Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Ο αγγελικός κανόνας και η οργάνωση των πρώτων κοινοβίων

Η παράδοση του μοναχικού κανόνα από άγγελο, η ίδρυση των πρώτων ανδρικών και γυναικείων μονών, και οι κανόνες για τη διατροφή, την εργασία και τη συμπεριφορά των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 2 από 13

29. Γέγονε δὲ τῷ χρόνῳ προκόπτων ἐφάμιλλος τῶν εὐσεβῶς βεβιωκότων· κατηξιώθη δὲ χαρίσματος προρρήσεων καὶ ὀπτασίας ἀγγελικῆς· ἐγένετο δὲ εἰσάγαν φιλάνθρωπος καὶ φιλάδελφος. Μετὰ ταῦτα δὲ ἦν κατ’ ἰδίαν καθήμενος ἐν σπηλαίῳ, ἀγρυπνῶν καὶ αἰτούμενος τὸ τέλειον θέλημα τοῦ Θεοῦ· οὐκ ἐβούλετο γὰρ ἔχειν φροντίδα, ἀλλ’ ἡσυχάζειν κατ’ ἰδίαν. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου λέγων· «Τὸ θέλημα τοῦ Θεοῦ ἐστιν τὸ διακονεῖν τῷ γένει τῶν ἀνθρώπων καὶ ἀποκαταλλάσσειν αὐτοὺς αὐτῷ. Σὺ δέ, Παχώμιε, τὰ κατὰ σεαυτὸν κατώρθωσας· περιττῶς οὖν κάθῃ ἐν τῷ σπηλαίῳ. Δεῦρο λοιπὸν ἐξελθὼν συνάγαγε πάντας τοὺς νεωτέρους μονάζοντας καὶ οἴκησον μετ’ αὐτῶν. Καὶ κατὰ τὸν τύπον τὸν διδόμενόν σοι, οὕτως αὐτοῖς νομοθέτησον.» 30. Καὶ ἐπιδέδωκεν αὐτῷ δέλτον χαλκῆν, ἐν ᾗ ἐγέγραπτο οὕτως· «Συγχωρήσεις ἑκάστῳ κατὰ τὴν δύναμιν καὶ φαγεῖν καὶ πιεῖν· καὶ πρὸς τὰς δυνάμεις τῶν ἐσθιόντων, ἀνάλογα καὶ τὰ ἔργα αὐτοῖς ἐγχείριζε· καὶ μήτε νηστεῦσαι κωλύσῃς μήτε φαγεῖν. Οὕτω μέντοι τὰ ἰσχυρὰ ἔργα τοῖς ἰσχυροτέροις καὶ ἐσθίουσιν ἐγχείριζε· τὰ δὲ ἄτονα τοῖς ἀσκητικωτέροις καὶ οἴκοι τῇ προσευχῇ προσκαρτεροῦσι.

Ποίησον δὲ κέλλας διαφόρους ἐν τῇ αὐλῇ· καὶ τρεῖς κατὰ κέλλαν μενέτωσαν. Ἡ δὲ τροφὴ πάντων ὑπὸ ἕνα οἶκον ἐξεταζέσθω. Καθευδέτωσαν δὲ ἐν ταῖς κέλλαις μὴ ἀνακείμενοι· ἀλλὰ θρόνους οἰκοδομητοὺς ὑπτιωτέρους ποίησον, ἵνα ἐν τῷ καθεύδειν αὐτοὺς κεκάθηνται· φορείτωσαν δὲ ἐν ταῖς νυξὶ λεβίτωνας λινοῦς καὶ ἐζωσμένοι. Ἕκαστος δὲ αὐτῶν ἐχέτω μηλωτὴν αἰγείαν ἠργασμένην, ἧς ἄνευ μηδὲ ἐσθιέτωσαν μηδὲ καθευδέτωσαν. Εἰσιόντες δὲ εἰς τὴν κοινωνίαν κατὰ σάββατον καὶ κυριακὴν τὰς ζώνας λυέτωσαν καὶ τὴν μηλωτὴν ἀποτιθέσθωσαν καὶ μετὰ κουκουλίου εἰσίτωσαν.» Κουκούλια δὲ αὐτοῖς ἐτύπωσεν ὡς παιδίοις, ἐν οἷς καὶ κατηνάρια διὰ πορφυρίου ἐκέλευσε τίθεσθαι.

