Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Δοκιμασίες, οράματα και η ανάδειξη του Θεοδώρου στη διδασκαλία

Ο έλεγχος της συμπεριφοράς των αδελφών, δαιμονικές μεθοδείες, προφητικά οράματα του αγίου Παχωμίου και ο διορισμός του νεότερου Θεοδώρου σε θέση διδασκάλου και οικονόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 4 από 13

78. Ὁ δὲ πατὴρ ἡμῶν Παχώμιος ἐν σκαφιδίῳ ποτὲ πλέων, μέλλων ἀπελθεῖν εἰς τὰς μονὰς καὶ ὀψίας γεναμένης εἶπεν αὐτοῖς· «Θέλετε ἀγρυπνήσω τὴν νύκτα ταύτην μεθ’ ὑμῶν;» Αὐτῶν δὲ εἰπόντων· «Ναί», λέγει αὐτοῖς· «Ἐγὼ τρεῖς τύπους ἐδιδάχθην ὑπὸ τοῦ ἁγίου πατρὸς ἡμῶν Παλάμωνος εὔχεσθαι· ἢ εὐξώμεθα ἕως μεσονυκτίου καὶ λοιπὸν κοιμηθῶμεν ἕως πρωΐ, ἢ κοιμηθῶμεν ἕως μεσονυκτίου καὶ ἀγρυπνήσωμεν ἕως πρωΐ, ἢ ἀπ’ ἄρτι κοιμηθῶμεν ὀλίγον καὶ εἶθ’ οὕτως ἐγερθῶμεν καὶ εὐξώμεθα καὶ πάλιν κοιμηθῶμεν ἕως πρωΐ. Ἓν ἐκ τῶν τριῶν ἐκλέξασθε.» Κἀκεῖνοι δὲ ἐκλεξάμενοι τὸ ἔσχατον, ἔμεινεν ὁ μέγας ἀγρυπνῶν καὶ νηφαλέως ἰσάζων τὰς ὥρας τοῦ ὕπνου καὶ τῆς εὐχῆς, πεῖραν ἔχων τοῦ ἀγρυπνεῖν. Ὁ εἷς δὲ αὐτῶν ὀλιγωρήσας ἀπῆλθε κοιμηθῆναι· ὁ δὲ ἄλλος ἔμεινεν ἕως πρωΐ.

Πρὸς ὄρθρον δὲ ἐκάλεσε τὸν ἕτερον τοῦ ποιῆσαι τὴν σύναξιν ἀμφότεροι· καὶ μετὰ ταῦτα ἀπῆλθε κοιμηθῆναι ὁ ἀδελφὸς ὁ ἀγρυπνήσας. Καὶ ὁ μέγας ἤλασε κώπας μετὰ τοῦ κοιμηθέντος τὴν νύκτα, ἕως τῆς μονῆς πολὺ ἔχον τὸ διάστημα.

79. Ὁ προειρημένος δὲ Κορνήλιος ἦν οἰκονόμος ἐκείνης τῆς μονῆς. Ἀκούσας δὲ ὅτι ὁ πατὴρ ἡμῶν Παχώμιος ἔρχεται, συνεκάλεσε τοὺς ἀδελφοὺς πάντας καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ· καὶ ἰδόντες ἠσπάσαντο αὐτὸν καὶ τοὺς ἀδελφούς. Εἷς δὲ τῶν ἀδελφῶν τῶν ὄντων μετὰ τοῦ μεγάλου πατρὸς εἰσπορευόμενος ἠρέμα ἠρωτήθη ὑπὸ Κορνηλίου· «Τί ποιεῖ ὁ πατὴρ τὰς ἡμέρας ταύτας;» Καὶ λέγει αὐτῷ ὅτι· «Ὅλως τῇ νυκτὶ ταύτῃ ἐπαίδευσεν ἡμᾶς ἀγρυπνεῖν.» Καὶ εἰπόντος τὴν ὑπόθεσιν πᾶσαν, λέγει ὁ Κορνήλιος· «Ὢ ἀσθένεια· ἀφῆκες ἄτονον γέροντα νικῆσαί σε ὄντα νεανίσκον;» Καὶ τούτου λαλοῦντος ἤκουσεν ὁ ἀββᾶς Παχώμιος. Καὶ προσποιησάμενος ὡς μὴ ἀκούσας, ὀψὲ περὶ τὴν πυρκαιὰν λέγει τῷ Κορνηλίῳ· «Εὐχὴν θέλεις ποιήσωμεν;» Τοῦ δὲ εἰπόντος· «Ὡς θέλεις», ἀναστάντες εὔξασθαι, ἐχρόνισεν ὁ γέρων· καὶ παρεκτείνοντος αὐτοῦ τὴν εὐχὴν καὶ Κορνήλιον δοκιμάζοντος, οἱ σὺν αὐτῷ ὄντες τῷ μεγάλῳ δύο ἀδελφοί, ἐκ τῆς παρελθούσης νυκτὸς γνόντες τὴν πεῖραν, ἐξέβησαν ἐκ τοῦ πλοίου καὶ ἀλλαχοῦ ἀπελθόντες ἐκοιμήθησαν.

