Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Η προσέλευση του Θεοδώρου και η πνευματική καθοδήγηση των μοναχών

Η εισαγωγή στον βίο του Θεοδώρου, η απόρριψη των συγγραμμάτων του Ωριγένη από τον Παχώμιο, και οι συμβουλές του προς μοναχούς και κοσμικούς για προσευχή, ακτημοσύνη και μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 3 από 13

45. Ὀφείλομεν δέ—καὶ γὰρ ὠφέλιμόν ἐστι πᾶσι—διηγήσασθαι καὶ περὶ τοῦ προειρημένου αὐτοῦ γνησίου τέκνου Θεοδώρου, τοῦ ἀπὸ πρώτης αὐτοῦ ἡλικίας χριστιανοῦ ὄντος καὶ ἐκ γονέων ὁμοίως. Ἔοικε δὲ διαφορὰν ἔχειν καὶ μείζονος προκοπῆς Θεόδωρος· οὐ γὰρ ἄσημος ἐκ παιδόθεν τοῦ ποιμνίου Χριστοῦ, ἀλλὰ καὶ ἐπίσημος.

Οὗτος, γενομένης ἡμέρας ἑορτῆς τῶν χριστιανῶν ἐν δεκάτῃ τοῦ δεκεμβρίου μηνός, ἰδὼν τὴν οἰκίαν αὐτοῦ μεγάλην οὖσαν κατὰ τὸν κόσμον εὐθηνοῦσαν ἐπιγείοις ἀγαθοῖς, κατενύγη ἡ καρδία αὐτοῦ θείᾳ αἰσθήσει. Καὶ διελογίζετο ἐν ἑαυτῷ ὅτι· «Ἐὰν ἀπολαύσῃς τούτων τῶν βρωμάτων, οὐχ εὑρήσεις τὰ αἰώνια ἀγαθὰ καὶ τὴν ἀληθινὴν ζωήν.» Καὶ εὐθὺς ἀναστενάζων εἰσῆλθεν εἰς ἥσυχον τόπον τῆς οἰκίας αὐτοῦ· καὶ ἐπὶ πρόσωπον πεσὼν ἤρξατο δακρύειν καὶ λέγειν· «Ὁ Θεός, οὐ θέλω ταῦτα τὰ τοῦ κόσμου τούτου· σὲ μόνον θέλω καὶ τὸ ἔλεός σου.» Ἡ δὲ μήτηρ αὐτοῦ πολλὰ ζητήσασα εὗρεν αὐτόν· καὶ βλέπουσα τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς ἀπὸ δακρύων, λέγει αὐτῷ· «Τίς ἐλύπησέ σε, τέκνον, καὶ ποῦ ἦς; Ἐγὼ γὰρ καὶ οἱ ἀδελφοί σου ἐξεδεχόμεθά σε εἰς τὸ φαγεῖν.» Αὐτὸς δὲ ἀποκριθεὶς λέγει αὐτῇ· «Ἀπέλθατε, φάγετε ὑμεῖς· ἐγὼ γὰρ τέως ἐσθίειν οὐ βούλομαι.» Καὶ οὕτως ἐν τῇ διατριβῇ τυγχάνων ἐνήστευεν ἕως ὀψέ, πολλάκις δὲ καὶ τὰς δύο· καὶ ἐγκρατευόμενος τῶν πολυτελῶν βρωμάτων καὶ τροφῶν ὡς μοναχὸς διῆγεν ἐπὶ δύο ἔτη. Καὶ μετὰ ταῦτα συνεχωρήθη ἐξελθεῖν καὶ εἰς μονὴν ἀναχωρεῖν σὺν τοῖς ἐκεῖσε μοναχοῖς, κἀκείνοις εὐλαβέσιν οὖσι, περὶ τὸν Λατοπολίτην τόπον. Ἦν δὲ τότε ὡς ἐτῶν δεκατεσσάρων.

