Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Προοίμιο, νεανική ηλικία και μεταστροφή του αγίου Παχωμίου

Το προοίμιο του βίου με αναφορά στους διωγμούς και την ανάδειξη του μοναχισμού, καθώς και η εξιστόρηση της νεανικής ηλικίας, της στρατολογίας και της μεταστροφής του Παχωμίου στον χριστιανισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 13

Τοῦ ὁσίου πατρὸς ἡμῶν Παχωμίου τοῦ μεγάλου βίος. 1. Ὁ λόγος τοῦ τὰ πάντα κτίσαντος υἱοῦ τοῦ Θεοῦ ἐφάνη ἀληθής, ὁ γενόμενος πρὸς τὸν πατέρα ἡμῶν Ἀβραὰμ ἐπὶ τῷ τέλει τῆς πρὸς αὐτὸν εὐαρεστήσεως ἤτοι ὁλοκαρπώσεως τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, λέγοντος τοῦ Κυρίου· «Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει» καὶ πάλιν· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Οὗτος γὰρ ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ Θεοῦ μετὰ Μωϋσέα τὸν θεράποντα αὐτοῦ καὶ τοὺς ἄλλους προφήτας φανεὶς ἄνθρωπος καὶ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, τὴν ἐπαγγελίαν τῆς εὐλογίας εἰς πάντα τὰ ἔθνη ἐπλήρωσε, λέγων τοῖς μαθηταῖς· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Καὶ εἰς πᾶσαν τὴν γῆν τοῦ εὐαγγελίου αὐξανομένου, ἐκ συγχωρήσεως Θεοῦ διὰ δοκιμὴν πίστεως αὐτοῦ βασιλεῖς ἕλληνες κατὰ τῶν χριστιανῶν ἐκίνησαν πανταχοῦ μέγαν διωγμόν· καὶ πολλῶν μαρτύρων διὰ πολλῶν καὶ ποικίλων βασάνων ἕως θανάτου ἀγωνισαμένων καὶ στεφανωθέντων σὺν Πέτρῳ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας, ὑπερηύξανε καὶ ἐκραταιοῦτο ἡ πίστις τοῦ Χριστοῦ ἐν πάσῃ χώρᾳ καὶ νήσῳ κατὰ τὰς ἐκκλησίας.

2. Ἐντεῦθεν καὶ μοναστήρια ἤρξαντο γίνεσθαι καὶ ἀσκητῶν τόποι τῶν ἐν ἁγνείᾳ καὶ ἀποταξίᾳ κτημάτων σεμνυνομένων. Καὶ ἐπειδὴ τῶν μαρτύρων τοὺς ἀγῶνας καὶ τὴν ὑπομονὴν εἶδον οἱ πάλαι ἐξ ἑλλήνων γεγονότες μοναχοὶ ἤρξαντο ἀνανεῶσαι τὸν βίον καὶ σκληροτέραις ἑαυτοὺς ἀγωγαῖς ἐθίζειν· περὶ ὧν καὶ ἐλέχθη· «Ὑστερούμενοι, κακουχούμενοι, ἐπ’ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Καὶ οὕτως αὐτοὺς ἀνῆγον τραχυτέρᾳ ἀσκήσει καὶ πρεπούσῃ εὐλαβείᾳ ὡς ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ νήφειν, καὶ ἐν ὀφθαλμοῖς ἔχειν τὸν σταυρωθέντα Κύριον καὶ τοὺς ὑπὲρ αὐτοῦ ἀγωνισαμένους μάρτυρας.