Ὁ δὲ Κορνήλιος κατελείφθη μετὰ τοῦ πατρός· καὶ στήκων ὁ πατὴρ εἰς τὴν εὐχὴν καὶ χρονίζων σφόδρα, ὁ δὲ Κορνήλιος ἐν ἑαυτῷ ἐμελέτα τὰ ἐκμαθήματα αὐτοῦ. Καὶ ὅτε ἔκρουσαν εἰς σύναξιν πρωΐ, καὶ καταπαύσαντος αὐτοῦ τὴν εὐχήν, λέγει αὐτῷ Κορνήλιος· «Τί ἐποίησας, πάτερ; Οὐδὲ ἐγευσάμην ὕδατος ὀψὲ φαγών.» Καὶ λέγει αὐτῷ ὁ πατήρ· «Ἀφῆκες γέροντα νικῆσαί σε εἰς εὐχήν, Κορνήλιε;» Τότε γνοὺς ὅτι ἤκουσεν ὀψὲ εἰρηκέναι τοῦτο τῷ ἀδελφῷ, λέγει αὐτῶ· «Ἥμαρτον, συγχώρησόν μοι, ὅτι οὐκ ὀρθῶς ἐλάλησα.

Τὸ γὰρ ἐν σοὶ πνεῦμα ἅγιόν ἐστι καὶ δύναμις Θεοῦ.» 84. Ἐν ἄλλοις δὲ πάλιν ὁ μέγας πατὴρ ἡμῶν ἐπορεύθη μετὰ τῶν ἀδελφῶν κόψαι θρύα. Καὶ μιᾷ τῶν ἡμερῶν τὴν μεταφορὰν ποιούντων αὐτῶν εἰς τὸ πλοῖον, ἐξαίφνης ἐν ἐκστάσει γέγονε· καὶ ὁρᾷ τοὺς ἀδελφοὺς τινὰς μὲν περιεχομένους πυρὶ κύκλῳ περιφλογίζοντι εἰς αὐτοὺς καὶ ὑπερβῆναι μὴ δυναμένους, τινὰς δὲ ἐπάνω ἀκανθίνων ξύλων ἀνυποδέτους ἀπὸ σκολόπων ἐμπεπηγμένους καὶ μὴ ἔχοντας πόθεν ἐκβῆναι, ἑτέρους δὲ ἐπὶ μέσου κρημνοῦ ὑψηλοῦ ἑστῶτας καὶ μὴ δυναμένους μήτε ἀνιέναι μήτε βαλεῖν αὐτοὺς κάτω, ποταμοῦ μεγίστου ὄντος καὶ τῶν κροκοδείλων τηρούντων αὐτοὺς ἁλλομένων κάτωθεν. Καὶ ἔτι στήκοντος αὐτοῦ καὶ ὁρῶντος, οἱ ἀδελφοὶ διερχόμενοι καὶ ἀπορρίψαντες τὰ φορτία παρέστησαν εἰς εὐχήν. Καὶ μετὰ πολλὴν ὥραν εἰς ἑαυτὸν ἐλθὼν κελεύει ψωμίζειν τοὺς ἀδελφούς· ὀψὲ γὰρ ἦν ἤδη. Καὶ μετὰ τοῦτο εἶπε συναχθῆναι αὐτοὺς πρὸς αὐτόν· καὶ λοιπὸν εἰπόντος αὐτοῖς τὸ ὅραμα, ἔκλαιον πάντες μετὰ φόβου πολλοῦ· καὶ ἐρωτηθεὶς τί ἂν εἴη τοῦτο, λέγει αὐτοῖς· «Ὡς νομίζω καὶ αἰσθάνομαι, μετὰ τὴν τελευτήν μου ἔσται τοῦτο τοῖς ἀδελφοῖς, ὥστε μὴ εὑρεῖν αὐτοὺς τὸν δυνάμενον ὡς δεῖ παραμυθήσασθαι ἐν Κυρίῳ ἀπὸ τῶν θλίψεων αὐτῶν.» 85. Ἀναχωρητὴς δέ τις ἀδελφὸς ἦλθεν ἰδεῖν αὐτόν. Καὶ αὐτῶν καθημένων. καὶ ὁμιλούντων τὰ δέοντα, λέγει τῷ Θεοδώρῳ· «Ἑτοίμασόν τί ποτε ἵνα φάγῃ ὁ ἀδελφός.»