31. Ἐκέλευσε δὲ εἰκοσιτέσσαρα τάγματα εἶναι· καὶ ἑκάστῳ τάγματι πεποίηκε στοιχεῖον ἑλληνικὸν ἀπὸ τοῦ ἄλφα καὶ βῆτα καὶ γάμμα καὶ δέλτα καὶ καθεξῆς. Ἐν τῷ οὖν ἐρωτᾶν καὶ πολυπραγμονεῖν τὸν ἄγγελον· «Εἰς τοσοῦτον πλῆθος πῶς ὁ πρῶτος ἐρωτήσει τὸν δεύτερον;» εἶπεν αὐτῷ· «Τοῖς ἀκεραιοτέροις καὶ ἁπλουστέροις ἐπιθήσεις τὸ ἰῶτα. Ἰδίῳ δὲ σημείῳ καλέσουν τό· Πῶς ἔχει τὸ γʹ; ὡσανεὶ τὸ τρίτον τάγμα. Εἶτα· Πῶς ἔχει τὸ ζʹ; ἕβδομον τάγμα. Ἄσπασαι τὸ ρʹ. Καὶ οὕτως ἑαυτοὺς ἐπισκεπτέσθωσαν. Τοῖς δὲ σκολιωτέροις ἐπιθήσεις τὸ ξʹ». Καὶ οὕτως κατὰ ἀναλογίαν τῆς καταστάσεως τῶν στοιχείων, ἁρμοζουσῶν τῶν προαιρέσεων καὶ τῶν βίων, ἑκάστῳ τάγματι στοιχεῖον ἐφήρμοσε, μόνων τῶν πνευματικῶν εἰδότων τὰ σημαινόμενα.

32. Ἐγγέγραπτο δὲ καὶ τοῦτο ἐν τῇ δέλτῳ ὅτι· «Ξένον ἄλλου μοναστηρίου ἄλλον ἔχοντα τύπον οὐ δέξῃ, πλὴν τοῦ ξενοδοχεῖν· τούτοις μὴ συμφαγεῖν μὴ συμπιεῖν· μὴ εἰσάγῃς εἰς τὴν μονήν, ἐκτὸς εἰ μὴ εὑρεθῇ εἰς τὴν ὁδὸν ἢ γνωστὸς <ᾖ>, ἢ θέλοντα συνεῖναι αὐτοῖς· τὸν τοιοῦτον, ἐπὶ τριετίαν εἴσω μὴ εἰσαγαγεῖν, ἀλλ’ ἐργατικώτερα ἔργα ἐπιτελοῦντα οὕτως εἰσδέχεσθαι μετὰ τριετίαν.

Ἐσθίοντες δὲ ἐν ἑνὶ οἴκῳ τὰς κεφαλὰς καλυπτέσθωσαν τοῖς κουκουλίοις, ἵνα μὴ ἀδελφὸς ἀδελφὸν μασώμενον ἴδῃ· οὐδὲ ἐξεῖναι λαλεῖν ἐσθίοντα, οὐδὲ ἐκτὸς τοῦ πίνακος καὶ τῆς τραπέζης ἀλλαχοῦ προσέχειν τῷ ὀφθαλμῷ. Διὰ πάσης δὲ ἡμέρας ποιεῖν εὐχὰς δώδεκα, ὡς εἶναι τὴν εὐχὴν ἄπαυστον· καὶ ἐν ταῖς παννυχίσιν ὡσαύτως· καὶ ἐννάτην ὥραν, ὅτε δοκεῖ τὸ πλῆθος μεταλαμβάνειν, τρεῖς εὐχάς· καὶ ἑκάστῃ εὐχῇ προσᾴδεσθαι ψαλμόν.» Προσαντιλέγοντος δὲ Παχωμίου τῷ ἀγγέλῳ ὅτι ὀλίγαι εἰσὶν αἱ εὐχαί, λέγει αὐτῷ ὁ ἄγγελος· «Ἱκανόν· ταύτας δὲ ἐτύπωσα, ὡς φθάνειν καὶ τοὺς μικροὺς ἐπιτελεῖν τὸν κανόνα καὶ μὴ λυπεῖσθαι ὡς ἀποιήτους.

