίᾳ νευρωθεῖσα καὶ πιστεύσασα τῷ εἰπόντι· «Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε,» ἠρέμα ἐκ τῶν ὄπισθεν αὐτῷ πλησιάσασα καὶ ἁψαμένη τοῦ κουκουλίου τοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, παραχρῆμα ἰάθη. Καὶ πεσοῦσα ἐπὶ πρόσωπον ἐγονυπέτει αὐτόν, δοξάζουσα τὸν Θεὸν ἐπὶ ταῖς παρ’ αὐτοῦ διὰ τῶν δούλων αὐτοῦ γινομέναις εἰς τοὺς πιστεύοντας εἰς αὐτὸν εὐεργεσίαις. Αὐτὸς δὲ συνεὶς τὴν τέχνην τοῦ Διονυσίου, ηὐλόγησε τὴν γυναῖκα καὶ ὑπέστρεψε πάλιν εἰς τὸ μοναστήριον αὐτοῦ.

37. Χρείας δὲ καλούσης τοῦ γενέσθαι τριγχίον εἰς ἀσφάλειαν τῆς μονῆς, καὶ αὐτὸς ἦν συμβοηθῶν τοῖς ἐργαζομένοις ἀδελφοῖς μετ’ εὐχαριστίας πολλῆς. Μεθ’ ἡμέρας δέ τινας ἀσκητής τις, πατὴρ πολλῶν ἀδελφῶν, ὃς καὶ εἰώθει συχνότερον παραβάλλειν αὐτῷ, παρεγένετο πρὸς αὐτὸν μετὰ ἑνὸς ἀδελφοῦ, ὡς ἀντιλογίας ἐν τῷ ὑπ’ αὐτὸν μοναστηρίῳ ἀναφυείσης τοιᾶσδε. Οὗτος ὁ συμπαρὼν αὐτῷ ἀδελφὸς ἦν ἐπικείμενος καὶ ὀχλῶν τῷ αὐτῷ ἡγουμένῳ τῆς μονῆς ἐπὶ τὸ τυχεῖν τῆς τοῦ κλήρου ἀξίας.

Ὁ δὲ προεστώς, ἀνάξιον αὐτὸν εἰδὼς τοῦ τοιούτου χαρίσματος, διαφόρως ἀνεβάλλετο. Ὡς δὲ ἐπὶ πλεῖον οὐκ ἠδύνατο φέρειν τὴν ὄχλησιν τοῦ ἀδελφοῦ, παραγίνεται πρὸς τὸν ἅγιον Παχώμιον καὶ διηγεῖται αὐτῷ ὡς ἔνι τὰ τοῦ πράγματος, πεπεισμένος αὐτὸν μόνον λύσειν τὴν φιλονεικίαν τοῦ ἀδελφοῦ. Ὁ δὲ ὡς ἔμαθε τὰ τῆς ὑποθέσεως, λέγει τῷ πρεσβυτέρῳ· «Οὐκ ἦλθες ἐξετάσαι με τὸ θέλημα τοῦ Θεοῦ; Ἄκουσον οὖν μου καὶ δὸς αὐτῷ τὸ αἴτημα αὐτοῦ, καὶ μὴ ἀπογνῷ. Ἴσως διὰ τούτου ἐκσπάσομεν τὴν ψυχὴν αὐτοῦ ἀπὸ τοῦ ἐχθροῦ· συμβαίνει γὰρ καὶ κακὸν ἄνδρα εὐεργετούμενον εἰς αἴσθησιν τοῦ ἀγαθοῦ φθάσαι· ἡ γὰρ ἐπιθυμία τῶν κρειττόνων ἀσφάλειαν εἴωθεν ἐμποιεῖν ταῖς μὴ πάνυ ἀναπεπτωκόσι καὶ ῥᾳθύμοις ψυχαῖς πρὸς τὸ κατεργάζεσθαι τὴν ἀρετήν. Καὶ ἡμῖν, ἀδελφέ, πρέπει τοῦτο ποιεῖν· ἡ γὰρ κατὰ Θεὸν ἀγάπη ἐν τῷ συμπάσχειν ἀλλήλοις ἐστί.» Ταύτην τὴν ἀπόκρισιν λαβὼν ὁ προεστὼς ἐποίει τὸ κελευσθέν. Καὶ ὁ ἀδελφὸς δὲ τυχὼν τοῦ αἰτήματος ὑπέστρεψεν αὖθις μετὰ νήψεως καὶ κατανύξεως πολλῆς πρὸς τὸν ἅγιον. Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐξωμολογεῖτο λέγων· «Ἄνθρωπε τοῦ Θεοῦ, λίαν ὑψώθης παρὰ Κυρίου, νικῶν ἐν τῷ ἀγαθῷ τὸ κακόν· εἰ μὴ γὰρ ἦς ἐπ’ ἐμοὶ μακροθυμήσας, ἀλλ’ εἰρηκώς τι κατ’ ἐμοῦ, ἄρα ἂν ἀπέστην τοῦ σχήματος καὶ ἀλλότριος ἐγενόμην τοῦ Θεοῦ. Νυνὶ δὲ εὐλογητὸς εἶ σὺ τῷ Κυρίῳ, ὅτι διὰ σοῦ ἐσώθη μου ἡ ψυχή.»