Ἐξελθὼν δὲ ὁ Θεόδωρος ἐκάθισε, νομίσας ὅτι εἶπεν αὐτῷ· «Ἄφες ἕως οὗ λαλήσω τῷ ἀδελφῷ.» Αὐτοῦ δὲ μὴ ἑτοιμάσαντος, λέγει ἄλλῳ οἰκονόμῳ διαβαίνοντι· κἀκεῖνος ἀνεχώρησε μὴ γνοὺς τί ἐστιν ὃ λέγει. Γνοὺς δὲ τοῦτο ὁ πατὴρ πειρασμὸν εἶναι, νηφάλεος ὢν τῷ πνεύματι, ἐγερθεὶς ἡτοίμασε τῷ ἀδελφῷ· καὶ συμφαγὼν ἀπέλυσεν αὐτόν.

Καὶ καλέσας τὸν Θεόδωρον λέγει αὐτῷ· «Ὁ κατὰ σάρκα πατήρ σου ἐάν τί σοι εἶπε, παρέβλεπες ἂν αὐτόν; Διὰ τί οὐχ ἡτοίμασας τῷ ἀδελφῷ φαγεῖν, ὥς σοι εἶπον;» Λέγει αὐτῷ Θεόδωρος· «Ἐνόμιζον, πάτερ, ὅτι λέγεις μοι· Ἔξελθε ἵνα λαλήσω τῷ ἀδελφῷ.» Καλέσας δὲ καὶ τὸν ἕτερον, εἶπεν τὰ αὐτά· κἀκείνου τὸ αὐτὸ εἰπόντος, ἀνεστέναξε λέγων· «Πνεῦμα πονηρὸν ἐνεπόδισε τοῦτο ὅπως λυπηθῶμεν· ἀλλ’ εὐλογητὸς ὁ Θεὸς ὁ δοὺς τὴν μακροθυμίαν καὶ τὴν σύνεσιν. Μάθετε οὖν καὶ ὑμεῖς ἀπὸ τούτου μακροθυμεῖν καὶ φέρειν γενναίως τοὺς πειρασμούς.» 86. Πολλάκις δὲ ὁ πατὴρ ἡμῶν ἤκουε τῶν πονηρῶν πνευμάτων, λαλούντων αὐτῶν τὰ ποικίλα αὐτῶν κακὰ τὰ κατὰ τῶν ἀνθρώπων, τοῦ μὲν λέγοντος· «Πρὸς σκληρὸν ἤμην ἄνθρωπον, καὶ ὅταν ὑποβάλλω αὐτῷ λογισμόν, κἀκεῖνος εὐθὺς στήκει εἰς εὐχήν, καὶ οὐ δύναμαι στῆναι, ἀλλὰ καιόμενος ἐξέρχομαι», τοῦ δὲ ὅτι· «Πανουργικῶς καὶ τεχνωδῶς ἀπατῶ αὐτούς», ἄλλου δὲ λέγοντος ὅτι· «Ἔχω τινὰ εὐπειθῆ, καὶ εἴ τι συμβουλεύω αὐτῷ, ἀκούει μου καὶ ποιεῖ· καὶ σφόδρα ἀγαπῶ αὐτόν.» —«Τοιγαροῦν, φησὶ τοῖς ἀδελφοῖς, τηρεῖτε ἑαυτοὺς πάντοτε καὶ κατασφραγίζεσθε τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ κατ’ αὐτῶν ὑμῶν στρατευομένων, οὐ δυνήσονται πρὸς ὑμᾶς.» 87. Ποτὲ δὲ ἐξηγουμένου τοῦ μεγάλου πατρὸς πάλιν τοῖς ἀδελφοῖς τὰ λυσιτελῆ καὶ συμφέροντα τῶν ψυχῶν αὐτῶν, παραχρῆμα κατεσχέθη ἡ καρδία αὐτοῦ μὴ λαλεῖν.