Οἱ δὲ τέλειοι νομοθεσίας χρείαν οὐκ ἔχουσι· καθ’ ἑαυτοὺς γὰρ ἐν ταῖς κέλλαις ὅλον ἑαυτῶν τὸ ζῆν τῇ τοῦ Θεοῦ νομοθεσίᾳ παραχωρείτωσαν.» Ταῦτα νομοθετήσας ὁ ἄγγελος Κυρίου τῷ Παχωμίῳ καὶ δοὺς αὐτῷ τὴν δέλτον ἀπέστη ἀπ’ αὐτοῦ.

39. Καὶ λοιπὸν πάντα ἐποίησεν ὁ πατὴρ ἡμῶν Παχώμιος ὅσα συνέταξεν αὐτῷ ἐν τῇ δέλτῳ ὁ ἄγγελος Κυρίου. Καὶ συνεστήσατο μοναστήρια, ἐν οἷς τὸ πρῶτον καὶ μέγιστον μοναστήριον, ἔνθα αὐτὸς ὁ μέγας πατὴρ ἡμῶν ᾤκισται, <τὸ> καὶ τὰ ἄλλα ἀποκυῆσαν μοναστήρια, ἀνδρῶν χιλίων τριακοσίων· τὸ δὲ ἐφεξῆς, ἀνδρῶν διακοσίων. Ἐκ τούτων καὶ ἄλλα πλεῖστα ἐγένοντο μοναστήρια κρατήσαντα τὸν αὐτὸν τύπον, συντείνοντα εἰς ἑπτακισχιλίους ἄνδρας.

40. Ἐν τούτῳ τῷ μοναστηρίῳ, ἐν ᾧ ὁ Παχώμιος ᾤκει, γεγόνασι διὰ τὸ μέτριον τῆς χώρας καὶ τὴν τῶν ἀδελφῶν πληθὺν τέχναι διάφοροι· ῥάπται ιεʹ, χαλκεῖς ζʹ, τέκτονες δʹ, γναφεῖς ιεʹ, σκυτοτόμοι ιεʹ, βυρσεῖς κʹ, κηπουροὶ κʹ, ζεύγη βοῶν καὶ τούτων οἱ ἀροτῆρες νʹ, καλλιγράφοι δέκα, καμηλάριοι ιβʹ, πλέκοντες τὰς σπυρίδας τὰς μεγάλας κʹ, ἄλλοι πλέκοντες τὰ λεγόμενα μαλάκια τὰ σπυριδάλια τὰ μικρὰ ὡσαύτως κʹ. Καὶ φύλακας δὲ ἔτρεφον δέκα. Οἱ οὖν ἐφημερευταὶ τοῦ μαγειρείου, καθὼς προλέλεκται, ὄρθριοι ἀνιστάμενοι, οἱ μὲν αὐτῶν περὶ τὸ μαγειρεῖον, οἱ δὲ περὶ τὰς τραπέζας ἐγίνοντο· ἱστῶσιν οὖν αὐτὰς ἀπαρτίζοντες, ἀποτιθέμενοι λαμψάνας συνθετάς, ἐλαίας διαφόρους, τυροὺς καὶ ἄρτον καὶ λεπτολάχανα. Οἱ οὖν ἐν τοῖς τοιούτοις ἔργοις συλλεγόμενοι εἰσίασιν, ἕκαστος καθὼς προῄρητο, οἰκείᾳ προθέσει εἰς τὸ μεταλαβεῖν, οἱ μὲν ἕκτην ὥραν, οἱ δὲ ἑβδόμην, ἄλλοι ὀγδόην, ἕτεροι δὲ ἐννάτην, ἄλλοι δεκάτην, ἄλλοι δὲ βαθεῖαν ἑσπέραν· καὶ οἱ μὲν ὑπὲρ μίαν, ἄλλοι διὰ δύο, ἕκαστος καθὼς ἐβούλετο, κατὰ τὴν νομοθεσίαν τοῦ ἀγγέλου. Ἔτρεφον δὲ καὶ χοίρους διὰ τὰ ἀποσινιάσματα, διὰ τὰ ἀποκαθαρίσματα τῶν λαχάνων, διὰ τὰ ῥιπτόμενα ἀφ’ ἑκάστου περισσεύματος· τὸ κρέας μὲν πιπράσκουσι, τὰ δὲ ἄκρη τοῖς νοσοῦσι καὶ τοῖς γέρουσιν ἀνήλισκον, ὅτι ἦν ἡ χώρα μετρία καὶ πολυάνθρωπος.

Καὶ ταῦτα μὲν περὶ τοῦ πρώτου καὶ μεγίστου μοναστηρίου.