Καὶ ἀναστήσας αὐτὸν ἐκ τῆς γῆς, παραινέσας τε αὐτὸν βίον τοῦ ἐπαγγέλματος ἄξιον ἐπιδείκνυσθαι «μή πως χείρονας ἐν τῷ μέλλοντι τὰς εὐθύνας ὑφέξῃς,» καὶ ἀσπασάμενος αὐτὸν ἀπέλυσε προπέμπων ἄχρι τῆς θύρας τοῦ μοναστηρίου.

38. Ἔτι δὲ αὐτοῦ ἑστῶτος, ἰδοὺ ἀνὴρ ἐρχόμενος πόρρωθεν δρομαῖος ἔπεσε πρὸς τοῖς ποσὶν αὐτοῦ, δεόμενος καὶ ἀντιβολῶν ὅπως τὸ θυγάτριον αὐτοῦ δαιμονιζόμενον τῇ δοθείσῃ αὐτῷ παρὰ Χριστοῦ ἰάσηται χάριτι. Ὁ δὲ καταλιπὼν αὐτὸν ἔξω ἑστῶτα αὐτὸς εἰσῆλθεν ἐν τῇ μονῇ. Καὶ πέμπει φάσιν αὐτῷ διὰ τοῦ θυρωροῦ λέγων· «Ἔθος μὲν ἡμῖν οὐκ ἔστιν ὁμιλεῖν γυναιξίν· ἓν δέ μοι τῶν ἱματίων τῆς κόρης ἀπόστειλον· καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εὐλογήσαντες αὐτὸ πάλιν ἀποπέμπομεν· καὶ ἐλπίζομεν ὅτι σωθήσεται ἡ παῖς.» Ἐνεχθέντι δὲ τῷ χιτωνίσκῳ δριμὺ προσσχὼν ὁ ἅγιος ἔφη· «Οὐκ ἔστιν αὐτῆς τὸ ἱμάτιον.» Διαβεβαιουμένου δὲ τοῦ ταύτης πατρὸς καὶ λέγοντος αὐτῆς εἶναι τοῦτο, ἔφη πρὸς αὐτόν· «Αὐτῆς μέν ἐστιν, οἶδα κἀγώ· οὐ τηρεῖ δὲ τὴν ἁγνείαν ἑαυτῆς, παρθενεύειν ἐπαγγελλομένη· διὸ ἐπιβλέψας αὐτὸ ᾐσθόμην μὴ εἶναι ταύτην ἁγνήν, καὶ διὰ τοῦτο ἔφην ὅτι οὐκ ἔστιν αὐτῆς.

Συντιθῆταί σοι τοίνυν φυλάττειν ἑαυτὴν καθαρὰν εἰς τὰ μετὰ ταῦτα ἐνώπιον τοῦ Θεοῦ, καὶ οἰκτειρήσας αὐτὴν ὁ φιλάνθρωπος δεσπότης Χριστὸς ἰάσεται ταύτην.» Ἀνακρίναντος δὲ τοῦ πατρὸς τὸ θυγάτριον μετὰ θυμοῦ καὶ λύπης, ὡμολόγησεν ἡ παῖς καὶ μεθ’ ὅρκου εἶπε μηκέτι πράσσειν ταῦτα.

Εἶθ’ οὕτως εὐξάμενος ὁ ἅγιος ἀπέστειλεν αὐτῇ ἔλαιον· ὅπερ χρισαμένη ἐν πίστει παραχρῆμα ἰάθη. Καὶ ἐδόξαζε τὸν Θεόν, ὅτιπερ σὺν τῷ δαίμονι τῷ δεινῷ καὶ τὸν βίον ἀμείψασα ἁγνείας τοῦ λοιποῦ πολλῆς ἐπεμελήθη.