Καὶ συνεὶς τῷ πνεύματι πόθεν γέγονε τοῦτο, ἐκάλεσε τὸν οἰκονόμον τῆς μονῆς καὶ ἠρέμα λέγει αὐτῷ· «Ἀπελθὼν εἰς τόδε τὸ κελλίον μάθε τίς ὁ ἐκεῖ καταφρονῶν τῆς ἰδίας ψυχῆς, καὶ γίνου μάρτυς σὺ πῶς ἐβλάβη ὁ τοιοῦτος· πρῶτον, ὅτι οὐκ ἦλθεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ ἵνα ἐνδυναμωθῇ κατὰ τοῦ θλίβοντος καὶ ἕλκοντος αὐτὸν εἰς τὸν κόσμον· δεύτερον, ἐπεὶ οὐκ ἦλθεν ἀκοῦσαι, διὰ τί ἐκεῖσε οὐκ εὔχεται, ἀλλὰ κάθηται ἀργός; Οὐκ οἶδα εἰ οὗτος γένηται μοναχός.» Καὶ μετ’ ὀλίγον ἐκεῖνος ἐξῆλθε τῆς μονῆς καὶ ἀπῆλθε πρὸς τοὺς ἑαυτοῦ γονεῖς, μὴ παραδοὺς ἑαυτὸν βαστάσαι τὸν σταυρὸν κατὰ δύναμιν.

88. Καὶ ἤρξατο παραβολὴν ὁ ἅγιος λέγειν ὅτι· «Ἔστιν οἰκία ἐν ᾗ ἑκατὸν τόποι εἰσὶ <ἢ> κελλία· ἐὰν ἀγοράσῃ ἀλλότριος ἓν κελλίον παρὰ τοῦ οἰκοδεσπότου, μὴ κωλύεται εἰς τὸ ἴδιον εἰσελθεῖν, κἂν ἐσώτερον ᾖ; Οὕτως καὶ ὁ πιστός· ἐὰν ἔχων τοὺς καρποὺς τοῦ πνεύματος, τῇ ἀμελείᾳ καὶ τῇ ἐπιβουλῇ τοῦ ἐχθροῦ ἑνὸς αὐτῶν ἀλλοτριωθῇ, οὐκ ἔσται εὐσθενὴς ἐκείνου τοῦ καρποῦ πρὸς τὸν ἐχθρόν. Ἴσως δὲ ἐὰν μὴ νήψῃ, νικᾷ αὐτὸν καὶ ἐν ἄλλῳ· καὶ οὕτως κατακυριεύει τοῦ ἀνθρώπου ὅλου μὴ ἔχοντος μηδὲν ἀγαθόν. Ἐὰν δὲ πάλιν ἐπιγνοὺς ἑαυτὸν σφίγξῃ, οὐ μόνον τὸν ἕνα κτήσεται καρπὸν οὗ ἀπηλλοτριώθη ποτέ, ἀλλὰ καὶ πολλούς· καὶ σφόδρα προκόψει. Οὐ γὰρ ἓν μέτρον ἐστὶ τῆς θεοσεβείας ἀλλὰ πολλά, καὶ ὁδοὶ πολλαί. Εἰσὶ γὰρ πλούσιοι ἄνθρωποι, καὶ εἰσὶν ὧδε δέκαρχοι καὶ χιλίαρχοι καὶ βασιλεῖς τέλειοι, ὡς τῷ Ἀβραὰμ ἐλέχθη· «Βασιλεὺς εἶ σὺ παρὰ Θεοῦ.» Οὐ μόνον γὰρ ἦν αὐτὸς βασιλεὺς ἁπλῶς, ἀλλ’ ὅτι ὁ βασιλεὺς τῶν βασιλευόντων ἦν ἐν αὐτῷ ὡς ἐπὶ θρόνου καθήμενος.» 89. Γέρων δέ τις τῶν ἀδελφῶν ἄκακος καὶ καλὸς σφόδρα, Μαῦγος λεγόμενος, τῶν ἀρχαίων οἰκιακῶν, τῇ ὥρᾳ ἐκείνῃ ὡς ἀσθενῶν καὶ λυπούμενος οὐκ ἀπῆλθε μετὰ τῶν ἀδελφῶν θερίσαι θρύα. Ἡ δὲ λύπη αὐτοῦ ἦν ἀπὸ τῆς ὀψὲ κατηχήσεως τοῦ μεγάλου πατρὸς ἡμῶν.