42. Ἀκούσασα δὲ ἡ ἀδελφὴ τοῦ μεγάλου πατρὸς ἡμῶν Παχωμίου τὰ περὶ αὐτὸν ἦλθεν ἰδεῖν αὐτόν. Καὶ πέμπει τὸν προσέχοντα τὴν θύραν τῆς μονῆς ἀδελφὸν εἰπεῖν αὐτῇ· «Ἰδοὺ ἤκουσας περὶ ἐμοῦ ὅτι ζῶ· μὴ λυπηθῇς δὲ ὅτι οὐκ εἶδές με. Ἀλλ’ εἰ θέλεις καὶ σὺ τοῦ ἁγίου βίου τούτου μετασχεῖν, ὅπως εὕρωμεν ἔλεος παρὰ τῷ Θεῷ, σκέπτου· καὶ οἱ ἀδελφοὶ ποιοῦσι μονὴν εἰς τὸ ἡσυχάσαι σε ἐκεῖ· καὶ ἴσως καλέσει καὶ ἄλλας σὺν σοὶ εἶναι ὁ Κύριος. Οὐδεμίαν γὰρ ἐλπίδα ἔχει ὁ ἄνθρωπος ἐν τῷ κόσμῳ, εἰ μὴ ποιήσει τὸ ἀγαθὸν πρὶν ἐξέλθῃ τοῦ σώματος εἰς τὸν τόπον οὗ μέλλει κρίνεσθαι καὶ ἀπολαβεῖν κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ταῦτα ἀκούσασα ἐδάκρυσε· καὶ κατανυσσομένη ἔκλινε τὴν καρδίαν αὐτῆς εἰς τὸ σῴζεσθαι.

Καὶ οὕτως ἐγένετο μοναστήριον ἐν τῇ κώμῃ μακρὰν ὀλίγον τῶν ἀδελφῶν. Καὶ ἦν ἀσκουμένη προθύμως σὺν ἄλλαις· καὶ ὅσον ὅσον πληθυνομένων, μήτηρ αὐτῶν ἐγένετο. Καὶ Πέτρον τινὰ εὐλαβέστατον καὶ τὴν ἡλικίαν πρεσβύτην ἔταξεν ἐπισκέπτεσθαι αὐτάς. Ἦν γὰρ ἐκείνου ὁ λόγος ἅλατι ἠρτυμένος καὶ σεμνοὶ λίαν σὺν τῇ διανοίᾳ οἱ ὀφθαλμοί. Πολλάκις τε ὡμίλει αὐταῖς στήκων ἀπὸ τῶν θείων γραφῶν τὰ τῆς σωτηρίας λόγια. Τούς τε κανόνας ἔγραψε τῶν ἀδελφῶν καὶ ἔπεμψεν αὐταῖς διὰ τοῦ γέροντος Πέτρου, ὅπως κατὰ κυβέρνησιν αὐτῶν στοιχήσωσι.

43. Καὶ εἴ ποτέ τις τῶν ἀδελφῶν μήπω εἰς τελειότητα φθάσας ἤθελεν ἐπισκέψασθαι ἰδίαν τινὰ ἑαυτοῦ, ἔπεμπεν αὐτὸν διὰ τοῦ οἰκιακοῦ αὐτοῦ πρὸς τὸν γέροντα Πέτρον· καὶ οὕτως μετεδίδοτο φάσις τῇ μητρὶ αὐτῶν· καὶ παρούσης ἄλλης αἰδεσίμης ἐπεσκέπτετο τὴν διαφέρουσαν αὐτῷ ἐκεῖνος μετὰ πολλῆς τῆς ἀκριβείας ἐπιλανθανόμενος ἅμα τῆς σαρκικῆς συγγενείας καὶ μηδὲν φέρων αὐτῇ (οὐ γὰρ εἶχε) καὶ μὴ λαμβάνων ὁμοίως· ἠρκεῖτο γὰρ αὐτοῖς ἀμφοτέροις ἡ ἐλπὶς καὶ ἡ μνήμη τῶν μελλόντων αἰωνίων ἀγαθῶν.