46. Καὶ καθημένων τῶν μοναχῶν κατ’ ὀψὲ λαλεῖν τὸν λόγον τοῦ Θεοῦ, ἤκουσέ τινος λέγοντος περὶ τῆς σκηνῆς τὰ ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων καὶ τὴν ἐπίλυσιν ἐπὶ τῶν δύο λαῶν, ὅτι· «Ὁ πρῶτος λαὸς ἡ πρώτη σκηνή ἐστιν· ἡ γὰρ λατρεία διὰ θυσιῶν ζῴων ἦν καὶ ἄρτων φανερῶν καὶ τῆς λυχνίας μετὰ λύχνων, καὶ τὰ ἄλλα.

Τὰ δὲ ἅγια τῶν ἁγίων, ἡ κλῆσις τῶν ἐθνῶν ἡ κατὰ τὸ εὐαγγέλιόν ἐστι, τὸ πλήρωμα τοῦ νόμου· καὶ πάντα τὰ ἐν αὐτῇ, ἐσωτέρα σκηνὴ καὶ ἐνδοξοτέρα· ἀντὶ γὰρ θυσίας ζῴων, θυμιατήριον θυμιαμάτων, προσευχὴ ἐκτενὴς ἐκ καρδίας εὐθείας ἀναπεμπομένη, καὶ ἀντὶ τραπέζης καὶ κιβωτοῦ, ἡ καθαρὰ διάνοια ἔχουσα τοὺς πνευματικοὺς ἄρτους τῶν μυστηρίων καὶ τὸ βιβλίον τοῦ νόμου τὰς ἐντολὰς τοῦ Χριστοῦ, ἃς οἱ πιστοὶ διηνεκῶς ἔχουσιν ἐν καρδίᾳ, ὡς γέγραπται· «Καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν γράψω αὐτούς.» Καὶ ἀντὶ φωτὸς τῆς λυχνίας, ἡ τοῦ ἁγίου πνεύματος ἔλλαμψις, καὶ τὸ θυσιαστήριον ὅπου ὀπτάνεται ὁ Θεὸς πῦρ καταναλίσκον, τοῦτ’ ἔστιν ὁ Θεὸς Λόγος τῇ ἐνανθρωπήσει· ἱλασμὸς γὰρ ἐγένετο ἡμῖν ὀφθεὶς τῇ σαρκὶ καὶ τῷ πυρὶ τῆς θεότητος τὴν ἁμαρτίαν ἀναλώσας.» Καὶ ἐπὶ τῇ λύσει τούτων λέγει ὁ ἀδελφός· «Τὸ ῥητὸν τοῦτο ἤκουσα καὶ τὴν λύσιν τούτων παρὰ ἁγίου ἀνθρώπου τοῦ πατρὸς ἡμῶν Παχωμίου, τοῦ καὶ συνάξαντος ἐν Ταβεννήσει πολλοὺς ἀδελφοὺς προκόπτοντας ἐν Κυρίῳ. Καὶ πιστεύω ὅτι συγχωρήσει ὁ Θεός τινα τῶν ἁμαρτιῶν μου, ὅτι ἐμνήσθην δικαίου ἀνδρὸς κατὰ τὴν ὥραν ταύτην.» Καὶ ἀκούσας ὁ παῖς ἔλαβεν ἐν καρδίᾳ πόθον τοῦ ἀνδρός· καὶ ἦν εὐχόμενος καὶ λέγων· «Κύριε, εἰ ἔστιν ἅγιος ἐπὶ τῆς γῆς, καταξίωσόν με ἰδεῖν αὐτὸν καὶ μαθητεῦσαι αὐτῷ, ὅπως δι’ αὐτοῦ σώσῃς τὴν ψυχήν μου.»

Καὶ οὕτως τὸ πλεῖστον τῆς νυκτὸς ἐποίησεν αἰτούμενος τὰ τοιαῦτα.

