Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Ασκητική πολιτεία, πειρασμοί και ορθόδοξη πίστη στο κοινόβιο

Διηγήσεις για τη μετάνοια και κοίμηση του Σιλουανού, τις ταφικές πρακτικές, τις συναντήσεις με δαιμονικές δυνάμεις, καθώς και την αντιμετώπιση αιρετικών επιρροών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 5 από 13

Καὶ εἰ μὴ ὅτι πολύς ἐστιν ὁ λόγος, εἶχον ἂν πλειόνων ποιῆσαι ἔκθεσιν ὁσίων ἀνδρῶν· ἐπειδὴ οὐκ ἔστι βλαβερόν, ἀλλὰ καὶ λίαν ὠφέλιμον ἀρετὰς τοιούτων ἀνδρῶν ἁγίων μνημονεύειν. 94. Ἀδελφὸς ἦν ἐν τῇ μονῇ Σιλβανὸς ὀνόματι, εἰκοσαετῆ χρόνον ἔχων ἐν τῷ μοναστηρίῳ ἐν τῷ μοναχικῷ σχήματι. Οὗτος δὲ ἦν ἀπὸ μίμων. Ὃς ἐν ταῖς ἀρχαῖς πάνυ ἐπεμελεῖτο τῆς ἑαυτοῦ ψυχῆς. Χρόνου δὲ πολλοῦ παρελθόντος, ἤρξατο καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας, ὥστε βούλεσθαι αὐτὸν σπαταλᾶν καὶ στρηνιᾶν λοιπόν, ἔτι γε μὴν καὶ τὰ τῆς θυμέλης ἄσεμνα ῥήματα ἀδεῶς μεταξὺ τῶν ἀδελφῶν τραγῳδεῖν. Τοῦτον καλέσας ὁ μακάριος Παχώμιος ἐπὶ μέσεως τῶν ἀδελφῶν λέγει αὐτῷ· «Πῶς ἐνετειλάμην σοι ἐν τῇ ἀρχῇ, οὐκ οἶδας; Οὐκ εἶπόν σοι ὅτι μέγα ἐστὶ τὸ μοναχὸν γενέσθαι; Οὐ προείρηκά σοι πρὸ τοῦ εἰσελθεῖν σε ὅτι· Βλέπε σεαυτόν, μὴ ἄρα οὐ δύνῃ μοναχὸς γενέσθαι; Καὶ ὡμολόγησας ἐνώπιον τοῦ Θεοῦ ὅτι· γίνομαι. Καὶ νῦν διὰ τί οὐ προσέχεις ἑαυτόν, εἰ ἀληθῶς θέλεις τὴν ζωήν, ἀλλὰ ἀπέλυσας τὴν καρδίαν σου; Ὅμως ἐπειδὴ οὐ θέλεις εἰς φόβον τῆς κρίσεως τοῦ Θεοῦ ἐλθεῖν, ἐγείρου, ἄπελθε πρὸς τοὺς γονεῖς σου· μηκέτι μείνῃς ὧδε.» Καὶ ταῦτα εἰπὼν ὁ μακάριος ἐκέλευσεν αὐτὸν ἀποδυθῆναι τὸ σχῆμα τοῦ μοναχοῦ καὶ λαβόντα αὐτὸν τὰ κοσμικὰ ἱμάτια ἐκβληθῆναι τῆς μονῆς ὑπὸ τῶν ἀδελφῶν.

Ὁ δὲ πεσὼν ὑπὸ τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων ὅτι· «Ἐὰν συγχωρήσῃς ἔτι τὸ ἅπαξ τοῦτο, ὦ πάτερ, τοῦ μὴ ἐξεῶσαί με τῆς μονῆς, ἕξεις με ἀπὸ τοῦ νῦν μετανοοῦντα ἐφ’ οἷς ἐν ἀμελείᾳ διῆγον, ὥστε σε χαρῆναι ἐπὶ τῇ μεταβολῇ τῆς ψυχῆς μου.» Ὁ δὲ ἅγιος ἀποκριθεὶς εἶπεν αὐτῷ· «Οἶδας πόσα σε ἐβάστασα καὶ πόσα σε ἐνουθέτησα, ὥστε με καὶ τυπτῆσαί σε πολλάκις, ἄνθρωπον μὴ βουλόμενον μήτε τὴν χεῖρα ἐκτεῖναι ἐπὶ τοιοῦτο· ἐφ’ οἷς νῦν ἀνάγκῃ πράττω ἐπὶ σοῦ, ὃς πλέον σου τοῦ τυπτομένου ἤλγουν τὴν ψυχὴν τῷ τῆς συμπαθείας ἐλέῳ. Διὰ γὰρ τὴν ἔνθεόν σου σωτηρίαν τύπτειν σε ἔδοξα, ἵν’ ἐκ τούτου δυνηθῶ διορθώσασθαί σε τοῦ σφάλματος. Εἰ τοίνυν νουθετούμενος οὐ μετετράπης, οὔτε παρακαλούμενος ἐπὶ τὸ κρεῖττον μετηνέχθης, οὔτε μὴν τυπτόμενος ἐφοβήθης, πῶς δύναμαί σοι συγχωρῆσαι ἔτι;» Ἐπεκτείνοντος δὲ τὴν παράκλησιν τοῦ Σιλβανοῦ καὶ διαβεβαιουμένου διορθοῦσθαι ἑαυτὸν τοῦ λοιποῦ, ἐγγύας ᾔτησε παρ’ αὐτοῦ ὁ ὅσιος πατήρ, μὴ μετὰ τὸ ἀφεθῆναι αὐτὸν τοῖς αὐτοῖς ἐμμεῖναι πάλιν. Πετρωνίου δέ τινος ἀδελφοῦ ἀναδεξαμένου αὐτὸν ἐφ’ οἷς ὑπισχνεῖτο κατορθοῦν, συνεχώρησεν αὐτῷ ὁ μακάριος Παχώμιος. Καὶ λέγει τῷ ἀναδεξαμένῳ, μὴ παρόντος Σιλβανοῦ· «Οἶδα μὲν ὅτι ἐκοπίασας τῇ ἀσκήσει ἱκανὸν χρόνον· ἀλλὰ διὰ τὸν Θεόν, ὃν παρέλαβες παῖδα, σύμπασχε αὐτῷ κατὰ πάντα, ἕως ἂν σωθῇ.