39. Ταύτης τῆς φήμης κατὰ παντὸς διατρεχούσης, ἕτερος πάλιν τὸν υἱὸν αὐτοῦ, σκληρὸν δαίμονα ἔχοντα, ἐφ’ ἑκάστης πενθῶν καὶ μὴ ἰσχύων αὐτὸν ἀγαγεῖν πρὸς τὸν ἅγιον, ἦλθεν αὐτὸς γονυπετῶν καὶ δεόμενος εὔξασθαι περὶ αὐτοῦ. Ὁ δὲ ἐπευξάμενος καὶ δοὺς αὐτῷ ἄρτον παρηγγύησεν ὥστε τῇ ὥρᾳ τῆς τροφῆς δοῦναι τοῦτον εἰς βρῶσιν τῷ πάσχοντι. Πεινάσαντι οὖν αὐτῷ προσήνεγκεν ὁ πατὴρ τὸν ἄρτον. Αἰσθόμενος δὲ ὁ δαίμων οὐ συνεχώρησεν αὐτῷ γεύσασθαι αὐτοῦ, ἀλλ’ οὔτε ἅψασθαι.

Ἑτέρων δὲ παρακειμένων ἄρτων ἐπιλαβόμενος ἐπλήρωσε τὴν χρείαν. Αὖθις οὖν λαβὼν ὁ πατὴρ αὐτοῦ τὸν ἄρτον τοῦτον καὶ κλάσας κατὰ λεπτόν, σὺν βραχυτάτοις τυροῦ μέρεσι μέσον φοινίκων τὰ κλάσματα ἐνέβαλε καὶ ταῦτα μόνα παρέθηκεν αὐτῷ, ὅπως ἀγνοήσας τὸ δρᾶμα λάβῃ τῆς εὐλογίας.

Αὐτὸς δὲ πάλιν ταῦτα ἀνοίγων, τά τε κλάσματα ἔρριπτεν εἰς γῆν καὶ τοὺς φοίνικας ἀηδισθεὶς κατέλιπε, μηδενὸς τὸ σύνολον βουληθεὶς ἀπογεύσασθαι. Καταλιπὼν οὖν ἄσιτον αὐτὸν ἐπὶ πλείστας ἡμέρας ὁ πατὴρ αὐτοῦ οὐδενὸς ἑτέρου ἢ τούτων μόνον αὐτῷ τὴν ἄδειαν ἔδωκεν. Ὁ δὲ συσχεθεὶς τῇ πείνῃ μετέλαβεν ἀπ’ αὐτῶν· καὶ εὐθέως ἀναπαυσάμενος ὕπνωσε· καὶ τὸ πνεῦμα τὸ πονηρὸν ἀπέστη ἀπ’ αὐτοῦ.

Τότε παραλαβὼν ὁ πατὴρ τὸν θεραπευθέντα παῖδα, αὖθις παρεγένετο σὺν αὐτῷ πρὸς τὸν ἅγιον αἰνῶν τὸν Θεὸν τὸν ποιοῦντα θαυμάσια μεγάλα διὰ τῶν ἁγίων αὐτοῦ, ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ ἄλλα δὲ πάμπολλα ἰάματα δι’ αὐτοῦ γινόμενα τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος ὁρῶν ὁ μακάριος οὐκ ἐπῄρετο τῇ καρδίᾳ· εἶχε γὰρ παρὰ Κυρίου καὶ ταύτην τὴν χάριν· ἀλλ’ ἔμενεν ὁ αὐτὸς σύννους ὑπάρχων καὶ σκυθρωπὸς ἀεί. Εἰ δέ ποτε καὶ προσευξάμενος μὴ ἔτυχε τοῦ αἰτήματος, οὐκ ἐξενίζετο· ἀλλὰ τὴν θείαν ἐκείνην καὶ μεγάλην ἣν ἐδιδάχθη διὰ παντὸς ἐπὶ στόματος ἔφερεν εὐχήν· «Γενηθήτω, λέγων, πάτερ, τὸ σὸν θέλημα.» 40. Θεόδωρος δέ, περὶ οὗ ἔμπροσθεν εἴρηται, νεώτερος ὑπάρχων, ἐνεδυναμοῦτο τῷ πνεύματι, μιμούμενος ἐν ἅπασι τὸν ὁδηγοῦντα αὐτὸν πατέρα ἄμεμπτον ὄντα· καὶ προέκοπτε ταῖς ἀρεταῖς, ὑποτασσόμενος τῷ μεγάλῳ καὶ εἴκων ἐν ἅπασιν αὐτῷ διὰ τὸν Θεὸν ὡς αὐτῷ τῷ Κυρίῳ. Ἐπειδὴ δὲ εἴωθεν ὡς τὰ πολλὰ ἡ ψυχὴ τοῖς ἐναντίοις πρὸς μακροθυμίαν ἀλείφεσθαι, ἐδοκίμαζε πολλάκις αὐτὸν ἐν τοῖς ἐπιταττομένοις αὐτῷ παρ’ αὐτοῦ, κελεύων μὲν αὐτῷ τινα τῶν ἔργων ποιεῖν· εἶθ’ οὕτως πάλιν ἐφιστάμενος καὶ ψέγων ἐφ’ οἷς αὐτὸς μετὰ πολλῆς προθυμίας εἰργάζετο, εἰς ἕτερον πάλιν μεθίστα, οὐ καλῶς φάσκων τὸ πρότερον παρ’ αὐτοῦ γεγενῆσθαι· καὶ τὸν τῆς αὐταρεσκείας αὐτῷ λογισμὸν πολεμεῖν συνεχῶς ἐπεφώνει.