56. Ἐμίσει δὲ ὁ πατὴρ ἡμῶν τὸν λεγόμενον Ὠριγένην, οὐ μόνον ὅτι ἐξεβλήθη τῆς ἐκκλησίας, πρὸ Ἀρείου καὶ Μελετίου τῶν κατὰ τῆς ἐκκλησίας Χριστοῦ βλασφημίᾳ καὶ σχήματι ὁμοφρονούντων, ὑπὸ Ἡρακλᾶ τοῦ Ἀλεξανδρείας ἐπισκόπου, ἀλλ’ ὅτι καὶ ἐν τοῖς συντάγμασιν αὐτοῦ γεγραμμένα δεινὰ ἤκουσε καὶ ἐπέγνω αὐτὸν βλάσφημον καὶ τολμηρότερον κατὰ τῆς ἰδίας ζωῆς καὶ ὅτι συνέμιξε τὰ δοκοῦντα πιθανὰ τοῖς ὀρθοῖς ῥήμασι τῆς θείας γραφῆς εἰς ἀπώλειαν τῶν ἀγνοούντων, ὃν τρόπον τις φάρμακον ἀναμιγνύει μέλιτι. Ὅθεν τοῖς ἀδελφοῖς ἐνετείλατο σφόδρα οὐ μόνον ὅπως μὴ ἀναγνῶναι τολμῶσιν, ἀλλὰ μήτε ἀκοῦσαι τῶν λεγομένων ὑπ’ αὐτοῦ. Εὑρὼν οὖν ποτε βιβλίον αὐτοῦ ἔβαλεν εἰς τὸ ὕδωρ καὶ ἀπώλεσεν αὐτό, λέγων· «Εἰ μὴ ὅτι τὸ ὄνομα Κυρίου γεγραμμένον ἦν ἐν αὐτῷ, ἐπεὶ ἔκαιον τὰς βλασφημίας αὐτοῦ καὶ φλυαρίας.» 57. Ὁ δὲ ἅγιος Ἀθανάσιος ἔβλεπε τὸν σωτῆρα ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ καθήμενον ἐπὶ θρόνου, ὡς καὶ ὁ ἅγιος Πέτρος ὁ ἐπίσκοπος καὶ μάρτυς τῆς αὐτῆς ἐκκλησίας, καθὼς μεμαθήκαμεν ἀπὸ τῶν διαδόχων αὐτοῦ ὀρθοδόξων ἐπισκόπων. Ἡμεῖς δὲ πάλιν τοῦ προκειμένου ἐχώμεθα. Παντοίως ἠσφαλίζετο ὁ πατὴρ ἡμῶν Παχώμιος τηρῶν ἑαυτοῦ τὴν καρδίαν ἀπὸ παντὸς πονηροῦ λογισμοῦ.

Καὶ ἐάν τινος ἤκουσέ ποτε καταλαλοῦντος ἑνὸς τῶν πατέρων, οὐκ ἠνείχετο ἀκοῦσαι· ἀπέφευγε γὰρ τὰ τοιαῦτα ὡς ἀπὸ ὄφεως· καὶ ἐπιτιμῶν ἐπαίδευε τοὺς ἐπιχειροῦντας ταῦτα λέγειν, καὶ ἔλεγεν αὐτοῖς· «Οὐδείς, φησίν, ἀγαθὸς προφέρει πονηρόν, μάλιστα κατὰ πατέρων ἁγίων, ἐν οἱῳδήποτε τρόπῳ,» ὑπομιμνῄσκων αὐτοῖς Μαρίας τῆς ἀδελφῆς Μωϋσέος. Τοιοῦτος λίαν καὶ εὐθὺς καὶ ὠφέλιμος τοῖς συντυγχάνουσιν αὐτῷ ἦν, ὡς μὴ ἐθέλειν αὐτοῦ χωρίζεσθαι τοὺς θεατάς.

66. Οὗτος οὖν ὁ ἅγιος πατὴρ ἡμῶν καθήμενος ἐν μέσῳ τῶν ἀδελφῶν ἐπληροφόρει αὐτοὺς περὶ παντὸς λογισμοῦ ποιῶν τὴν ἔρευναν, πρῶτον δηλονότι τὰ ἑαυτοῦ αὐτοῖς ἐξαγγέλλων καὶ πῶς δεῖ εὔχεσθαι περὶ ἑκάστου αἰτήματος, διδάσκων ἀφθόνως πάντας τὴν πίστιν καὶ τὴν ἐλπίδα ἔχειν πρὸς τὸν Κύριον καὶ τὴν ἀγάπην εἰς αὐτόν τε καὶ εἰς τὸν πλησίον ἀνυπόκριτον καὶ ἀληθινήν.