Οἶδας γὰρ ὅτι ἐγὼ ἀσχολοῦμαι περὶ πολλὰ τῶν ἀδελφῶν.» Λαβὼν δὲ αὐτόν, ἦσαν ἀμφότεροι ἐργαζόμενοι ψιαθία, πληροῦντες τὴν νηστείαν καὶ τὰς εὐχὰς ὡς δεῖ.

Ὁ δὲ παῖς λαβὼν ἐντολὰς ἀκούειν αὐτοῦ, ἕως φύλλου λαχάνου οὐκ ἤσθιεν ἕως οὗ ἐξέτασεν αὐτόν. Οὕτως δὲ ἦν ταπεινόφρων καὶ πρᾶος λίαν, ὡς μήτε τὸ στόμα αὐτοῦ ἀνοίγειν ἢ τοὺς ὀφθαλμοὺς αὐτοῦ πρός τινα. Ἤσκει δὲ ἱκανῶς καθ’ ἑαυτὸν εἰς ἀγρυπνίαν προσευχῶν, ὥστε μετὰ τὸ κορεσθῆναι δεήσεων ἐκάθητο ἐν μέσῳ τοῦ κελλίου αὐτοῦ πλέκων τὴν νύκτα, καὶ οὕτως μετελάμβανε τὴν χρείαν αὐτοῦ τοῦ ὕπνου. Ἵνα δὲ μὴ πολλὰ λέγωμεν, ἐγένετο ἄνθρωπος ἄξιος δοῦλος τοῦ Θεοῦ. Ἀφ’ οὗ γὰρ ἔτυχε τῆς ἀφέσεως παρὰ τοῦ μεγάλου πατρός, ἠγωνίσατο περὶ τῆς ψυχῆς αὐτοῦ, ὥστε αὐτὸν γενέσθαι ὑπογραμμὸν εἰς πᾶσαν ἀρετὴν θεοσεβείας πᾶσι τοῖς ἀδελφοῖς μικροῖς τε καὶ μεγάλοις.

95. Τὸ δὲ μέγα πλεονέκτημα αὐτοῦ τῶν ἀρετῶν, καθὼς καὶ προειρήκαμεν, ἦν ἡ ἐπ’ ἄκρον ταπεινοφροσύνη καὶ τὸ μὴ διαλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀπὸ δακρύων, ἀλλὰ συμμίγνυσθαι τῇ τροφῇ τὰ δάκρυα. Λεγόντων δὲ αὐτῷ πολλάκις τῶν ἀδελφῶν τὸ μὴ ἐπὶ ξένων προσώπων ἢ ἐπί τινων ὅλως τοῦτο ποιεῖν, διϊσχυρίζετο λέγων ὅτι· «Πολλάκις ἠθέλησα ἐπικρατῆσαι τῶν δακρύων τούτων χάριν τῶν αἰτιῶν, καὶ οὐκ ἴσχυσα.» Φασκόντων δὲ τῶν ἀδελφῶν ὅτι· «Δυνατόν ἐστι καθ’ ἑαυτὸν μὲν κλαίειν τὸν κατανενυγμένον καὶ ἐν τῇ προσευχῇ δὲ ὁμοίως, μετὰ δὲ τῶν ἀδελφῶν ἐπέχειν. Δύναται γὰρ καὶ ἡ ψυχὴ χωρὶς τῶν φαινομένων τούτων δακρύων κλαίειν. Βουλόμεθα οὖν γνῶναι τί κατὰ νοῦν ἔχων ἀδιαλείπτως βρέχῃ τοῖς δάκρυσιν, ὥστε πολλοὺς ἐξ ἡμῶν βλέποντάς σε αἰδεῖσθαι εἰς κόρον φαγεῖν,» ὁ δὲ ἔφη πρὸς τοὺς αὐτὸν ἐπερωτῶντας· «Οὐ θέλετέ με κλαῦσαι ἑαυτὸν βλέποντα ἁγίους ὑπηρετοῦντάς μοι, ὧν καὶ τοῦ κονιορτοῦ τῶν ποδῶν οὐκ εἰμὶ ἄξιος; Οὐκ ὀφείλω οὖν πενθεῖν ἐμαυτόν, ὅτι ἀπὸ θυμέλης ἄνθρωπος ὑπηρετοῦμαι ὑπὸ τοιούτων ἀνδρῶν; Κλαίω οὖν, ἀδελφοί, φοβούμενος μήπως καταποθῶ ὡς Δαθὰν καὶ Ἀβειρών, μάλιστα ὅτι ἀπὸ ἀγνωσίας εἰς γνῶσιν γενόμενος, τῆς κατὰ ψυχὴν σωτηρίας οὐκ ἐφρόντισα, ὡς κινδυνεῦσαί με ἐκβληθῆναι τῆς μονῆς καὶ ἐγγύας δοῦναί με μετὰ φρικωδεστάτων ὅρκων ὑπὲρ τοῦ μηκέτι καταφρονῆσαι τῆς σωτηρίας μου.

