Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Ο λοιμός, η κοίμηση του αγίου Παχωμίου και οι πρώτοι διάδοχοι

Η θανατηφόρα επιδημία που πλήττει τα μοναστήρια, η τελευτή του αγίου Παχωμίου, η σύντομη ηγουμενία του Πετρωνίου, και η ανάληψη της ηγεσίας από τον Ωρσίσιο με την υποστήριξη του Μεγάλου Αντωνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 13

Πᾶσα φωνὴ ἐπαναστήσεταί σοι εἰς κρίσιν, καὶ πάντας αὐτοὺς ἡττήσεις.» Καθὼς καὶ ἐγένετο· ἀπεκατεστάθη γὰρ ταχέως ὁ πάπας μετὰ δόξης εἰς τὴν ἑαυτοῦ ἐκκλησίαν. 165. Μετὰ δὲ τὸ πάσχα νόσος κατέλαβε τοὺς ἀδελφοὺς παρὰ Κυρίου, καὶ κατεκλίθησαν ἐν πάσαις ταῖς μοναῖς ἀδελφοὶ ὡς ἑκατὸν ἢ καὶ πλεῖον. Ἐκακώθη δὲ καὶ ὁ πατήρ. Ἡ δὲ νόσος ἦν ἡ λεγομένη λοιμική· καὶ ὅτε ἐλάμβανέ τινα ὁ πυρετός, εὐθὺς ἠλλάσσετο τῷ χρώματι, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ αἱματώδεις ἐγίνοντο, καὶ ἦν ὡς πνιγόμενος ἕως οὗ ἀπεδίδου τὸ πνεῦμα. Τότε καὶ Σοῦρος ἀπέθανεν ὁ ἡγούμενος τῆς μονῆς Παχνῶν, καὶ Κορνήλιος ὁ ἡγούμενος τῆς μονῆς Μονχόσεως, καὶ Παφνούτιος ὁ οἰκονόμος πασῶν τῶν μοναστηρίων, ὁ μένων ἐν Παβώ, καὶ ἄλλοι πολλοὶ τῶν μεγάλων ἀδελφῶν. Θεόδωρος δὲ διηκόνει τῷ ἀββᾷ Παχωμίῳ. Τὸ δὲ σῶμα αὐτοῦ, ἀπὸ τοῦ χρονίσαι αὐτὸν ἐν τῇ νόσῳ, ἐγένετο λεπτὸν σφόδρα· ἡ δὲ καρδία αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ ἦν ὡς πῦρ καιόμενον.

166. Πρὸ οὖν δύο ἡμερῶν τοῦ τελευτῆσαι αὐτόν, συγκαλεῖ τοὺς ἄλλους πατέρας τῶν μονῶν καὶ τοὺς ἡγουμένους αὐτῶν· καὶ λέγει αὐτοῖς· «Βλέπετε ὅτι ἤδη ἐπισκέπτεταί με ὁ Κύριος ἐξελθεῖν τοῦ βίου. Ἐκλέξασθε οὖν ἑαυτοῖς τὸν δυνάμενον ἐν Κυρίῳ κυβερνῆσαι ὑμᾶς.» Καὶ λυπούμενοι σφόδρα οὐκ ἴσχυσαν δοῦναι αὐτῷ ἀπόκρισιν. Καλεῖ οὖν τινα τῶν τῆς μονῆς Χηνοβοσκείων, Ὠρσίσιον λεγόμενον, ὃς καὶ ἦν δυνατὸς τῇ πίστει, ταπεινόφρων τε καὶ ἀγαθός· καὶ λέγει αὐτῷ· «Περιελθὼν ἅπαντας τοὺς ἀδελφοὺς ἐξέτασον τίνα αἱροῦνται.» Καὶ περιελθὼν ἠρώτησε πάντας. Οἱ δὲ μετὰ κλαυθμοῦ εἶπον· «Ἀφ’ οὗ παρέδωκεν ἡμᾶς Κύριος εἰς τὰς χεῖράς σου, οὐδένα οἴδαμεν εἰ μὴ σέ. Καὶ νῦν ὃ βούλει ποίει.» Λέγει δὲ αὐτοῖς· «Εἰ πιστεύετέ μοι, Πετρώνιος οὗτος δύναται φροντίζειν ὑμῶν.» Ἦν γὰρ καὶ αὐτὸς τότε ἀσθενῶν ἐν τῇ μονῇ αὐτοῦ τῇ λεγομένῃ Πανός.