Αὐτὸς δὲ τὴν πατρικὴν ἐπίπληξιν συνετῶς δεχόμενος, ἀτάραχος ἔμενεν, μηδὲν ὅλως ἀντιλέγειν τολμῶν ἢ δικαιολογεῖσθαι πρὸς αὐτόν. Ἑτέροις δὲ πληροφορῶν ἑαυτὸν ῥήμασιν ἔλεγεν· «Ἄριστός ἐστι τεχνίτης καὶ δοῦλος δόκιμος τοῦ Χριστοῦ. Πολλὰ δὲ παρὰ τοῖς ἀπείροις ἑτέρως φερόμενα ἑτέραν παρὰ τῶν ἐπιστημόνων δέχεται τὴν διόρθωσιν. Ἐγὼ τοίνυν ὁ ἁμαρτωλὸς πενθεῖν ἑαυτὸν ὀφείλω, ἕως ἂν ὁ Κύριος κατευθύνῃ μου τὴν καρδίαν πρὸς τὸ ἀγαθὸν καὶ ἄξιος γένωμαι τῆς τῶν ἁγίων πατέρων ὑπακοῆς.

Ἄνευ γὰρ τῆς τοῦ Κυρίου βοηθείας τὰ ἔργα τοῦ ἀνθρώπου καὶ ἡ ἐφ’ ἑαυτῷ μάλιστα πεποίθησις σποδός ἐστι καὶ τέφρα.» 41. Ποτὲ γοῦν τῶν ἀδελφῶν ἔν τινι νήσῳ θρύα θερίσαι πορευθέντων καὶ τοῦ Θεοδώρου τὰ πρὸς τὴν ἑστίασιν αὐτοῖς ἑτοιμάζοντος, μιᾶς τῶν ἡμερῶν παρεγένετο ἐκ τοῦ ἔργου ὁ πατήρ (ἦν γὰρ σὺν αὐτοῖς) νόσῳ σωματικῇ συσχεθείς. Ῥιγῶντι δὲ αὐτῷ ἐπέβαλεν ὁ Θεόδωρος στρῶμα τρίχινον. Ὁ δὲ σφόδρα ἐπὶ τῷ γεγονότι ἀνιαθείς· «Ἆρον τοῦτο, ἔφη, ἀπ’ ἐμοῦ καὶ ῥῖψον ἐπάνω μου ψίαθον κατὰ τὸ εἰωθὸς τοῖς ἀδελφοῖς.» Τούτου δὲ γενομένου, πάλιν ὥσπερ ἐπιλαθόμενος τῆς ἀκριβείας τοῦ γέροντος, δράκα φοινίκων λαβὼν ἐπεδίδου αὐτῷ καὶ παρεκάλει μεταλαβεῖν.