Διὰ τοῦτο οὖν οὐκ ἐπαισχύνομαι τὰ τοιαῦτα μετελθεῖν· οἶδα γὰρ τὰς ἁμαρτίας μου, ὑπὲρ ὧν εἰ ἦν καὶ ἔκδοτον δοῦναι τὴν ψυχήν μου, οὐκ ἔστι μοι χάρις.» 96. Τούτου οὖν καλῶς ἀγωνιζομένου, διεμαρτύρατο περὶ αὐτοῦ ὁ μακάριος Παχώμιος ἐπὶ παντὸς τοῦ πλήθους τῶν ἀδελφῶν οὕτως λέγων· «Ἰδοὺ διαμαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ Θεοῦ, ἀδελφοί, ὅτι ἀφ’ οὗ τὸ κοινόβιον τοῦτο γέγονεν, οὐδεὶς ἐκ πάντων τῶν συνόντων μοι ἀδελφῶν ἐμιμήσατο τὸν χαρακτῆρά μου παντελῶς, εἰ μὴ εἷς μόνος. Ὥσπερ γὰρ ἔριον λευκὸν βαφὲν εἰς πορφύραν τιμίαν, οὐκέτι ἡ βαφὴ ἐξαλείφεται, οὕτως ἡ ψυχὴ ἐκείνου τοῦ ἀδελφοῦ ἐβάφη τῷ πνεύματι τῷ ἁγίῳ.» ᾬοντο δὲ τὸν ἕνα εἶναι Θεόδωρον, ἄλλοι δὲ Πετρώνιον, ἄλλοι δὲ Ὠρσίσιον.

Ἐπερωτήσαντος δὲ τοῦ Θεοδώρου τὸν ἅγιον ἄνδρα περὶ τίνος λέγει, οὐκ ἠθέλησεν εἰπεῖν. Ἐπιμείναντος δὲ τοῦ Θεοδώρου καὶ τῶν λοιπῶν μεγάλων ἀδελφῶν παρακαλούντων μαθεῖν τίς ἂν εἴη ὁ τοιοῦτος, ἀπεκρίθη τούτοις ὁ μέγας λέγων· «Ἐπ’ ἀληθείας εἰ ᾔδειν ὅτι κενοδοξῆσαι ἔχει περὶ οὗ μέλλω λέγειν, οὐκ ἂν συνέστησα τὸν τοιοῦτον. Ἀλλ’ ἐπειδὴ οἶδα ἀκριβῶς ὅτι ἐπαινούμενος μᾶλλον ταπεινοῖ ἑαυτὸν καὶ εὐτελίζει πλέον, διὰ τοῦτο πρὸς τὸ μιμεῖσθαι ὑμᾶς τὸν κάλλιστον αὐτοῦ τρόπον, καὶ ἐπὶ πάντων ὑμῶν μακαρίσω αὐτόν. Σὺ μὲν γάρ, Θεόδωρε, καὶ ὅσοι εἰσὶ κατὰ σὲ ἐν τῇ μονῇ ἀγωνιζόμενοι, κατὰ μὲν τὸν χρόνον καὶ τὴν ἄσκησιν πατέρες αὐτοῦ ἐστε· κατὰ δὲ τὴν βαθεῖαν ταπείνωσιν καὶ τὸ καθαρὸν τοῦ συνειδότος, μέγας ἐκεῖνός ἐστιν. Ὑμεῖς γὰρ δήσαντες τὸν διάβολον ὡς στρουθίον ὑπὸ τοὺς πόδας ὑμῶν ἐθήκατε καὶ καθ’ ἑκάστην καταπατεῖτε αὐτὸν ὡς χῶμα· ἀλλὰ ἐὰν ἀμελήσητε ἑαυτῶν θαρροῦντες, ἀναστὰς ὁ ὑπὸ τοὺς πόδας ὑμῶν κείμενος φεύξεται μέν, πάλιν δὲ ἀνθυποστρέψας καθ’ ὑμῶν στρατεύσεται.

Ὁ δὲ νεώτερος Σιλβανός, ὁ πρὸ χρόνου ὀλίγου ἐκβάλλεσθαι τῆς μονῆς μέλλων διὰ τὴν ἀμέλειαν αὐτοῦ, οὕτως ἐχειρώσατο παντελῶς τὸν διάβολον καὶ ἐξηφάνισεν αὐτόν, ὡς μὴ δύνασθαι ἔτι φανῆναι παρ’ αὐτῷ, τῇ ὑπερβολῇ τῆς αὐτοῦ ταπεινοφροσύνης εἰς τέλος νικήσας αὐτόν. Καὶ ὑμεῖς μὲν οἱ καθεξῆς ταπεινοῦντες ἑαυτοὺς ὡς προσθήκην ποιούμενοι τῆς ἑαυτῶν ἀρετῆς, ἔτι ἑαυτοὺς ταπεινώσατε θαρροῦντες ὅτι ἀπροσωπόληπτος ὁ μισθαποδότης. Οὗτος δὲ ὅσον ἀγωνίζεται, τοσοῦτον ἀδόκιμον ἑαυτὸν ἀποφαίνει ἐξ ὅλης αὐτοῦ ψυχῆς καὶ διανοίας ἀχρεῖον καὶ εὐτελῆ ἑαυτὸν ἐνθυμούμενος εἶναι. Διὰ τοῦτο γὰρ καὶ τὸ δακρύειν πρόχειρον ἔχει ἐκ τοῦ πάνυ ἑαυτὸν ἐξευτελίζειν, καὶ τῶν ὁρωμένων ἀνάξιον εἶναι λέγων. Ὥστε ὑμεῖς μὲν καὶ τῇ γνώμῃ καὶ τῇ ὑπομονῇ καὶ τοῖς κατὰ τοῦ διαβόλου μετρητοῖς ἀγῶσιν ὑμῶν ὑπερέχετε αὐτοῦ· ὁ δὲ τῇ ταπεινοφροσύνῃ ὑπεραναβέβηκεν ὑμῶν. Οὐδὲν γὰρ ἄλλο τὸν διάβολον ἐκνευροῖ ὡς ἡ μετὰ πρακτικῆς δυνάμεως ἐξ ὅλης ψυχῆς γινομένη ταπεινοφροσύνη.»