Ἀκούσαντος γὰρ αὐτοῦ ὁμιλοῦντος λόγους ἀσφαλείας πολλῆς πρὸς τὴν σωτηρίαν αὐτῶν, καὶ αὐτὸς ξενιζόμενος ταῦτα, ἀγνοῶν τὴν τῶν ἐχθρῶν πανουργίαν κατὰ τῶν ψυχῶν ἡμῶν, ἔλεγεν εἰδὼς ἑαυτὸν ἐστηριγμένον· «Τί ὅτι τοσαύτας ἀσφαλείας παραδίδωσιν ἡμῖν ὁ γέρων; Μέλλομεν ἆρα καθ’ ὥραν πεσεῖν;» Καὶ διὰ ταύτην τὴν αἰτίαν λυπούμενος ἐκοιμᾶτο εἰς τὰς καλύβας. Τοῦτον τοιγαροῦν ἰδὼν ὁ πατὴρ ἐλθόντα λέγει τῷ οἰκονόμῳ· «Φρόντισον αὐτοῦ ἕως ἂν ἔσω εἰσέλθω· βλέπω γὰρ αὐτὸν μέγαν καὶ εὐλαβῆ.» Καὶ ἐλθόντος ἔσω τοῦ μεγάλου μετὰ τῶν ἀδελφῶν, ἀπήντησεν αὐτῷ ἐκεῖνος καὶ ἄλλοι σὺν αὐτῷ.

Καὶ τῇ διακρίσει τοῦ πνεύματος διωρθώσατο αὐτόν· κἀκείνου πρῶτον ὁμολογήσαντος τὸ σφάλμα αὐτοῦ, ἐπιλέγοντος καὶ τὸ γεγραμμένον ὅτι· «Πολλὰ πταίομεν ἅπαντες· ἀλλ’ εὐχώμεθα τῷ Θεῷ τῷ φιλανθρώπῳ καὶ ἐλεήμονι, καὶ ἰάσεται ἡμᾶς. Πλὴν οὖν καὶ ἡμεῖς τηρήσωμεν ἑαυτοὺς ἐπὶ τὰ ἔμπροσθεν.» Ἀκούων δὲ ταῦτα Μαῦγος ὁ γέρων ἐθαύμαζε τὴν ἐν πνεύματι ἐνοῦσαν διάκρισιν τῷ μεγάλῳ Παχωμίῳ· καὶ πεισθέντος ἐν ἅπασι καὶ πληροφορηθέντος, ἐδόξασε τὸν Θεόν.