3. Τοῦ γὰρ ἀσκητικωτάτου καὶ ἀληθῶς ἐναρέτου πατρὸς ἡμῶν Ἀντωνίου τοιοῦτος ἦν ὁ βίος ὡς τοῦ μεγάλου Ἠλιοὺ καὶ Ἐλισσαίου καὶ Ἰωάννου τοῦ βαπτιστοῦ· καθὰ καὶ ἐγγράφως μαρτυρεῖ περὶ αὐτοῦ μετὰ τὴν τελευτὴν ὁ ἁγιώτατος ἐπίσκοπος Ἀθανάσιος, δηλώσας ἐν αὐτῷ καὶ τὴν διαγωγὴν τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀμοῦν, ἀρχιμονάζοντος τῶν ἐν τῷ ὄρει τῆς Νητρίας ἀδελφῶν, καὶ τοῦ σὺν αὐτῷ Θεοδώρου. Οἴδαμεν δὲ ὅτι ἐπειδὴ ἐν χείλεσι τοῦ ἀγαπητοῦ τοῦ πάντας εὐλογοῦντος ἐξεχύθη ἡ χάρις—ἐπεσκέψατο γὰρ τὴν γῆν καὶ ἐμέθυσεν αὐτήν, χαρὰν αὐτῇ παρασχὼν ἀντὶ λύπης καὶ στεναγμοῦ—διὰ τοῦτο καὶ εἰς πᾶσαν χώραν ἐγένοντο πατέρες θαυμαστοὶ τῶν μοναχῶν, ὡς καὶ προειρήκαμεν, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζώντων. Ἐν δὲ τῇ Αἰγύπτῳ καὶ Θηβαΐδι μήπω γενομένων πολλῶν, μετὰ τὸν διωγμὸν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἡ μετάνοια τῶν ἐν Χριστῷ πληθυνομένη ἐν τῇ ἐκκλησίᾳ, τῶν ἐπισκόπων αὐτοῖς ὁδηγούντων πρὸς ἐπίγνωσιν Θεοῦ κατὰ τὴν τῶν ἁγίων ἀποστόλων διδαχήν, σφόδρα ἐκαρποφόρει.

4. Καί τις ἀνὴρ ὀνόματι Παχώμιος, καὶ αὐτὸς ἑλλήνων γονέων υἱὸς ἐν Θηβαΐδι ὢν καὶ ἐλέους σφόδρα τυχών—ἦν γὰρ ἴσως καὶ αὐτὸς ἐλεήμων—ἐγένετο χριστιανός· καὶ προκόψας ἐν τῇ πίστει ἐγένετο τέλειος μοναχός. Ἀναγκαῖον δὲ τὸν ἐκ παιδόθεν βίον αὐτοῦ κατὰ δύναμιν ἡμᾶς διηγήσασθαι εἰς δόξαν Θεοῦ τοῦ πανταχόθεν πάντας καλοῦντος ἐκ σκότους εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς.

5. Ἐγένετο οὖν ποτε παραγενέσθαι σὺν τοῖς γονεῦσι τὸν παῖδα εἰς εἰδωλεῖον τοῖς ἐν τῷ ποταμῷ φαντάσμασι τῶν δαιμόνων θυμιᾶσαι. Καὶ τοῦτον ἰδὼν ὁ ἐπὶ τῆς θυσίας ἱερεὺς ἐποίησε τοῦ τόπου ἐκδιωχθῆναι· καὶ ἐμμανῶς κράζων ἔλεγε· «Τὸν ἐχθρὸν τῶν θεῶν ἐντεῦθεν ἀποδιώξατε.» Καὶ ἀκούσαντες οἱ γονεῖς αὐτοῦ ἐλυπήθησαν σφόδρα, ὡς ἐχθροῦ ὄντος τῶν λεγομένων θεῶν, μὴ ὄντων δέ. Ἀλλὰ καὶ ἄλλοτε τοῦ οἴνου τοῦ ἐκ τῆς σπονδῆς αὐτῶν ἐπότισαν αὐτόν, καὶ εὐθὺς ἐξέμεσεν ὃ πέπωκεν ὁ παῖς.

6. Ταῦτα δὲ μετὰ τὸ γενέσθαι αὐτὸν μοναχὸν αὐτὸς ἐξηγούμενος περὶ τῶν παιδικῶν αὐτοῦ ἐδήλωσεν εἰπών· ἐν οἷς καὶ τούτου τὴν γνῶσιν τοῖς περὶ αὐτὸν μοναχοῖς φησιν· «Μὴ νομίσητε ὅτι ἐκ προγνώσεως οἱ μηδὲν ἀγαθὸν γινώσκοντες δαίμονες ἐποίησάν με διωχθῆναι, ὡς μέλλοντός μου μετὰ ταῦτα προσελθεῖν τῇ πίστει τῆς ἀληθείας· ἀλλ’ ὁρῶντές με καὶ τότε τὰ κακὰ μισοῦντα —ὁ γὰρ Θεὸς τὸν ἄνθρωπον εὐθῆ ἐποίησε—στοχασάμενοι ἆρα μετὰ ταῦτα ἔσομαι θεοσεβὴς τῇ ἐνεργείᾳ, ἐδίωξάν με οἱ ὑπηρέται αὐτῶν.» 7. Μετὰ οὖν τὸν διωγμὸν ἐβασίλευσεν ὁ μέγας Κωνσταντῖνος, ἀπαρχὴ τῶν χριστιανῶν Ῥωμαίων βασιλέων· καὶ πρὸς τύραννον οὗτος πολεμῶν ἐκέλευσε πολλοὺς τήρωνας συλλαβεῖν· ἐν οἷς καὶ αὐτὸς Παχώμιος συνελήφθη, ὢν ὡς ἐτῶν εἴκοσιν. Καὶ καταπλεόντων τῶν τηρώνων, οἱ κρατοῦντες αὐτοὺς στρατιῶται ὥρμισαν εἰς πόλιν τῶν Θηβῶν καὶ ἐκεῖ ἐνέκλεισαν αὐτούς. Ὀψίας δὲ γενομένης ἀκούσαντές τινες χριστιανοὶ ἐλεήμονες ἤνεγκαν αὐτοῖς φαγεῖν καὶ πιεῖν καὶ ἄλλας χρείας, καθότι ἦσαν ἐν θλίψει. Ὁ δὲ νεανίας Παχώμιος ἐρωτήσας τινὰ περὶ αὐτῶν· «Τίνες εἰσὶν οὗτοι οἱ οὕτως εὔσπλαγχνοι;» ἤκουσε χριστιανοὺς αὐτοὺς εἶναι καὶ πρὸς ξένους καὶ πρὸς πάντας ἐλεήμονας ὑπάρχειν. Καὶ πάλιν πυνθάνεται, τί ἂν εἴη χριστιανός.