Οὕτως οὖν ἀγωνιζόμενος Σιλβανὸς ἐν ὅλοις ὀκτὼ ἔτεσιν ἐκοιμήθη ἐν εἰρήνῃ, τελέσας τὸν καλὸν ἀγῶνα καὶ καταπαύσας αὐτοῦ τὸν βίον ἐν Κυρίῳ, ὡς μαρτυρῆσαι τὸν τοῦ Χριστοῦ θεράποντα Παχώμιον περὶ τῆς ἐξόδου αὐτοῦ, ὅτι πλῆθος ἄπειρον ἁγίων ἀγγέλων τεθέαται μετὰ χαρᾶς μεγάλης καὶ ψαλμῳδίας τὴν ψυχὴν αὐτοῦ λαβόντας· καὶ ὡς ἐκλεκτὴν θυσίαν καὶ ὡς παράδοξον ἐν οὐρανοῖς εὑρεθὲν θυμίαμα προσήνεγκαν τῷ Θεῷ.

97. Ἐγένετο δέ ποτε τῷ ἁγιωτάτῳ πατρὶ ἡμῶν Παχωμίῳ ἀπελθεῖν εἰς ἕτερον μοναστήριον ἐπισκέψασθαι τοὺς ἐκεῖσε ἀδελφοὺς τὸ πῶς ἔχουσιν. Ἀπερχόμενος δὲ ἀπήντησε προκομιδὴν κοιμηθέντος ἀδελφοῦ ἐκ τῆς μονῆς ἐκείνης εἰς ἣν ἀπῄει. Ἦσαν δὲ πάντες οἱ ἀδελφοὶ τῆς μονῆς ψάλλοντες ἐν τῷ ἐξοδίῳ.

Ὑπῆρχον δὲ σὺν αὐτοῖς καὶ οἱ γονεῖς καὶ συγγενεῖς τοῦ κοιμηθέντος. Ἰδόντες δὲ οἱ ἀδελφοὶ πόρρωθεν τὸν ἅγιον ἐρχόμενον πρὸς αὐτούς, ἔστησαν καὶ ἀπέθεντο τὸν κράββατον ἐπὶ τῆς γῆς, ἵνα ἐλθὼν εὐχὴν ποιήσῃ ἐπάνω αὐτοῦ.

Ἱστάμενοι οὖν οἱ ἀδελφοὶ ἔψαλλον μετὰ τῶν κοσμικῶν ἄχρι τῆς παρουσίας αὐτοῦ. Ἐλθὼν οὖν καὶ εὐξάμενος ὁ μακάριος ἐκέλευσε τοῖς ἀδελφοῖς μηκέτι ψάλλειν ἔμπροσθεν αὐτοῦ· καὶ ποιεῖ ἐξενεχθῆναι τὰ ἱμάτια τοῦ κοιμηθέντος ἀδελφοῦ, καὶ ἔμπροσθεν πάντων καῆναι αὐτὰ παρακελεύεται. Καυθέντων δὲ αὐτῶν, προσέταξεν ἀρθῆναι τὸ σκήνωμα αὐτοῦ καὶ ἄνευ ψαλμῳδίας ταφῆναι αὐτό. Τῶν δὲ ἀδελφῶν σὺν τοῖς γονεῦσι καὶ συγγενέσι τοῦ τετελευτηκότος ῥιψάντων ἑαυτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ ἐπὶ τῷ συγχωρηθῆναι ψάλλεσθαι αὐτῷ, οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι. Τῶν δὲ γονέων αὐτοῦ λεγόντων· «Τί ποιεῖς, ὦ πάτερ, τὸ καινὸν τοῦτο καὶ ἀθέμιτον πρᾶγμα καὶ ξένον τῆς χριστιανικῆς παραδόσεως προσάπτων τῷ γένει ἡμῶν;

Οὐ πρέπει τῇ σῇ ἁγιότητι τοιαύτην ἀσπλαγχνίαν ἐπιδείκνυσθαι ἐπὶ νεκρῷ, ὡς καὶ βαρβάρων ὠμότητα ὑπερβαίνειν τὸ γινόμενον. Ποῖος γὰρ ἐχθρὸς ὁρῶν τοῦ ἀντιδίκου αὐτοῦ τὸ σκήνωμα ἀκίνητον καὶ ἄφωνον κείμενον, εἰς συμπάθειαν ἐλθὼν οὐκ οἰκτειρήσειεν ἄν; Νῦν δὲ καινότερον θέαμα εἴδομεν παρ’ ἡμῖν τοῖς χριστιανοῖς, ὃ οὐδὲ παρὰ βαρβάροις ὤφθη ποτέ. Ὄνειδος γὰρ ἀνεξάλειπτον προσάγεις τῷ γένει ἡμῶν διὰ τῆς τοιαύτης ἀσπλαγχνίας.

Εἴθε μὴ εἴδομέν σε σήμερον, ἵνα μὴ αἰώνιον μῶμον διὰ σοῦ ὁ οἶκος ἡμῶν κληρονομήσῃ. Εἴθε μὴ μετῆλθε τὸν ἀγριώτατον καὶ ἀσυμπαθῆ βίον τοῦτον ὁ ἄθλιος οὗτος υἱὸς ἡμῶν· οὐ γὰρ ἂν κατέλιπεν ἡμῖν τὴν αἰώνιον ταύτην ὀδύνην. Εἰ γὰρ καὶ τὰ ἱμάτια αὐτοῦ καυθῆναι ἐποίησας, τὸν ψαλμὸν συγχώρησον λεχθῆναι.» 98. Ἀποκριθεὶς δὲ ὁ μακάριος Παχώμιος εἶπεν αὐτοῖς· «Ἀληθῶς, ἀδελφοί, πλεῖον ὑμῶν οἰκτείρω τὸν κείμενον τοῦτον, καὶ περισσοτέραν φροντίδα ποιούμενος εἰς αὐτὸν ὡς πατὴρ προσέταξα τοῦτο γενέσθαι. Ὑμεῖς γὰρ τοῦ φαινομένου φροντίδα ποιεῖσθε, ὅπερ καὶ μὴ βουλομένων ὑμῶν εἰς γῆν λυθὲν χάριτας ὑμῖν οὐχ ὁμολογήσει. Ἐγὼ δὲ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀγωνίζομαι.