90. Μεθ’ ἡμέρας δέ τινας καλεῖ τὸν Θεόδωρον ὁ μέγας πατὴρ ἡμῶν καὶ λέγει αὐτῷ· «Ὅτε ἐξέρχονται οἱ ἀδελφοὶ ἐκ τῆς τραπέζης, παράδος τὴν διακονίαν σου ἑτέρῳ ἀδελφῷ· καὶ δεῦρο ὅπου συναγόμεθα εἰς κατήχησιν κατὰ κυριακήν.» Ἐλθόντος δὲ τοῦ Θεοδώρου, λέγει αὐτῷ ὁ μέγας· «Στῆθι ὧδε μέσον τῶν ἀδελφῶν καὶ λάλησον τὸν λόγον τοῦ Θεοῦ κατὰ τὸ σύνηθες ἡμῖν.» Καὶ παραχρῆμα ἔστη ὁ Θεόδωρος ἄνευ πάσης παρακοῆς καὶ ἤρξατο λαλεῖν ἃ ὁ Κύριος ἔδωκεν αὐτῷ, ἑστώτων πάντων καὶ αὐτοῦ τοῦ μεγάλου Παχωμίου ἀκούοντος ὡς εἷς ἐξ αὐτῶν. Ἦν δὲ Θεόδωρος τῇ μὲν φαινομένῃ ἡλικίᾳ νεώτερος, τῇ δὲ νοουμένῃ φρονήσει πρεσβύτερος, εἰκοσαετῆ χρόνον ἔχων ἐν τῇ μονῇ.

Τινὲς δὲ τῶν ἀρχαιοτέρων γερόντων, ἰδόντες ὅτι νεωτέρῳ ἐπέτρεψε τοῦ λαλῆσαι, οὐκ ἠβουλήθησαν ἀκοῦσαι, λέγοντες· «Εἰ ἤδη ἀρχάριος ἡμᾶς διδάσκει, οὐκ ἀκουσόμεθα αὐτοῦ.» Καὶ καταλείψαντες τὴν σύναξιν τῶν ἀδελφῶν ἀνεχώρησαν εἰς τὰ κελλία αὐτῶν.

Ἀπολυθέντων δὲ τῶν ἀδελφῶν ἀπὸ τῆς ἀκροάσεως, ἀποστείλας ὁ μακάριος Παχώμιος μετεστείλατο τοὺς ἀναχωρήσαντας γέροντας καὶ μὴ βουληθέντας ἀκοῦσαι τοῦ Θεοδώρου. Ἐλθόντων δὲ αὐτῶν, ἐπηρώτησεν αὐτοὺς λέγων· «Τίνος ἕνεκεν καταλείψαντες ἡμᾶς ἀνεχωρήσατε εἰς τὰ κελλία ὑμῶν;» Οἱ δέ φασιν· «Ὅτι παιδίον διδάσκαλον ἡμῶν ἐποίησας, τοσούτων γερόντων ἑστώτων καὶ ἄλλων ἀρχαιοτέρων ἀδελφῶν.» 91. Ἀκούσας δὲ ταῦτα ὁ ὅσιος πατὴρ ἀνεστέναξε καὶ εἶπεν· «Ὢ πόσου χρόνου καμάτους ἐν μιᾷ καιροῦ ῥοπῇ ἀπωλέσατε.