Ὁ δὲ θεασάμενος μετὰ δακρύων λέγει αὐτῷ· «Ἆρα, ἀδελφέ, ἐπειδὴ ἡμεῖς ἐπ’ ἐξουσίας ἔχομεν τοὺς τῶν ἀδελφῶν καμάτους καὶ τὰς χρείας αὐτῶν οἰκονομοῦμεν, διὰ τοῦτο ὀφείλομεν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτοὺς ἀδιαφορίαις ἐκδιδόναι, ἢ παρὰ τὴν χρείαν ἢ παρὰ τὸν καιρὸν ἢ παρὰ τὸ εἰωθός τι διαπράττεσθαι;

Ποῦ οὖν ὁ φόβος τοῦ Θεοῦ; Εἰπὲ γάρ μοι, ἀδελφέ, διῆλθες πάσας τὰς καλύβας καὶ ἐπείσθης μὴ εἶναι ἐν αὐταῖς τινας αὐτῶν ἀσθενεῖς; Μὴ πλανῶ, Θεόδωρε· καὶ γὰρ ἐπὶ μεγάλῳ καὶ ἐν μικρῷ παρανομεῖν τὸ ἴσον ἐστίν. Ἐκείνων τοίνυν τὰς θλίψεις ἀσμένως σὺν Θεῷ ὑπομενόντων, πῶς ἡμεῖς οὐχ ὑποίσομεν;» 42. Κατὰ δὲ τὴν δοθεῖσαν αὐτῷ χάριν ἐδοκίμαζε τὰς νόσους εἴ τινες εἶεν· ᾔδει γὰρ σαφῶς τοὺς δαίμονας διὰ πάσης ἐπινοίας ἐμποδίζειν τοῖς πιστοῖς πειρωμένους. Ἀμέλει γοῦν ποτε κατέλαβεν αὐτὸν ἐν τῇ μονῇ σφοδρότατος πυρετός· καὶ ἦν ἄσιτος ἐπὶ πέντε ἡμέρας. Συνεὶς δὲ τέχνην εἶναι ταύτην τοῦ πονηροῦ τοῦ ἀεὶ βουλομένου τοῖς ἁγίοις ἐμποδίζειν, οὐ διέλειπεν εἰς τὰς εὐχὰς ἐγειρόμενος, ἀλλὰ θερμῶς πρὸς ὃν ἐπόθει Θεὸν τὰς ἱκεσίας ἐποιεῖτο· καὶ παραχρῆμα κουφισθεὶς τῆς νόσου εἰς τὴν τῶν ὑγιαινόντων ἀδελφῶν ἐκαθέσθη τράπεζαν, εὐχαριστῶν τῷ Κυρίῳ τῷ τὴν διάκρισιν αὐτῷ τῶν κρειττόνων χαρισαμένῳ. Τοιοῦτος δὲ ὑπάρχων, οὐδ’ ὅλως ἠμέλει τῶν ἀσθενῶν· ἀλλ’ ἦν ἀγαθὸς καὶ συμπαθὴς εἰς τοὺς ἀδελφοὺς εἰ καί τις ἄλλος.

43. Θεασάμενος οὖν πάλιν τῇ τοῦ Θεοῦ προνοίᾳ πλείους γινομένους τοὺς ἀδελφοὺς καὶ τὴν μονὴν στενοχωρουμένην, μετήγαγέ τινας αὐτῶν εἰς ἑτέραν κώμην λεγομένην Πίβου. Καὶ δειμάμενος κἀκεῖσε μοναστήριον ἔταξεν οἰκονόμον καὶ ἐν αὐτῷ ἐπὶ τῷ οἰκονομεῖν τοῖς ἀδελφοῖς τὰ δέοντα. Γράψας δὲ αὐτοῖς κανόνας καὶ δοὺς ἀρραβῶνα τὴν εὐχὴν καὶ τὰς ἐπὶ πλεῖστον πνευματικὰς νουθεσίας, παρεγγυήσας τε αὐτοῖς ἀκριβῶς πρὸς τὸ μή τινα αὐτῶν τὸ σύνολον ἢ λόγῳ ἢ ἔργῳ βλάψαι τὸν πλησίον, ἀλλ’ ἕκαστον τῷ τῆς ἀσκήσεως ὅρῳ στοιχῆσαι, διότι καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις τιμία ἡ εὐταξία, ἐφρόντιζεν ὁ γέρων ἐπισκεπτόμενος διηνεκῶς ἡμέρας τε καὶ νυκτὸς τὰς δύο ταύτας μονάς, ὡς δοῦλος τοῦ ἀρχιποίμενος Χριστοῦ τοῦ δεσπότου καὶ σωτῆρος τῶν ἡμετέρων ψυχῶν.