Ἐὰν γὰρ ψάλλετε αὐτῷ, πλείονες αὐτὸν διαδέξονται κολάσεις ἀπαιτούμενον ὑπὲρ τῶν ψαλλομένων λόγον, ὅτι οὐκ ἀπῆλθεν ἔχων τῶν ψαλμῶν τὴν δύναμιν. Εἰ μὲν οὖν ἀληθῶς θέλετε προσθήκην αὐτῷ ποιῆσαι τῶν αἰωνίων ὀδυνῶν, ψάλλετε αὐτῷ· καὶ πλέον ὀδυνώμενος καταράσεται ὑμῖν. Εἰδὼς οὖν ἐγὼ τὸ συμφέρον τῆς ψυχῆς αὐτοῦ οὐκ ἐπιμελοῦμαι τοῦ νεκροῦ σώματος αὐτοῦ, τοῦ μετ’ ὀλίγον εἰς γῆν ἀναλυομένου. Ἐὰν γὰρ συγχωρήσω ὑμῖν, ὡς ἀνθρωπάρεσκος εὑρίσκομαι παρὰ τῷ Θεῷ, ὅτι ἕνεκεν ἀνθρώπων πληροφορίας τὸ συμφέρον τῆς ψυχῆς παριδὼν κατεφρόνησα τῆς μελλούσης ἐν κρίσει κολάσεως.

Πηγὴ γὰρ ὑπάρχων ἀγαθότητος ὁ Θεὸς ζητεῖ προφάσεις δι’ ὧν δράξασθαι δύναται τοῦ πηγάζειν εἰς ἡμᾶς τὰ τῆς ἑαυτοῦ χρηστότητος ῥεῖθρα. Ἐὰν οὖν ἡμεῖς, οἱ παρὰ Θεοῦ καταξιωθέντες τῆς θείας αὐτοῦ ἰατρικῆς ἔμπειροι εἶναι, μὴ τὸ ἐπιτήδειον βοήθημα ἑκάστῳ πάθει προσφέρωμεν, ὡς καταφρονηταὶ εἰκότως ἀκουσόμεθα τὸ θεῖον λόγιον· «Ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε καὶ ἀφανίσθητε.» Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, πρὸς τὸ κουφισθῆναι αὐτὸν τῆς μελλούσης τιμωρίας, χωρὶς ψαλμῶν ἄρατε αὐτόν. Δύναται γὰρ ὁ Θεὸς ἀγαθὸς ὢν ὑπὲρ ταύτης τῆς γεναμένης αὐτῷ ἀτιμίας ἄνεσιν αὐτῷ παρασχεῖν καὶ εἰς ζωὴν ἀνακαλέσασθαι. Εἰ γὰρ ἤκουσέ μου πολλάκις νουθετηθεὶς παρ’ ἐμοῦ, οὐκ ἂν ἔφθασεν εἰς ταῦτα.» Καὶ ταῦτα εἰπόντος τοῦ ἁγίου, ἀπηνέχθη εἰς τὸ ὄρος χωρὶς ψαλμοῦ καὶ ἐτάφη. Προσφορὰ δὲ ὑπὲρ αὐτοῦ ἐγένετο. Τοῦτο δὲ ἐποίησεν ὁ μέγας ἐκφοβῶν πάντας μὴ καταφρονεῖν τῆς ἑαυτῶν σωτηρίας.

Πῶς δὲ ἠνέσχετο αὐτοῦ ἕως καὶ ἀποθανόντος, οὐκ οἴδαμεν· ὁ Θεὸς οἶδεν. Τοῦτο δὲ γινώσκομεν ὅτι οἱ ἄνθρωποι τοῦ Θεοῦ οὐδὲν βλαβερὸν ποιοῦσιν· ἀλλὰ τὸ ἀπότομον αὐτῶν καὶ ἡ χρηστότης μεμιγμένη ἐστὶ καὶ μεμετρημένη γνώσει τελείᾳ.

99. Ἐποίησε δὲ ἡμέρας ὀλίγας ἐν τῇ μονῇ ἐκείνῃ, νουθετῶν καὶ διδάσκων ἕνα ἕκαστον τῶν ἀδελφῶν πρὸς τὸν φόβον τοῦ Θεοῦ καὶ πῶς δεῖ ἀγωνίζεσθαι πρὸς τοὺς πειρασμοὺς τοῦ διαβόλου καὶ τὰς μετεμπλοκὰς αὐτοῦ καὶ ὀξυδόρκως ἀναλαβόντας ἡμᾶς τὸν θυρεὸν τῆς πίστεως ἀκυρῶσαι αὐτοῦ καθ’ ἡμῶν τὰ σπουδαζόμενα τῇ δυνάμει τοῦ Κυρίου.