Καὶ λέγουσιν αὐτῷ· «Ἄνθρωποί εἰσι τὸ ὄνομα τοῦ Χριστοῦ φοροῦντες τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ· καὶ πᾶν ἀγαθὸν πᾶσι ποιοῦσιν, ἐλπίζοντες ἐπ’ αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα καὶ ἡμᾶς τοῦς ἀνθρώπους.» 22. Ἀεὶ γὰρ ὁ Θεὸς τοὺς ἰδίους δούλους δοξάζει, μᾶλλον τοὺς ταπεινοφρόνως προέχοντας λαοῦ· ὃς καὶ τῷ Μωϋσεῖ φησι· «Καὶ σοὶ πιστεύσουσιν εἰς τοὺς αἰῶνας.» Καὶ οὕτως ἐδόξασεν αὐτοῦ τὸ πρόσωπον, ὡς μὴ δύνασθαι τὸν λαὸν εἰς αὐτὸν ἀτενίσαι. Μαθόντες γὰρ κατὰ καιρὸν ὅτι πάντων μέν ἐστι τὸ πιστεύειν, μάλιστα δὲ μοναζόντων, διὰ τοῦτο ταῦτα συνεκεράσαμεν γράφοντες πρὸς τὸ δύνασθαι ἡμᾶς φέρειν ἀζημιώτους τῶν λεγομένων τὸ κέρδος.

Καὶ γνῶμεν ἀσφαλῶς ὅτι καὶ νῦν λέγει ὁ Θεός· «Τοὺς δοξάζοντάς με δοξάσω.» Καὶ γὰρ καὶ αὐτὸς τὴν ὁδὸν τῶν ἁγίων ἐπορεύετο, ὡς γέγραπται· «Μιμηταί μου γίνεσθε.» Καὶ ἀκώλυτος πᾶσι τῆς ἀρετῆς ἡ ὁδός· ἀλλὰ χρῄζει ὁ ἄνθρωπος ἀεὶ διδασκαλίας, ὡς ἡ γῆ ἀρδείας καὶ ὑετῶν. Καὶ ἤρκει μέν, εἰ ἐνήφαμεν, εἷς ψαλμὸς ἐκδιδάξαι ἡμᾶς τὴν ἀρετὴν πᾶσαν· διὰ δὲ τὸ εἰς λήθην ἡμᾶς ἐκπίπτειν ταχέως, ἡ ποικίλη τῶν γραφῶν δέδοται ἱστορία. Καὶ νῦν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ πολλὴ ἡ τάξις· πρεσβύτεροι, διάκονοι καὶ ἄλλοι καθεξῆς, καὶ μονάζοντες πάλιν· καὶ πάντες ψάλλομεν· «Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.» Τίνες δέ εἰσιν οὗτοι ἀλλ’ ἢ περὶ ὧν ὁ λόγος ἡμῖν καὶ ἡ ὑπόθεσις; Ταῦτα οὕτως παρεδόθη ἵνα κἀκεῖνοι δοξασθῶσι καὶ οἱ μετὰ ταῦτα ζηλώσωσι. Καὶ γὰρ ἑκάστου τελείου ὁ βίος, εἰ γραφῇ ὧδε, μᾶλλον παρὰ Κυρίου ἐγράφη.