Πληθυνθέντων δὲ πάλιν ἐν τῷ δευτέρῳ μοναστηρίῳ ἀδελφῶν, μετὰ χρόνον τινὰ ἧκέ τις πρὸς αὐτὸν πρεσβύτης ἀσκητικώτατος ὀνόματι Ἐπώνυχος, ἡγούμενος καὶ αὐτὸς ἑτέρου μοναστηρίου ἀρχαιοτάτων καὶ τελείων ἀδελφῶν. Οὗτος ἠξίου τὸν μέγαν ὅπως αὐτὸν προσλαβόμενος οἰκειώσηται καὶ αὐτὸν καὶ τὴν αὐτοῦ μονὴν λεγομένην Χηνοβοσκεῖα, δέξηται δὲ καὶ τοὺς αὐτοῦ ἀδελφοὺς καὶ συνάψῃ τῇ ἰδίᾳ μονῇ. Ὁ δὲ εἴξας αὐτῷ ἤγαγε κἀκεῖ ἀδελφοὺς ἐκ τῆς ἰδίας μονῆς· καὶ εὐξάμενος αὐτοῖς παρέδωκεν αὐτοὺς τῷ Θεῷ, παρεγγυήσας τοῖς ἐκεῖσε προϋπάρχουσιν ἀδελφοῖς ὥστε τοῖς αὐτοῦ κανόσι κατὰ πάντα στοιχῆσαι. Παρασχόμενος δὲ αὐτοῖς κατὰ τὸ εἰωθὸς αὐτῷ τύπους καὶ διαταξάμενος αὐτοῖς κατὰ τοὺς κανόνας τοῦ πρώτου μοναστηρίου διάγειν, αὐτὸς ἦν εὐχαριστῶν τῷ Κυρίῳ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀδελφῶν.

Κατὰ τοῦτον τὸν τρόπον πάλιν ἀξιωθεὶς ὑπὸ τῶν ἐν Μουχωνσῇ τῇ μονῇ διαγόντων ἀδελφῶν, ὥστε καὶ τὴν τούτων μετὰ Θεὸν ἀναδέξασθαι φροντίδα, εἶξεν ὁ πατήρ· καὶ κατὰ τοὺς προτέρους θεσμοὺς διαταξάμενος καὶ τούτοις καὶ συγκατατάξας αὐτοὺς τοῖς ἰδίοις ἀδελφοῖς, παρέθετο καὶ τούτους τῷ Κυρίῳ, τῷ θαυμάσια ποιοῦντι καὶ τοὺς θέλοντας σῴζεσθαι ἐγχειρίζοντι τοῖς ἁγίοις αὐτοῦ.

44. Ἐν ταύτῃ τῇ μονῇ ἦν τις ἀρχαῖος καὶ ἅγιος, λίαν ἀγαπῶν τὸν Κύριον, ὀνόματι Ἰωνᾶς, τελειότατος ἀσκητής· οὗ καὶ τὴν πολιτείαν πρὸς ὠφέλειαν πολλῶν σὺν Θεῷ διηγήσομαι. Τοῦ γὰρ μεγάλου μετὰ πολλῆς τῆς σπουδῆς καθ’ ἑκάστην μονὴν τυπώσαντος ἀδελφοὺς δυνατοὺς τῷ πνεύματι εἰς κυβέρνησιν τῶν λοιπῶν, καὶ αὐτοῦ ἐκ διαλειμμάτων τὰς μονὰς ἐπισκεπτομένου, παραβάλλοντός τε κακεῖσε, ἐν τῷ εἰσέρχεσθαι αὐτὸν ἐν τῇ μονῇ ἵστατο συκῆ λίαν ὑψηλή, ἐν ᾗ τινα τῶν παιδίων εἰώθει λάθρα ἀνιόντα λαμβάνειν ἐξ αὐτῆς καὶ ἐσθίειν. Θεασάμενος δὲ ὁ μέγας καὶ ἐγγίσας αὐτῇ ὁρᾷ τι πνεῦμα ἀκάθαρτον καθήμενον ἐπ’ αὐτῆς. Γνοὺς δὲ τοῦτον εἶναι τὸν τῆς γαστριμαργίας δαίμονα καὶ πληροφορηθεὶς αὐτὸν εἶναι τὸν τοὺς νέους μάλιστα ἀπατῶντα, καλεῖ τὸν προλεχθέντα ἀδελφὸν κηπουρὸν ὄντα τῆς μονῆς καὶ λέγει αὐτῷ· «Ἔκκοψον, ἀδελφέ, ταύτην τὴν συκῆν· ἀπρεπὲς γάρ ἐστιν ἑστάναι αὐτὴν ἐν μέσῳ τῆς μονῆς, διὰ τὸ σκάνδαλον αὐτὴν ὑπάρχειν τοῖς μὴ τὴν γνῶσιν ἐρηρεισμένοις.» Ὁ δὲ ἀκούσας ἐλυπήθη σφόδρα καί φησι πρὸς τὸν μέγαν· «Μηδαμῶς, ὦ πάτερ· ὅτι πλῆθος καρποῦ εἰώθαμεν ἐκ ταύτης δέχεσθαι.» Ἰδὼν δὲ αὐτὸν λυπηθέντα καὶ ἐπιστάμενος αὐτοῦ τὸν βίον θαυμαστὸν καὶ ὠφέλιμον, ἀναγκάσαι μὲν ἐπὶ πλεῖον οὐκ ἠβουλήθη πρὸς τὸ μὴ περισσοτέρως λυπηθῆναι αὐτόν.