Καὶ ὅτε χρεία ἐγένετο οἰκοδομῆσαι ἐκεῖ ἢ ἐργάσασθαι ὧν χρῄζουσιν, ἐπιστήμονα καὶ εὐλαβῆ μετὰ καὶ ἄλλων ὁμοίων ἐκλεξάμενος ἔπεμπεν ἐκεῖσε ἐπὶ τοῦτο· καὶ τῇ ὥρᾳ τοῦ ἐσθίειν ἤρχοντο εἰς τὴν μονήν. Ἐὰν δέ τις τῶν ἐκεῖ ἐτελεύτα, αἱ μὲν μητέρες αὐτῶν ἐποίουν σινδόνα μίαν βληθῆναι εἰς ὅλον τὸ σῶμα· ἔπειτα τῶν ταχθέντων ἀδελφῶν στηκόντων σεμνῶς ἐν συνάξει ἐκεῖσε ὑπὸ στοάν, καὶ αὐτῶν μακρὰν εἰς τὸ ἕτερον μέρος, ἕως ψαλλόντων ἐνταφιασθῇ, καὶ οὕτως εἰς τὸ ὄρος ὑπαγόντων σεμνοτέρως, ψάλλουσαι καὶ αὐταὶ ὄπισθεν τῆς ἁμάξης, τοῦ πατρὸς αὐτῶν μὴ σαλευομένου ἀπὸ τῆς εὐχῆς, ἕως εἰσέλθωσιν εἰς τὴν μονὴν ἐν φόβῳ Θεοῦ· καὶ ἐν τοῖς ἰδίοις μνήμασιν ἐν τῷ μοναστηρίῳ θάπτοντες αὐτήν.

Ηὐξήθη δὲ ὁ ἀριθμὸς τῶν γυναικῶν ἕως τετρακοσίων, τὸν αὐτὸν τύπον ἔχουσαι τοῦ μεγάλου μοναστηρίου ἐκτὸς τῆς μηλωτῆς. 44. Συνέβη δέ ποτε ἐν τούτῳ τῷ γυναικείῳ μοναστηρίῳ πρᾶγμα τοιοῦτον. Ῥάπτης κοσμικὸς περάσας κατὰ ἄγνοιαν ἐζήτει ἔργον.

Ἐξελθοῦσα δὲ μία νεωτέρα τῶν παρθένων λόγῳ ἑαυτῆς—ἔρημος γάρ ἐστιν ὁ τόπος—ἐνέτυχεν αὐτῷ ἀκουσίως, καὶ δέδωκεν αὐτῷ ἀπόκρισιν ὅτι· «Ἡμεῖς ἔχομεν ῥάπτας ἡμετέρους.» Ἄλλη δὲ ὁρῶσα τὴν συντυχίαν ταύτην, χρόνου παρελθόντος γενομένης μάχης μεταξὺ αὐτῶν, ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἀπὸ πολλῆς πονηρίας καὶ ζέσεως θυμοῦ ἐσυκοφάντησεν αὐτὴν ἐπὶ τῆς ἀδελφότητος διὰ τὴν συντυχίαν· ᾗ συνέδραμον ὀλίγαι οὐ πολλῇ κακίᾳ φερόμεναι.

Λυπηθεῖσα δὲ ἐκείνη ὡς τοιαύτην ὑποστᾶσα συκοφαντίαν τὴν μηδὲ εἰς ἔννοιαν αὐτῆς ἐλθοῦσαν καὶ μὴ ἐνέγκασα τὸ πρᾶγμα ἔβαλεν ἑαυτὴν εἰς τὸν ποταμὸν λάθρα καὶ ἐτελεύτησεν οὕτως. Εἰς συναίσθησιν δὲ ἐλθοῦσα ἡ συκοφαντήσασα καὶ ἑωρακυῖα ὅτι ἀπὸ πονηρίας ἐσυκοφάντησε καὶ τὸ ἄλγος τοῦτο εἰργάσατο τῇ ἀδελφότητι, λαβοῦσα ἑαυτὴν ἀπήγξατο καὶ αὐτὴ μὴ ἐνεγκοῦσα τὸ πρᾶγμα. Ἀνήγγειλαν δὲ ταῦτα τῷ μεγάλῳ αἱ λοιπαὶ παρθένοι· καὶ ἐκέλευσε τούτων μηδεμιᾶς προσφορὰν ἐπιτελεσθῆναι· τὰς δὲ λοιπὰς ὡς συνειδυίας καὶ μὴ ἐρευνησάσας τὴν συκοφαντίαν καὶ τὴν συκοφαντήσασαν, ἀλλὰ μᾶλλον πιστευσάσας τὰ εἰρημένα, ἑπταετίαν ὥρισεν ἀκοινωνήτους ποιήσας.