67. Σὺν τῶν σωματικῶν δὲ ἰαμάτων καὶ πνευματικῶς ἰᾶτο τοὺς ἀκούοντας κοσμικούς. «Ἀνήρ, φησί, μὴ ἐπιγινώσκων τὸν Κύριον τυφλός ἐστι τῇ διανοίᾳ, ἀνθ’ ὧν οὐ βλέπει τὸ φῶς τοῦ Θεοῦ διὰ τὴν εἰδωλολατρείαν· εἰ δὲ μετὰ ταῦτα ὁδηγηθῇ ἐπιγνῶναι τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ἀναβλέψῃ, μακάριός ἐστι πορευόμενος κατὰ τὰς ἐντολὰς αὐτοῦ. Ἡ γὰρ ἐντολὴ Κυρίου, φησί, τηλαυγὴς φωτίζουσα ὀφθαλμούς.» Καὶ πάντας μὲν ὡδήγει καὶ ἐφωταγώγει ὁ μέγας πρὸς τὴν ὁδὸν τῆς ἀληθείας, τοὺς μὲν ἐκκόπτων ἀπὸ τοῦ ψεύδους καὶ συμβιβάζων μὴ λαλεῖν ἄδικα καὶ ἁπλῶς ψεύδεσθαι, τοὺς δὲ εἴργων βεβλαμμένας ἔχοντας τὰς χεῖρας ἀπὸ τῆς ἀργείας τῶν ἐντολῶν καὶ πρὸς τὸ ἀγαθὸν ἐργάζεσθαι, τοὺς δὲ ἐν πορνείᾳ καὶ ὑπερηφανίᾳ τυγχάνοντας μετανοεῖν καὶ στοιχεῖν τῷ φόβῳ τοῦ Θεοῦ καὶ ποιεῖν ἔργα ἄξια τῆς μετανοίας.

70. Ποτὲ δὲ τῶν ἀδελφῶν ἐν τῇ νήσῳ ὄντων θερίσαι θρύα, μετ’ αὐτῶν ἦν Θεόδωρος ἑτοιμάζων τὰς τραπέζας. Μιᾶς δὲ ἑσπέρας ἦλθεν ὁ πατὴρ ἡμῶν Παχώμιος ἀπὸ τοῦ ἔργου νοσῶν. Καὶ κατακειμένῳ ῥιγῶντι ἐπέβαλεν αὐτῷ στρῶμα τρίχινον Θεόδωρος. Καὶ ἰδὼν οὐκ ἠθέλησε, λέγων· «Ἆρον αὐτὸ καὶ βάλε ψιαθίον.» Καὶ ἔδωκεν αὐτῷ δράκα φοινίκων ἀντὶ χόρτου.

Καὶ ἀποστρέψας ὁ μέγας τὴν δράκα τῶν φοινίκων λέγει μετὰ δακρύων· «Ἐπειδὴ ἡμεῖς ἔχομεν τῶν ἀδελφῶν τὸν κάματον καὶ τὰς χρείας οἰκονομῆσαι, διὰ τοῦτο ἐξουσιάζομεν αὐτοῖς ἵνα ἀναλίσκωμεν αὐτά; Καὶ ποῦ ὁ φόβος τοῦ Θεοῦ; Ἆρα διῆλθες ὅλας τὰς καλύβας τῶν ἀδελφῶν ταύτην τὴν ὥραν, καὶ ἠσφαλίσω μὴ εἶναί τινας ἀσθενοῦντας; καὶ γὰρ καὶ ἕως τούτων ὁ Θεὸς κριτής ἐστιν.» 75. «Πεισθέντες οὖν, ἀδελφοί, περὶ τῆς μελλούσης τῶν σωμάτων ἀναστάσεως, ὀφείλομεν καὶ πνευματικὴν ἀνάστασιν εἰδέναι, εἰπόντος αὐτοῦ τοῦ Κυρίου· «Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται». Καὶ γὰρ ἀληθὴς ὁ λόγος τοῦ Κυρίου ὅτι· «Πᾶς ἁμαρτωλὸς πιστεύων καὶ ποιῶν τὰς ἐντολάς, ζήσεται ἡ ψυχὴ αὐτοῦ.» Ψυχῆς γὰρ θάνατος ἡ ἁμαρτία καὶ ζωὴ ἡ δικαιοπραγία. Ἐπισκεψώμεθα δὲ καὶ τοῦτο, ἀδελφοί, πῶς ὁ Κύριος ποτὲ μὲν διὰ πράξεως ἐντελλόμενος ἡμῖν ὑπεδείκνυεν (λοιδορούμενος γάρ· «Δαιμόνιον ἔχεις» οὐκ ἀντελοιδόρει), ποτὲ δὲ διελέγχων τοὺς γραμματεῖς καὶ φαρισαίους λόγῳ ἡμᾶς παιδεύων, ὥς φησι πολλάκις· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι·» καὶ τυφλοὺς ὁδηγοὺς καὶ τάφους κεκονιαμένους τούτους ἐκάλει καὶ τὰ ὅμοια τούτων.