Τῇ δὲ ἑξῆς οὕτως ὤφθη ξηρὸν τὸ δένδρον, ὡς μήτε φύλλον εὐθαλὲς μήτε καρπὸν τὸ σύνολον εὑρεθῆναι ἐν αὐτῷ. Θεασάμενος οὖν ὁ μακάριος Ἰωνᾶς τὸ γεγονός, μειζόνως ἠνιάθη ἐπὶ τῇ παρακοῇ, ὅτι, εἰπόντος τοῦ ἁγίου, παραχρῆμα ταύτην καὶ μετὰ πάσης προθυμίας οὐκ ἔκοψεν.

45. Οὗτος ὀγδοηκοστὸν πέμπτον ἔτος ποιήσας ἐν τῇ μονῇ καὶ πάνυ σεμνὸν βίον ἀσκήσας, μόνος τε ἔχων πᾶσαν τὴν φροντίδα τοῦ κήπου καὶ αὐτὸς τὰ κάρπιμα δένδρα φυτεύσας, οὐδέποτε ἕως τῆς αὐτοῦ τελευτῆς ἐγεύσατο ὀπώρας τὸ καθόλου, πάντων τῶν ἀδελφῶν καὶ τῶν ξένων καὶ τῶν πέριξ οἰκούντων εἰς πλησμονὴν ἐσθιόντων τὰς ὀπώρας. Τὸ δὲ ἔνδυμα αὐτοῦ τοιοῦτον ἦν· τρεῖς μηλωτὰς συνάψας ταύταις μόναις εἰς πᾶσαν περιβολὴν τοῦ σώματος ἠρκεῖτο, μηδέποτε περιβαλλόμενος ἕτερόν τι χειμῶνος ἢ θέρους. Ἕνα δὲ λεβίτωνα εἶχεν, ὃν ἐνεδιδύσκετο κατὰ τὸν καιρὸν τῶν θείων καὶ ἀχράντων τοῦ σώματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μυστηρίων· καὶ εὐθέως μετὰ τὴν μετάληψιν ἀπεδύετο αὐτὸν καὶ ἀπετίθετο, καθαρὸν αὐτὸν διατηρήσας ἐπὶ ὀγδοηκονταπέντε ἔτη. Τί ποτε δέ ἐστιν ἀνάπαυσις σώματος οὐδὲ ἠπίστατο τῷ ἑκουσίως αὐτὸν καὶ μετὰ προθυμίας πολλῆς ἐργάζεσθαι πάντοτε. Ἀλλ’ οὔτε ἑψητοῦ τινος μετελάμβανεν, ἀλλὰ πάντα τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ὠμὰ λεπτολάχανα ἤσθιε μετὰ ὄξους. Διεβεβαιοῦντο δέ τινες τῶν ἀδελφῶν ὅτι οὐδὲ τὸν οἶκον τοῦ νοσοκομείου οἷος ἦν ἔγνω ποτέ.