167. Μετὰ ταῦτα οὖν εὐξάμενοι ἀνεχώρησαν. Καὶ λέγει ὁ ἀββᾶς Παχώμιός τινι ἀδελφῷ· «Ποίησον ἀγάπην καὶ ἔνεγκέ μοι στρῶμα, ὅτι τοῦτο βαρύ ἐστι καὶ τὸ σῶμά μου οὐ φέρει. Ἔχω γὰρ ἤδη τεσσαράκοντα ἡμέρας νοσῶν. Ὅμως εὐχαριστῶ τῷ Κυρίῳ.» Ἀπελθὼν οὖν ἐκεῖνος εἰς τὸ οἰκονομεῖον, ἔλαβε στρῶμα καλὸν καὶ ἐλαφρόν, καὶ ἐπέβαλεν αὐτῷ. Καὶ ἰδὼν τὴν διαφορὰν τοῦ στρώματος λέγει αὐτῷ· «Ἆρον αὐτὸ ἀπ’ ἐμοῦ· οὐ γὰρ ὀφείλω διαφορὰν κεκτῆσθαι ἐν οὐδενὶ τῶν ἀδελφῶν· ὁπωσδήποτε γὰρ τὰς ἡμέρας μου παρέρχομαι ἕως ἐξέλθω τοῦ σώματος.» 168. Καὶ λοιπὸν ἤδη ἦν πρὸς τὸ ἀποδοῦναι τὸ πνεῦμα. Κρατεῖ οὖν τὸν πώγωνα Θεοδώρου καὶ λέγει αὐτῷ· «Τὰ ὀστᾶ μου ἐὰν μὴ κρύψωσιν, ἐξένεγκε αὐτὰ ἐκεῖθεν.» Θεοδώρου δὲ νομίσαντος ὅτι παραγγέλλει αὐτῷ μὴ ἀφιέναι τὸ σῶμα αὐτοῦ ὅπου θάπτουσιν, ἀλλὰ μετατιθέναι αὐτὸ ἀλλαχοῦ λάθρα, λέγει αὐτῷ· «Οὕτως κελεύεις ὥστε μὴ πρόδηλον εἶναι τὸν τόπον πᾶσι;» Καὶ λέγει αὐτῷ· «Οὐ μόνον τοῦτο λέγω σοι, ἀλλὰ καὶ τοῦτο.» Καὶ τρὶς παρήγγειλεν αὐτῷ· ἔλεγε δὲ καὶ τῶν ἀδελφῶν τῶν ἀμελούντων μὴ ἀμελεῖν, ἀλλὰ διεγείρειν αὐτοὺς τῷ νόμῳ τοῦ Θεοῦ. Εἶτα λέγει αὐτῷ Θεόδωρος· «Καλῶς.» Καὶ οὕτως ἀπέδωκε τὴν ψυχὴν αὐτοῦ τὴν ἁγίαν τῇ ιδʹ τοῦ παχὼν μηνός. Ὅλην δὲ τὴν νύκτα ἀγρυπνούντων περὶ αὐτὸν ἀναγνώσεσι καὶ ψαλμῳδίαις καὶ εὐχαῖς, καὶ κηδευθὲν τὸ ἅγιον αὐτοῦ σῶμα ἀπηνέχθη εἰς τὸ ὄρος μετὰ ψαλμῶν καὶ ἐτάφη.

Καὶ καταβάντων αὐτῶν, μετεβίβασαν αὐτὸν Θεόδωρος καὶ ἄλλοι τρεῖς ἀδελφοὶ εἰς ἕτερον τόπον, καὶ ἔστιν ἐκεῖ ἕως ἄρτι.

169. Οἱ δὲ ἀποσταλέντες ἐπὶ τὸν ἀββᾶν Πετρώνιον ἤνεγκαν αὐτὸν νοσοῦντα. Καὶ ἐν αὐτῇ ὢν τῇ νόσῳ ἦν ἀνδρεῖος καὶ νηφάλεος. Καὶ ποιήσας ὀλίγας ἡμέρας κυβερνῶν τοὺς ἀδελφοὺς λόγῳ Θεοῦ κατὰ τὴν διάταξιν τοῦ μεγάλου πατρὸς αὐτῶν, ἐτελεύτησε.