100. Ἔτι δὲ αὐτοῦ ἐκεῖ ὄντος, ἀνηγγέλη αὐτῷ ὅτι· «Ὁ δεῖνα ὁ ἀδελφὸς τῆς ἐν τῇ Χηνοβοσκῶν μονῆς οὕτω καλουμένης νοσεῖ ἰσχυρῶς καὶ θέλει σε ἰδεῖν καὶ εὐλογηθῆναι πρὸ τοῦ ἀποθανεῖν.» Ἀκούσας δὲ ταῦτα ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀναστὰς ἠκολούθει αὐτοῖς. Γενομένου δὲ αὐτοῦ ἀπὸ δύο μιλίων τῆς μονῆς ἐκείνης, ἤκουσε φωνὴν ἐν τῷ ἀέρι ἱεράν· καὶ ἀνανεύσας εἶδε τὴν ψυχὴν τοῦ καλουμένου ἀδελφοῦ μετὰ τῶν ἁγίων ἀγγέλων ψάλλουσαν καὶ εἰς τὴν μακαρίαν ζωὴν τοῦ Θεοῦ ἀπαγομένην. Τῶν δὲ ἀκολουθούντων αὐτῷ ἀδελφῶν ἀγνοούντων δι’ ἣν αἰτίαν ἠτένιζεν ἐν τῷ ἀέρι, μηδὲν ἀκουσάντων ἢ θεασαμένων, ἔλεγον αὐτῷ· «Τί στήκεις, ὦ πάτερ; Ἀπέλθωμεν τὸ τάχος ἵνα ζῶντα καταλάβωμεν τὸν ἀδελφόν.» Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «Οὐ καταλαμβάνομεν αὐτὸν ζῶντα· ἰδοὺ γὰρ αὐτῷ ἀτενίζω ἀναγομένῳ εἰς ζωήν. Ἀπέλθατε οὖν ὑμεῖς ἐν εἰρήνῃ εἰς τὴν μονὴν ὑμῶν, τέκνα.» Παρακληθεὶς δὲ ὑπὸ τῶν ἀδελφῶν εἶπεν αὐτοῖς τὸν τρόπον τῆς θεωρίας. Καὶ ὑποστρέψαντες εἰς τὴν μονὴν αὐτῶν καὶ πυθόμενοι περὶ τῆς κοιμήσεως αὐτοῦ ἐγνώρισαν ἀκριβῶς τὴν ὥραν ἐν ᾗ εἶπεν αὐτοῖς ὁ μέγας καὶ εὗρον περὶ τοῦ ἀδελφοῦ οὕτως ἀληθῆ.

101. Τοῦ δὲ ἁγίου ἀπερχομένου εἰς τὸ ἴδιον αὐτοῦ μοναστήριον καὶ γενομένου περὶ τὴν ἔρημον τὴν λεγομένην Ἀμνῶν, ἐπέστησαν αὐτῷ λεγεῶνες δαιμόνων ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων παρακολουθοῦντες αὐτῷ καὶ ἄλλοι προτρέχοντες καὶ λέγοντες· «Ἴδε ὁ εὐλογημένος ἄνθρωπος τοῦ Θεοῦ.» Τοῦτο δὲ ἐποίουν κενοδοξίαν αὐτῷ βουλόμενοι ἐπισπεῖραι. Ὁ δὲ γνοὺς τὴν κακουργίαν αὐτῶν, ὅσον ἐκεῖνοι ἔκραζον εὐφημοῦντες αὐτόν, τοσοῦτον αὐτὸς ἀναβοῶν πρὸς τὸν Θεὸν ἐξωμολογεῖτο τὰς ἑαυτοῦ ἁμαρτίας. Ἔλεγε δὲ καὶ πρὸς αὐτούς· «Οὐ δύνασθέ με συναρπάσαι πρὸς κενοδοξίαν, ὦ ἀνοσιώτατοι. Οἶδα γάρ μου τὰς ἀνομίας, δι’ ἃς ὀφείλω πάντοτε κλαίειν περὶ τῆς αἰωνίου κολάσεως. Οὐ δέομαι οὖν τῆς παρ’ ὑμῶν ψευδολογίας καὶ δολερᾶς ἀπάτης· ὑμῶν γὰρ τὸ ἔργον ἀπώλεια ψυχῶν ἐστιν. Οὐ συναρπάζομαι οὖν τοῖς ὑμῶν ἐπαίνοις. Οἶδα γὰρ τὸ σοφὸν τῆς κακίας καὶ τῆς ἀνοσίου ὑμῶν γνώμης.» Ταῦτα δὲ τοῦ ἁγίου Παχωμίου λέγοντος πρὸς τοὺς δαίμονας, οὐδὲ οὕτως ἐπαύσαντο τῆς ἀναιδείας αὐτῶν, ἀλλὰ παρέμειναν αὐτῷ ἕως ἤγγισεν εἰσελθεῖν εἰς τὴν μονὴν αὐτοῦ· καὶ τότε ὡς ἀσπαζόμενοι αὐτὸν ἀνεχώρησαν.

102. Ἐξελθόντων δὲ τῶν ἀδελφῶν εἰς ἀπάντησιν αὐτοῦ καὶ ἀσπασαμένων αὐτόν, παιδίον ἐξελθὸν μετὰ τῶν ἀδελφῶν ἤρξατο ἐντυγχάνειν αὐτῷ λέγον· «Ἀληθῶς, ὦ πάτερ, ἀφ’ οὗ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν ἀπῆλθες ἕως ἄρτι, οὔτε λάχανον οὔτε ἀθὴρ ἑψήθη ἡμῖν.» Πρὸς ὃν χαριέντως ἀποκριθεὶς εἶπεν· «Μὴ λυποῦ, τέκνον· ἐγὼ ἀπὸ τοῦ νῦν ποιῶ ἑψηθῆναι ὑμῖν.» Περιελθὼν δὲ τὴν μονὴν εἰσῆλθεν εἰς τὸ μαγειρεῖον· καὶ εὑρὼν τὸν μάγειρον ἐργαζόμενον ψιαθία εἶπεν αὐτῷ· «Πόσον χρόνον ἔχεις μὴ ἑψῶν τοῖς ἀδελφοῖς λάχανον;» Ὁ δὲ ἔφη· «Δύο μῆνας.» Καὶ λέγει αὐτῷ· «Τί τοῦτο ἐποίησας, τῶν ἐντολῶν καὶ κανόνων τῶν ἁγίων πατέρων κελευόντων κατὰ σάββατον καὶ κυριακὴν ἑψεῖσθαι λάχανον τοῖς ἀδελφοῖς;» Ὁ δέ φησι πρὸς αὐτόν· «Ἀληθῶς, πάτερ, ἤθελον καθ’ ἑκάστην ἡμέραν αὐτοῖς ἑψεῖσθαι· ἀλλ’ ἐπειδὴ εἶδον ὅτι ἑψουμένων τῶν λαχάνων οὐκ ἐσθίουσι, τῶν ἀδελφῶν σχεδὸν πάντων ἐγκρατευομένων καὶ μὴ ἐσθιόντων τὸ ἕψημα, ἵνα οὖν μὴ τὸ μετὰ τοσούτου κόπου γινόμενον ἀνάλωμα μηδενὸς ἐσθίοντος βληθῇ ἔξω—τεσσαράκοντα γὰρ ξέστας ἐλαίου βάλλομεν τῆς ἡμέρας εἰς τὸ σύνηθες ἕψημα τῶν ἀδελφῶν—ἐπεὶ οὖν εἶδον ὅτι οὐκ ἐσθίουσι, τούτου χάριν οὐχ ἥψησα, ἄτοπον ἡγησάμενος τὸ βαλεῖν τοσαῦτα ἀναλώματα ἔξω.