Οὐκ οἴδατε πόθεν ἡ ἀρχὴ τῆς κακίας ἐχώρησεν εἰς τὸν κόσμον;» Τῶν δὲ εἰρηκότων· «Πόθεν;» εἶπεν αὐτοῖς· «Ἐκ τῆς ὑπερηφανίας, δι’ ἧς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ὑπὸ τὴν γῆν, δι’ ἣν καὶ μετὰ θηρίων συνῴκησε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος. Ἢ οὐκ ἠκούσατε τῆς θείας γραφῆς λεγούσης· Βδέλυγμα ἐνώπιον Κυρίου πᾶς ὑψηλοκάρδιος, καὶ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; Ἐσκυλεύθητε ὑπὸ τοῦ διαβόλου πᾶσαν ὑμῶν ἀρετὴν ἀγνοήσαντες. Μήτηρ γὰρ πάντων τῶν κακῶν καὶ ἀρχηγὸς ἡ ὑπερηφανία. Οὐ γὰρ Θεόδωρον καταλιπόντες ἀπήλθατε, ἀλλὰ τὸν λόγον τοῦ Θεοῦ ἀποφυγόντες ἐξεπέσατε ἀπὸ τοῦ ἁγίου πνεύματος, ἀληθῶς ἄθλιοι καὶ παντὸς οἴκτου ἄξιοι. Πῶς οὐκ ἐνοήσατε ὅτι ὁ Σατανᾶς ἦν ὁ ἐνεργήσας ὑμῖν τοῦτο, οὗ χάριν ἀπεσχοινίσθητε τοῦ Θεοῦ; Ὢ μεγάλου θαύματος καὶ ὑμῶν κατακρίσεως· ὁ Θεὸς ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου δι’ ἡμᾶς, καὶ ἡμεῖς γῆ καὶ σποδὸς ὑπάρχοντες κατὰ φύσιν ὑπερηφανευόμεθα. Ἀνετράπη γὰρ ἡμῶν ἡ φύσις· ὁ πανύψηλος καὶ λίαν ὑπερμεγέθης διὰ τῆς ταπεινότητος τὸν κόσμον ἑαυτῷ πρὸς σωτηρίαν ἐσαγήνευσε, δυνάμενος καὶ βλέμματι μόνῳ τὰ πάντα καταφλέξαι· ἡμεῖς δὲ μηδὲν ὄντες φυσιούμεθα, ἀγνοοῦντες ὅτι ἐν τῷ τιμὴν ἡμᾶς ἐπιζητεῖν, μᾶλλον ἑαυτοὺς καταδικάζομεν εἰς τὰ κατώτατα τῆς γῆς. Οὐκ εἴδατε ἐμὲ στήκοντα καὶ ἀκροώμενον τὴν διδασκαλίαν αὐτοῦ;

Ἐπ’ ἀληθείας λέγω ὅτι ὠφελήθην μεγάλως ἀκούσας αὐτοῦ· οὐ γὰρ ὡς δοκιμάζων ἐπέτρεψα αὐτῷ λαλῆσαι ὑμῖν, ἀλλ’ εἰδὼς ὅτι δύναται ὁ Θεὸς καὶ ἐν νεωτέρῳ δοῦναι λόγον ὠφελείας τοῖς ἀκούουσι. Τί γὰρ λέγει ὁ ἀπόστολος; ὅτι· «Ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, ὁ πρῶτος σιγάτω·» ὡσανεί· «Εὐχαριστῶ τῷ Θεῷ τῷ διδόντι πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντι.» Πόσον οὖν μᾶλλον ὑμᾶς ἔδει μετὰ πολλῆς τῆς προθυμίας καὶ ταπεινοφροσύνης ἀκοῦσαι αὐτοῦ;

Πολλοὶ ἦσαν ἐν Αἰγύπτῳ παλαιότεροι καὶ σοφώτεροι κατὰ σάρκα τοῦ ἁγίου καὶ νέου ἐν ἡλικίᾳ Ἰωσήφ· ἀλλὰ διὰ τὴν ἐν αὐτῷ ἐπουράνιον σοφίαν, πάντων ὑπεραναβέβηκε τῶν ἐν ἀμελείᾳ καταγηρασάντων. Ἐν ἀληθείᾳ λέγω ὑμῖν ὅτι ἐγὼ ὁ πατὴρ ὑμῶν ἐν Κυρίῳ ὡς μὴ εἰδὼς δεξιὰν ἢ ἀριστερὰν οὕτως διὰ τὸν φόβον τοῦ Θεοῦ ἐπηκροώμην αὐτοῦ ὠφεληθείς. Ἐὰν οὖν μὴ μεγάλην ὑπὲρ τοῦ σφάλματος τούτου ἐπιδείξησθε πρὸς τὸν Θεὸν μετάνοιαν ἵνα συγχωρηθῇ ὑμῖν τῆς ὑπεροψίας τὸ παράπτωμα, εἰς ἀπώλειαν ἔσεσθε.»