Μέλλων δὲ ἀποδοῦναι τὸ πνεῦμα ἐξήτασε τοὺς ἀδελφοὺς τίνα βούλονται διάδοχον πατέρα ἔχειν ἀντ’ αὐτοῦ. Εἰπόντων δὲ πάλιν τῶν ἀδελφῶν τὴν μέριμναν ταύτην αὐτοῦ εἶναι, ἔταξεν αὐτοῖς τὸν ἀββᾶν Ὠρσίσιον, περὶ οὗ καὶ πρότερον ἐμνημονεύσαμεν.

Καὶ ἀκούσας Ὠρσίσιος ἔκλαυσε λέγων· «Οὐκ ἔστι τῆς ἐμῆς δυνάμεως τοῦτο.» Καὶ οὕτως κηδεύσαντες τὸν ἅγιον Πετρώνιον ἔθαψαν αὐτὸν εἰς τὸ ὄρος. 170. Ἦν δὲ ὁ ἀββᾶς Ὠρσίσιος λίαν ἀγαθὸς καὶ ταπεινός. Καὶ περιήρχετο τὰ μοναστήρια ἐπισκεπτόμενος τοὺς ἀδελφοὺς νηφαλέως· ὃς ἐσπούδαζε φυλάττειν τὰς παραδόσεις τοῦ ἁγίου πατρὸς Παχωμίου. Καὶ στήκων καὶ καθήμενος, συνεχῶς ἐλάλει τὸν λόγον αὐτοῖς τοῦ Θεοῦ, ὠφελῶν αὐτοὺς μεγάλως. Ἐμνημόνευε δὲ πολλάκις τοῦ λόγου τοῦ ἀββᾶ Παχωμίου λέγοντος αὐτῷ, ὅτε ἦν κεφαλὴ εἰς τὴν μονὴν τὴν λεγομένην Χηνοβοσκεῖον, ὅτι· «Κἂν οὔπω ἔλαβες πολλὴν τὴν γνῶσιν παρὰ Θεοῦ, ἀλλ’ εἰπὲ αὐτοῖς παραβολήν· καὶ ὁ Θεὸς ἐνεργεῖ αὐτήν.» Καὶ οὕτως λαλῶν αὐτοῖς τὰς παραβολὰς ἀπέλυεν αὐτούς· καὶ ἐθαύμαζον ἀκούοντες οἱ ἀδελφοί.

Ἐν μιᾷ δὲ τῶν ἡμερῶν λέγει τοῖς ἀδελφοῖς· «Οἴδαμεν ὅτι ἀπὸ τῶν θείων γραφῶν ὁ ὅσιος πατὴρ ἡμῶν ἐν τελείᾳ γνώσει ἐστήριξεν ἡμᾶς. Ἀλλὰ κατὰ τὴν πτωχείαν μου λέγω κἀγὼ ὅτι ἐὰν μὴ ὁ ἄνθρωπος φυλάξῃ τὴν ἑαυτοῦ καρδίαν καλῶς διὰ παντὸς νήφων, ἐπιλανθάνεται πάντα ὅσα λόγια Θεοῦ ἤκουσε καὶ ἀμελεῖ τῆς ἑαυτοῦ σωτηρίας· καὶ οὕτως ὁ ἐχθρὸς εὑρὼν ἐν αὐτῷ τόπον, ἐκ τοῦ κατὰ μικρὸν καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεὶς καὶ φαίνων, ἐὰν ἀμεληθῇ λαβεῖν ἔλαιον, σβέννυται κατ’ ὀλίγον, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ’ αὐτοῦ· οὐ μόνον δὲ τοῦτο, ἀλλ’ ἐνίοτε μῦς περιερχόμενος ζητήσει τὸ ἐλλύχνιον καταφαγεῖν· πρὸ τοῦ οὖν σβεσθῆναι οὐ δυνήσηται τέλεον καταφαγεῖν αὐτό· ἐὰν δὲ ἴδῃ ὅτι οὐ μόνον φῶς οὐκ ἔχει, ἀλλ’ οὔτε θέρμην πυρός, τότε τὸ ἐλλύχνιον ἀνασπάσας θέλων φαγεῖν, καταβάλλει καὶ τὸν λύχνον εἰς τὸ συντριβῆναι· καὶ ἐὰν μὲν ᾖ ὀστράκινος, ταχέως ἀπόλλυται· ἐὰν δὲ χαλκοῦς εὑρεθῇ, ὑπὸ τοῦ οἰκοδεσπότου ἄνωθεν σκευάζεται. Οὕτω καὶ ψυχῆς ἀμελούσης ὅσον ὅσον τὸ πνεῦμα τὸ ἅγιον ἀναχωρεῖ, ἕως τέλεον ἀποσβεσθῇ τῆς θέρμης αὐτῆς· καὶ λοιπὸν ὁ ἐχθρὸς καταφαγὼν τὴν προθυμίαν τῆς ψυχῆς καὶ τὸ σῶμα ἀφανίζει κακίᾳ, καὶ συντρίβεται τέλεον.