Πρὸς τούτοις δὲ ἅπασιν ἐπὶ νῶτον ἄχρι τῆς τελευτῆς αὐτοῦ οὐδέποτε ἀνεκλίθη· ἀλλ’ ἡμέρας μὲν τὸν κῆπον εἰργάζετο, περὶ δὲ τὴν δύσιν τοῦ ἡλίου μεταλαβὼν τῆς τροφῆς εἰσῄει εἰς τὸ κελλίον αὐτοῦ, καὶ καθήμενος ἐπὶ δίφρου ἐν τῷ μέσῳ τῆς κέλλης αὐτοῦ ἔπλεκε σχοινία ἕως τῆς συνάξεως τῆς νυκτερινῆς· καὶ οὑτωσὶ συνέβη αὐτὸν ὀλίγον μετασχεῖν τοῦ ὕπνου διὰ τὴν φυσικὴν τοῦ σώματος ἀνάγκην, καθήμενον καὶ μετὰ χεῖρας ἔχοντα τὰ παρ’ αὐτοῦ πλεκόμενα σχοινία· καὶ τοῦτο δὲ ἔπραττεν οὐχ ὑπὸ λύχνον ἢ ἄλλην τινὰ πυρκαιάν, ἀλλ’ ἐν αὐτῇ τῇ ἀφεγγεῖ σκοτίᾳ καθήμενος καὶ ἀποστηθίζων τὰς γραφάς. Καὶ ἄλλα δὲ πλεῖστα ἐπαίνων ἄξια ἐποίει ὁ μακάριος γέρων Ἰωνᾶς· ἅπερ γράφειν οὐ τοῦ παρόντος καιροῦ, ἵνα μὴ εἰς μῆκος ἄπειρον τὸν λόγον ἐκτείναντες τοῖς ῥᾳθυμοτέροις τῶν ἀναγινωσκόντων ὄκνον παράσχωμεν.

Τοῦτον καινοτέρῳ τρόπῳ κεκοιμῆσθαι ὁ πολὺς ἔχει λόγος· καθήμενος γὰρ ἐπὶ τοῦ δίφρου αὐτοῦ καὶ πλέκων κατὰ τὸ εἰωθὸς τὰ σχοινία οὕτως ἀνεπαύσατο, ὡς καὶ τελευτήσαντος αὐτοῦ τὰ σχοινία ἐν ταῖς χερσὶν αὐτοῦ εὑρεθῆναι. Θαυμαστὸν δὲ ἀληθῶς, ἀδελφοί, καὶ γραφῆς ἄξιον καὶ τὸ περὶ τῆς ταφῆς αὐτοῦ διήγημα· τῶν γὰρ ποδῶν αὐτοῦ μὴ δυνηθέντων ἐκταθῆναι διὰ τὸ ἀποξυλωθῆναι αὐτοὺς ἐν ᾧ ἦν τελευτήσας σχήματι, μηδὲ τῶν χειρῶν αὐτοῦ συσταλῆναι ἢ προσεγγίσαι τῷ λοιπῷ σώματι δυναμένων, οὐδ’ αὖ πάλιν τοῦ δερματίνου χιτῶνος ἀπεκδυθῆναι εἴκοντος, ἐντυλίξαντες αὐτὸν ὥσπερ φορτίον ξύλων οὕτως παραδοῦναι τῇ γῇ ἠναγκάσθησαν. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

46. Ἐν ταύτῃ τῇ μονῇ οἰκοδομήσας εὐκτήριον ὁ ἅγιος Παχώμιος, ποιήσας τε στοὰς καὶ στύλους διὰ πλίνθων εὐρύθμως, ἐτέρφθη τοῦ ἔργου ἐφ’ οὗ καλῶς ᾠκοδόμησε· καὶ λογισάμενος μὴ χρῆναι θαυμάζειν ἔργα χειρῶν καὶ ἐπὶ τῇ ὡραιότητι τῶν οἰκείων οἰκοδομημάτων τέρπεσθαι, νεαροῦ ἔτι τοῦ ἔργου ὑπάρχοντος, λαβὼν σχοινία καὶ δήσας τοὺς στύλους ἐκέλευσε τοῖς ἀδελφοῖς σύρειν μετὰ πάσης ἰσχύος, ἕως οὗ κλιθέντες γεγόνασιν ἀπρεπεῖς. Καὶ ὑπολαβὼν ἤρξατο λέγειν· «Μὴ φιλονεικήσητε καὶ ὑμεῖς ἐπὶ τῷ καλλωπίζειν ἐπὶ πολὺ τὸ ἔργον τῶν ὑμετέρων χειρῶν, ἀδελφοί· ἀλλ’ εὔξασθε μᾶλλον ὅπως χάριτι Χριστοῦ καὶ τῇ δωρεᾷ τοῦ ἁγίου πνεύματος ἄσυλα ὑμῶν μένῃ τὰ ἔργα καὶ ὅπως μὴ διὰ τοῦ πρὸς τὴν τέχνην ἐπαίνου ὀλισθήσας ὁ νοῦς θήραμα γένηται τοῦ διαβόλου· πολλαὶ γὰρ αὐτοῦ αἱ μεθοδεῖαι.»