92. Μετὰ ταῦτα δὲ ἔταξεν ὁ μέγας πατὴρ ἡμῶν τὸν Θεόδωρον εἰς Ταβέννησιν οἰκονόμον τῆς μονῆς, καταλαβόμενος αὐτὸν ἱκανὸν εἶναι τῷ πνεύματι· ἦν δὲ ὁ Θεόδωρος τότε ὡσεὶ χρόνων λδʹ. Αὐτὸς δὲ ὁ μέγας Παχώμιος ἔμενεν ἐν τῇ μεγάλῃ μονῇ τῇ λεγομένῃ Παβώ, ἔνθα ἡ οἰκονομία ἦν πάντων τῶν μοναστηρίων.

Θεόδωρος δέ, ὡς εἴρηται, ταχθεὶς ἐν Ταβεννήσει, ὡς μὴ ταχθεὶς ἦν, καθότι οὐκ εἶχε θέλημα ἴδιον· ἐπύρωσε γὰρ αὐτὸν ὁ λόγος τοῦ Θεοῦ καὶ ἐστήριξεν αὐτὸν τὰ ἄνω φρονεῖν. Πᾶσαν δὲ τὴν σπουδὴν εἶχε τὸν Θεὸν ἀγαπᾶν ἐν ὅλῃ καρδίᾳ κατὰ τὴν ἐντολήν. Καὶ προκόπτων ὠφέλει τοὺς ἀδελφούς· εἶχε γὰρ καὶ ὁ λόγος αὐτοῦ χάριν.

93. Κορνήλιος δὲ καὶ Ψενθαήσιος καὶ Σοῦρος καὶ Ψώης καὶ Πεκύσιος καὶ Παχώμιος ἄλλος καὶ Παῦλος καὶ Ἰωάννης καὶ Παφνούτιος καὶ ἄλλοι πολλοί, οὓς καθ’ ἕκαστον ὀνομάσαι περιττόν, οὗτοι πάντες δυνατοὶ τῷ πνεύματι ἦσαν καὶ ἀληθῶς ἀθληταὶ τοῦ Χριστοῦ. Ὁ δὲ μέγας πατὴρ ἡμῶν εἶδεν ἑκάστου τὸν βίον καὶ ἔταξε τοὺς πλείονας αὐτῶν εἰς τὰς μονὰς ἡγουμένους καὶ πατέρας. Ὅσοι δὲ μετὰ τοὺς τοιούτους πατέρας ὡς ἐν δευτέρᾳ τάξει ἐτύγχανον, καὶ ἠγάπησαν τὸν Θεὸν σφόδρα. Ὧν εἷς τούτων, Τιθόης λεγόμενος, γέγονε τῶν παρθένων πατὴρ ἅγιος καὶ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ ὡς στέαρ πεπιεσμένος καὶ χρηστὸς ὑπεράγαν. Τινὲς δὲ τούτων οὕτως ἐτύγχανον ἀσκηταί, ὡς μὴ μόνον ὑγιαίνοντας ἀπέχεσθαι οἴνου, ἀλλὰ καὶ νοσοῦντας ἐγκρατεύεσθαι· ἦσαν δὲ ὡς ἑβδομήκοντα μοναχοὶ τοιοῦτοι. Οὐ μόνον δὲ οὗτοι, ἀλλὰ καὶ ἕτεροι περιπεσόντες ἀρρωστίᾳ καὶ ἀξιούμενοι ἀπὸ τοῦ καθισματίου αὐτῶν θεῖναι αὐτοὺς ἐπὶ κραββάτων ἕως ἂν συνέλθωσιν ἀπὸ τῆς νόσου, οὐκ ἐσυνεχώρησαν τοῖς ὀχλοῦσιν ἕως τῆς ὥρας τοῦ θανάτου αὐτῶν πρὸς τὸ δυνηθῆναι κἂν καλῶς ἐνταφιασθῆναι αὐτούς· ἀλλ’ ἔμενον ἐν τῷ καθισματίῳ συγκαμπτόμενοι ἀποθανεῖν.