Ἐὰν δὲ μείνῃ ἐκεῖνος καλῶς τῇ διαθέσει πρὸς τὸν Θεόν, ἡρπάγη δὲ ἐν ἀμελείᾳ πολλάκις ὡς ἄνθρωπος, ὁ Θεὸς ὁ οἰκτίρμων βάλλει εἰς αὐτὸν τὸν φόβον αὐτοῦ καὶ τῶν κολάσεων τὴν μνήμην· καὶ νήψαντος αὐτοῦ, διατηρεῖ αὐτὸν εἰς τὰ ἔμπροσθεν. Διὰ τοῦτο καλῶς ὁ ἀπόστολος λέγει· «Τὸ πνεῦμα μὴ σβέννυτε.» Τηρῶμεν οὖν νηφαλέως τὸν φόβον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς ἕως τῆς ἐπισκοπῆς αὐτοῦ.» Καὶ ταῦτα λαλήσας ἀνέστη εὔξασθαι, οἰκοδομήσας αὐτοὺς τῇ παραβολῇ.

171. Οὗτος ὁ ἀββᾶς Ὠρσίσιος, καὶ ὅτε περιῆν ὁ ἀββᾶς Παχώμιος, ἦν ἐν μέσῳ τῶν ἀδελφῶν ζηλῶν τὸν βίον αὐτοῦ· κατέλαβε γὰρ αὐτὸν χρόνον ἱκανὸν συνδιάγων. Ὅτε δὲ ἔταξεν αὐτὸν εἰς Χηνοβοσκεῖον ἡγούμενον, γογγυσάντων τινῶν περὶ αὐτοῦ ὡς ὄντος νεοφύτου πρὸς τὴν τάξιν, ἀκούσας ὁ ἀββᾶς Παχώμιος ἔλεγε περὶ αὐτοῦ ἐκείνοις ὅτι· «Μὴ νομίσητε τῶν ἀρχαιοτέρων εἶναι μόνων τὴν βασιλείαν τοῦ Θεοῦ. Καίτοι ἀρχαῖος γογγύζων περὶ τοῦ ἀδελφοῦ αὐτοῦ, οὐκ ἔστιν ἀρχαῖος, ἀλλ’ οὔτε ἀρχὴν ἔβαλε τοῦ μοναχοῦ, ταπείνωσιν καὶ ἀγάπην μὴ κτησάμενος. Ὁ γὰρ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς ἄλλο τι οὐ θέλει παρὰ τοῦ ἀνθρώπου, εἰ μὴ φόβον καὶ ἀγάπην. Ἡ δὲ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Λέγω δὲ ὑμῖν ὅτι οὕτως προκόπτων Ὠρσίσιος λυχνία χρυσῆ ἐστιν ἐν οἴκῳ Κυρίου.