Διὰ δὲ τὸ μὴ ἀργόν με καθῆσθαι, ἐργάζομαι ψιαθία μετὰ τῶν ἀδελφῶν, λογισάμενος ἕνα καὶ μόνον ἀρκεῖν τῷ μαγειρείῳ πρὸς τὸ καταρτῦσαι μικρὰ βρώματα τοῖς μεταλαμβάνουσιν ἀδελφοῖς, ἅπερ εἰσὶ λαψάναι μετὰ ὄξους καὶ ἐλαῖαι καὶ σκουρδουμᾶς καὶ λεπτολάχανα.» 103. Ἀκούσας δὲ ταῦτα ὁ ἅγιος γέρων εἶπεν αὐτῷ· «Ἐπληροφόρησας ἐν τῇ ἐπινοίᾳ τῆς πολυλογίας τὸν λογισμόν, ἢ ἔτι εἰσὶν ἕτερα; Εἰπέ.» Τοῦ δὲ σιωπήσαντος, εἶπεν αὐτῷ· «Πόσα ψιαθία ἐποιήσατε ὑμεῖς οἱ ἀπὸ τοῦ μαγειρείου σχολάσαντες εἰς τοῦτο τὸ ἔργον;» Ὁ δέ φησι· «Πεντακόσια.» Καὶ λέγει αὐτῷ· «Φέρετέ μοι αὐτὰ ὧδε, ἵνα ἐγὼ μετρήσω αὐτά.» Ἐνεχθέντων δὲ τῶν ψιαθίων, κελεύει αὐτὰ εἰς τὸ πῦρ βληθῆναι. Καυθέντων δὲ αὐτῶν εἶπε πρὸς τοὺς μαγείρους· «Ὥσπερ τὸν κανόνα τὸν δοθέντα ὑμῖν περὶ τῆς τῶν ἀδελφῶν οἰκονομίας παρείδατε διὰ σατανικὴν κενοδοξίαν καὶ αὐταρέσκειαν λογισμῶν, οὕτως κἀγὼ τὸ ἔργον τῶν χειρῶν ὑμῶν ἀφειδῶς κατέκαυσα, ἵνα μάθετε τί ἐστι καταφρονῆσαι θεσμὸν πατέρων εἰς σωτηρίαν ψυχῶν δοθέντα. Πόσην ὠφέλειαν περιείλατε ἀπὸ τῶν ἀδελφῶν ἐν τῷ μὴ ἑψῆσαι ὑμᾶς; Ἢ ἀγνοεῖτε ὅτι ὁ τὴν ἀποχὴν ποιούμενος ἀκουσίως μισθὸν ὀλίγον παρὰ τῷ Θεῷ ἕξει, ὁ δὲ τὴν δεσποτείαν ἐσχηκὼς πλείονα μισθὸν ἔχει, μὴ ἀνάγκῃ καὶ βίᾳ ἐγκρατευόμενος;

Οὐκ οἴδατε ὅτι ἐὰν βληθῇ ἐπὶ τὴν τράπεζαν ἕψημα καὶ τούτου διὰ Θεὸν οὐ γεύσωνται οἱ ἀδελφοί, ἕξουσι πλείονα μισθόν, ἐὰν δὲ μὴ δοθῇ αὐτοῖς ἕψημα, ὑπὲρ οὗ οὐκ εἶδον ἐγκράτεια οὐκέτι λογισθήσεται αὐτοῖς; Ὑμεῖς δὲ διὰ ὀγδοήκοντα ξεστία ἐλαίου τοσαύτην καρποφορίαν ἐξεκόψατε τῶν ἀδελφῶν; Ὅλη ἡ τοῦ παντὸς κόσμου ὕλη ἀπολέσθω, καὶ μὴ μία εὐτελὴς ἀρετὴ ἐκκοπήτω ἀπὸ ψυχῆς. Ἐγὼ γὰρ καθ’ ἑκάστην ἐβουλόμην ἑψῆσαι καὶ πολλὰ τοῖς ἀδελφοῖς παρατιθέναι ἐδέσματα, ἵνα καθ’ ἑκάστην προθέσει ἐγκρατευόμενοι καὶ ἀπεχόμενοι τῶν διδομένων αὐτοῖς, προσθήκην ἀρετῆς καθ’ ἑκάστην ποιήσωνται. Εἰ δὲ συμβῇ τινα κακωθέντα μὴ θελῆσαι εἰς τὸν τῶν νοσερῶν τόπον ἀπελθεῖν, ἐλθόντα δὲ εἰς τὴν κοινὴν τράπεζαν ἐπὶ τὸ μεταλαβεῖν τοῦ κατὰ συνήθειαν διδομένου αὐτοῖς λαχάνου, μὴ εὑρεῖν δέ, ὅ τι ἐγένετο; οὐκ ἐσκανδαλίζετο ἄρα τοῦ μὴ εὑρεῖν ἐπὶ τῇ κοινῇ τραπέζῃ τὴν χρείαν αὐτοῦ; Ἢ οὐκ οἴδατε ὅτι παιδία μάλιστα οὐ δύνανται διαμένειν ἐν τῇ ἀρετῇ μὴ ὑπαρχούσης αὐτοῖς τῆς τελειότητος ἢ μικρᾶς παραμυθίας; Ὅθεν ὑπὲρ τοῦ τοιούτου ὑμῶν πταίσματος εἰλικρινῆ καὶ ἐπίμονον μετάνοιαν προσενέγκαι ὑμᾶς τῷ Θεῷ προσήκει.» 104. Διαλεγομένου δὲ τοῦ ἁγίου τοῖς ἀδελφοῖς, παραγενόμενος ὁ θυρωρὸς ἀπήγγειλεν αὐτῷ ὅτι· «Μεγάλοι ἄνδρες ἀναχωρηταὶ ἥκασι καὶ θέλουσι συντυχεῖν σοι.» Ὁ δὲ ἔφη· «Κάλεσον αὐτοὺς ὧδε.»