Ὥσπερ γάρ τις βόθρον βλέπων λέγει τυφλοῖς, μή ποτε περιπατοῦντες πέσωσιν εἰς αὐτὸν εἰς θάνατον βαθὺν ὄντα, οὕτως καὶ ὁ Κύριος ἀπεκάλυψε τὴν κακὴν πρᾶξιν αὐτῶν πρὸς ἀσφάλειαν τῶν πιστῶν, ἵνα μὴ ὁμοιωθέντες αὐτοῖς συναποθάνωμεν.

Περὶ δὲ τοῦ λοιδορούμενον αὐτὸν μὴ ἀντιλοιδορεῖν, ἐδίδασκεν ἡμᾶς μὴ ἀνταποδιδόναι τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν, ἀλλὰ διὰ τῆς ὑπομονῆς κτᾶσθαι τὴν ἀρετήν. Ὅτε δὲ εἶπεν Πέτρῳ· «Σατανᾶ», οὐκ αὐτὸν ἔλεγεν, ἀλλὰ τὸν Σατανᾶν, τὸν ὑποβάλλοντα τοῖς ἀνθρώποις τὰ τοῦ κόσμου φρονεῖν καὶ λέγειν.» 77. Οὐκ εἶχε δὲ κἂν εἷς ἐξ αὐτῶν ποιῆσαί τι ἢ εἰς κελλίον εἰσελθεῖν πρὸς ἀδελφὸν χωρὶς βουλῆς καὶ προτροπῆς τῶν προεστώτων.

Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν τὰ περισσὰ ὁ οἰκιακὸς ἢ ὁ δεύτερος εἶχεν αὐτὰ παριδίως εἰς κελλίον πεφυλαγμένα, ἕως δἂν χρεία τούτων γένηται ἀλλάσσειν πρὸς τὸ πλῦναι τὰ ἀμφιασμένα αὐτοῖς. Ὡσαύτως καὶ τὰ βιβλία, ἐν θυριδίῳ κείμενα, ὑπὸ τὴν φροντίδα ἦν τῶν προειρημένων δύο, τοῦ τε πρώτου καὶ τοῦ δευτέρου. Ἀργύριον ἢ χρυσίον οὐδὲ ᾔδεσαν, ἐκτὸς τῶν τὴν φροντίδα ποιούντων. Πολλοὶ δὲ ἐτελεύτησαν μὴ εἰδότες κἂν τὴν εἰκόνα τούτων ἢ τὴν ἐπιγραφήν. Ἀλλὰ καὶ αὐτοὶ οἱ κρατοῦντες αὐτὰ καὶ οἰκονομοῦντες πρὸς μίαν ἡμέραν τὰ εἰσερχόμενα εἰς τὰς χεῖρας αὐτῶν κατεῖχον, καὶ παραυτὰ ἐδίδουν τῷ μεγάλῳ οἰκονόμῳ αὐτὰ καὶ ἐξέωναν.