Καὶ τὸ γεγραμμένον καταλήψεται αὐτὸν τό· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Κυρίῳ.» 172. Ἐγένετο δὲ ὅτε ὁ ἁγιώτατος Ἀθανάσιος ὁ ἀρχιεπίσκοπος ἀνέκαμψε μετὰ δόξης ἀπὸ Κωνσταντινουπόλεως, ἦλθον πολλοὶ τῶν πατέρων εἰς συντυχίαν αὐτοῦ. Καὶ ἀπερχόμενοι οἱ ἀδελφοὶ μετὰ τοῦ πλοίου εἰς Ἀλεξάνδρειαν, ἤκουσαν τὸν μακάριον πατέρα ἡμῶν Ἀντώνιον ἐν τῷ ὄρει τῷ ἔξω εἶναι· καὶ ὁρμίσαντες ἀνέβησαν ἰδεῖν αὐτὸν καὶ εὐλογηθῆναι παρ’ αὐτοῦ ὡς ὄντος ἀνθρώπου τοῦ Θεοῦ. Καὶ αὐτὸς ἀκούσας ἐληλυθέναι τοὺς ἀδελφούς, βιασάμενος ἑαυτὸν ἀνέστη· ἦν γὰρ πρεσβύτης σφόδρα· καὶ ἐξελθὼν ἠσπάσατο αὐτούς. Καὶ λοιπὸν ἐρωτᾷ τούτους· «Πῶς ὁ ἀββᾶς Παχώμιος;» Αὐτῶν δὲ κλαιόντων, συνῆκεν ὅτι ἀπέθανε· καὶ λέγει αὐτοῖς· «Μὴ κλαίετε· πάντες ὑμεῖς ἐγένεσθε ὁ Παχώμιος. Λέγω γὰρ ὑμῖν, μεγάλην ἀνεδέξατο διακονίαν τὴν συναγωγὴν τοσούτων ἀδελφῶν, καὶ τῇ τῶν ἀποστόλων ὁδῷ πεπόρευται.» Ἀποκρίνεται ὁ ἀββᾶς Ζακχαῖος καὶ λέγει αὐτῷ· «Σὺ μᾶλλον, πάτερ ἅγιε, παντὸς τοῦ κόσμου ἐν τῇ γενεᾷ ταύτῃ φῶς τυγχάνεις, καὶ ἡ φήμη σου ἕως τοῖς οἴκοις τῶν βασιλέων ἀπῆλθε, καὶ δοξάζουσι τὸν Θεὸν διὰ σοῦ.» Καὶ λέγει αὐτῷ· «Ἀδελφὲ Ζακχαῖε, ἀποπείθω σε.

Κατὰ τὴν ἀρχὴν ὅτε γέγονα μοναχός, οὐκ ἦν κοινόβιον θρέψαι ἢ ἄλλας ψυχὰς συναθροῖσαι, ἀλλ’ ἕκαστος τῶν ἀρχαίων μοναχῶν μετὰ τὸν διωγμὸν κατὰ μόνας ἠσκεῖτο. Μετὰ ταῦτα δὲ ὁ πατὴρ ὑμῶν Παχώμιος ἐποίησε τοῦτο τὸ ἀγαθὸν παρὰ Θεοῦ. Ἄλλος μὲν πρὸ αὐτοῦ Ἀωτᾶς ὀνόματι ἠθέλησε τὴν διακονίαν ταύτην κτήσασθαι· καὶ ἐπειδὴ ἐξ ὅλης καρδίας οὐκ ἐσπούδασε, διὰ τοῦτο οὐκ ἐπέτυχεν αὐτῆς. Περὶ δὲ τοῦ πατρὸς ὑμῶν ἤκουσα πολλάκις καλῶς ἀναστρεφομένου κατὰ τὰς γραφάς. Καὶ ἐν ἀληθείᾳ ἠβουλήθην πολλάκις ἰδεῖν αὐτὸν καὶ ἐν σώματι· τάχα δὲ ἄξιος οὐκ ἤμην· ὅμως ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ χάριτι Χριστοῦ βλέπομεν ἀλλήλους καὶ πάντας τοὺς ἁγίους πατέρας. Στῆτε οὖν καὶ στηρίχθητε καὶ τελειώθητε. Εἴπατε δέ μοι· τίνα κατέστησε διάδοχον αὐτοῦ;» Αὐτῶν δὲ εἰπόντων· «Τὸν ἀββᾶν Πετρώνιον· κἀκεῖνος ἀποθνῄσκων τὸν ἀββᾶν Ὠρσίσιον,» λέγει· «Μὴ καλεῖτε αὐτὸν Ὠρσίσιον, ἀλλ’ Ἰσραηλίτην. Καὶ ἐὰν ἀπέλθητε πρὸς τὸν ἐπίσκοπον Ἀθανάσιον, τὸν ἄξιον ἀληθῶς τῆς ἐπισκοπῆς, εἴπατε αὐτῷ· Τάδε λέγει ὁ Ἀντώνιος· Πρόσεχε τοῖς τέκνοις τοῦ Ἰσραηλίτου.» Καὶ οὕτως εὐξάμενος καὶ εὐλογήσας αὐτούς, ἀπέστειλεν αὐτούς, γράψας ἐπιστολὴν αὐτῷ δι’ αὐτῶν.