Εἰσελθόντων οὖν εἰς τὴν μονὴν καὶ ἐλθόντων πρὸς αὐτόν, ἠσπάσατο αὐτοὺς ἅμα τοῖς συνοῦσιν αὐτῷ ἀδελφοῖς. Μετὰ δὲ τὸ ἰδεῖν αὐτοὺς πᾶσαν τὴν ἀδελφότητα καὶ περιελθεῖν ὅλα τὰ κελλία αὐτῶν, ἠθέλησαν αὐτῷ κατ’ ἰδίαν διαλεχθῆναι. Καθεσθέντων οὖν αὐτῶν ἐν κελλίῳ ἐφησυχάζοντι, ἀντελάβετο αὐτῶν μεγάλης δυσωδίας ὁ γέρων· οὐκ ἐπέγνω δὲ τότε τὴν αἰτίαν τῆς τοιαύτης δυσωδίας διὰ τὸ κατὰ πρόσωπον διαλεχθῆναι αὐτοῖς καὶ μὴ δύνασθαι διὰ τῆς πρὸς Θεὸν ἐντεύξεως τὴν αἰτίαν μαθεῖν. Ὁρῶν δὲ αὐτῶν τὸν προφορικὸν λόγον καὶ τὸ εἰθισμένον ἐν ταῖς γραφαῖς ἠπόρει περὶ τῆς νοερᾶς αὐτῶν δυσωδίας.

Μετὰ δὲ τὸ πολλὰ αὐτοῖς διαλεχθῆναι ἐκ τῶν ἁγίων γραφῶν καὶ λοιπὸν φθάσαι τὴν ὥραν τῆς ἐννάτης, ἀνέστησαν ἐπὶ τὸ ἀπελθεῖν εἰς τὰ ἴδια. Παρακληθέντες δὲ ὑπὸ τοῦ μεγάλου ἐπὶ τὸ γεύσασθαι ἐκεῖ, οὐ συνεκατέθεντο, διότι σπουδὴν εἶχον πρὸ τῆς δύσεως τοῦ ἡλίου καταλαβεῖν τὸν τόπον αὐτῶν.

Εὐξάμενοι δὲ καὶ ἀποταξάμενοι ἀπῆλθον. Ὁ δὲ μακάριος Παχώμιος ὑπὲρ τοῦ μαθεῖν τὴν αἰτίαν τῆς δυσωδίας ἐκείνων εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ· καὶ εὐξάμενος τῷ Θεῷ ἐκτενῶς, εὐθέως ἔγνω ὅτι δόγματα ἀσεβείας ἦν τὰ ἐκ τῆς ψυχῆς αὐτῶν. τοσαύτην δυσωδίαν ἐκπέμποντα. Παραχρῆμα οὖν ἐξελθὼν ἐκ τοῦ κελλίου αὐτοῦ κατεδίωξε τοὺς ἀνθρώπους ἐκείνους· καὶ καταλαβὼν αὐτοὺς λέγει αὐτοῖς· «Θέλω ὑμᾶς ἐρωτῆσαι λόγον.» Οἱ δὲ εἶπον· «Λέγε ὃ βούλει.» Καί φησι πρὸς αὐτοὺς ὁ μακάριος Παχώμιος· «Τοῦ λεγομένου Ὠριγένους τὰ συγγράμματα ὑμεῖς ἀναγινώσκετε;» Οἱ δὲ ἀκούσαντες εἶπον· «Οὐχί.» Ὁ δὲ ἅγιος γέρων εἶπεν αὐτοῖς· «Ἰδοὺ διαμαρτύρομαι ὑμῖν ἐνώπιον τοῦ Θεοῦ ὅτι πᾶς ἄνθρωπος ἀναγινώσκων Ὠριγένην καὶ δεχόμενος τὰ συγγράμματα αὐτοῦ, εἰς πυθμένα ᾅδου μέλλει καταντᾶν· καὶ ἡ κληρονομία αὐτοῦ ἔσται τὸ σκότος τὸ ἐξώτερον. Ὃ οὖν ἐγνωρίσθη μοι παρὰ τοῦ Θεοῦ ἐμαρτυράμην ὑμῖν· ἀνεύθυνος οὖν εἰμι πρὸς τὸν Θεὸν ὑπὲρ τούτου· ὑμεῖς ὄψεσθε· ἰδοὺ ἠκούσατε τὴν ἀλήθειαν. Εἰ δὲ πιστεύετέ μοι καὶ θέλετε ἀληθῶς θεραπεῦσαι τὸν Θεὸν καὶ μὴ γίνεσθαι ὑπόδικοι τῆς ὀργῆς αὐτοῦ, ὅλα τὰ βιβλία Ὠριγένους εἰς τὸν ποταμὸν ῥίψατε, καὶ μηκέτι θελήσητε ἀναγνῶναι αὐτὰ μηδὲ εἰς ἀκοὴν παραδέξησθε.» Καὶ ταῦτα εἰπὼν κατέλιπεν αὐτούς.