Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Παχώμιος ὁ Μέγας – Βίος Παχώμιου (Γ΄)

Παχώμιος ὁ Μέγας

Προφητείες για τον μοναχισμό, πρακτικές δοκιμασίες και μετάνοια

Τα προφητικά οράματα του Παχωμίου για τη μελλοντική έκπτωση της μοναχικής πολιτείας, οι νουθεσίες προς τους αδελφούς και τα επιτίμια για πράξεις απληστίας, πλεονεξίας ή πνευματικής αμέλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Παχώμιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 13

105. Καὶ ὑποστρέψας εἰσῆλθεν εἰς τὴν μονὴν αὐτοῦ. Καὶ εὑρὼν τοὺς ἀδελφοὺς εἰς τὰς εὐχὰς τῆς ἐννάτης συνηγμένους καὶ συναχθεὶς μετ’ αὐτῶν ἐπλήρωσε τὰς εὐχάς. Καὶ ἐξελθόντων τῶν ἀδελφῶν ἐπὶ τὸ γεύσασθαι, ἔμεινεν αὐτὸς μόνος ἐν τῷ εὐκτηρίῳ· καὶ κλείσας τὴν θύραν ἔμεινεν ἐν αὐτῷ. Καὶ προσηύξατο τῷ Θεῷ, ἀξιῶν γνωρισθῆναι αὐτῷ περὶ τῆς μετὰ ταῦτα καταστάσεως τῶν ἀδελφῶν καὶ τί ἐν τοῖς μεταγενεστέροις τὰ συμβησόμενα αὐτοῖς. Καὶ παρέτεινε τὴν εὐχὴν ἀπὸ ὥρας δεκάτης τῆς ἡμέρας, ἕως οὗ ἔκρουσεν εἰς τὴν νυκτερινὴν λειτουργίαν.

Καὶ ἐγένετο περὶ τὸ μεσονύκτιον προσευχομένου αὐτοῦ, ἄφνω περιήστραψεν αὐτὸν φῶς· καὶ ὡς ἐν ἐκστάσει γεγονὼς ἤκουσε φωνῆς λεγούσης ὅτι ζῆν μὲν ὡσαύτως κατὰ Χριστὸν εὐσεβῶς· καὶ τὸν μέλλοντα πλατυσμὸν ἔσεσθαι τῶν μοναστηρίων ἐγνώρισεν αὐτῷ· Ἐθεάσατο δὲ καὶ πλῆθος ἄπειρον ἀδελφῶν ὡς ἐν κοιλάδι τινὶ βαθυτάτῃ καὶ αὐχμηρᾷ λίαν ὁδευόντων, καὶ πολλοὺς ἐξ αὐτῶν θέλοντας ἀναβῆναι ἐκ τῆς κοιλάδος καὶ μὴ ἰσχύοντας, πολλοὺς δὲ κατὰ πρόσωπον ἄλλων ἀπαντῶντας, μὴ γνωρίζοντας δὲ ἀλλήλους ἀπὸ τῆς περὶ αὐτοὺς σκοτίας, πολλοὺς δὲ πεσόντας ἀπὸ τῆς ἀτονίας, ἄλλους δὲ πυκτεύοντας ἀνελθεῖν καὶ ἐν τῷ ἐγγίζειν αὐτοὺς τοῦ ἀνιέναι αὖθις καταρασσομένους, ἑτέρους δὲ βοῶντας ἐλεεινῇ τῇ φωνῇ, ὀλίγους δὲ ἐξ αὐτῶν μόλις ποτὲ μετὰ πολλοὺς καμάτους ἰσχύσαντας ἀνελθεῖν ἐκ τῆς κοιλάδος ἐκείνης. Καὶ ἀνελθοῦσιν εὐθέως φῶς ὑπήντησεν αὐτοῖς· ἐλθόντες δὲ εἰς τὸ φῶς ηὐχαρίστησαν μεγάλως τῷ Θεῷ.

106. Τότε ἔγνω ὁ μακάριος Παχώμιος τὰ συμβησόμενα τοῖς ἀδελφοῖς ἐπ’ ἐσχάτων καὶ τὴν μέλλουσαν ἐν τοῖς καιροῖς ἐκείνοις ἔσεσθαι ἀμέλειαν τοῖς ἀδελφοῖς καὶ τὴν πολλὴν πώρωσίν τε καὶ πλάνην καὶ τὴν τῶν ποιμένων ἔκλειψιν συμβήσεσθαι αὐτοῖς· διότι τῶν καλῶν καὶ ἀγαθῶν οἱ ἀμελεῖς καὶ ῥᾴθυμοι ἄρξουσι τῷ ἑαυτῶν πάθει νικήσαντες· καὶ ἐντὸς τῆς ἰδίας ἐπιθυμίας γενόμενοι, κατὰ τὸ αὐτοῖς ἀρεστὸν οὕτω κρατήσουσιν αὐτῶν, τύποι μόνον ἐσόμενοι καὶ οὐκ εἰς οἰκοδομὴν ἄγοντες, ἀλλ’ ἐναμβρυνόμενοι· ὥστε τοὺς μὴ εἰδότας γνῶσιν διὰ τυραννίδος κρατῆσαι τῶν τὴν εἴδησιν ἐχόντων καὶ περὶ ἀρχῆς μάχεσθαι, καὶ τοὺς καλοὺς ὑπὸ τῶν κακῶν διώκεσθαι, καὶ μὴ ἔχειν τοὺς ἀγαθοὺς παρρησίαν ἐν ταῖς ἡμέραις αὐτῶν, δηλονότι τῶν κατὰ βίαν ποιμαίνειν ἀρξάντων. Καὶ τὸ δὴ λεγόμενον, τὴν θείαν διδασκαλίαν εἰς ἀνθρωπίνην διαγωγὴν μεταβαλοῦσιν.

107. Γνοὺς οὖν ὁ μακάριος γέρων ταῦτα ἀνεβόησε μετὰ κλαυθμοῦ πρὸς τὸν Θεὸν λέγων· «Κύριε παντοκράτωρ, εἰ οὕτως ἔχει γενέσθαι, διὰ τί συνεχώρησας τὰ κοινόβια ταῦτα γενέσθαι, εἰ ἐν τοῖς καιροῖς ἐκείνοις οἱ μέλλοντες ἄρχειν αὐτῶν τοιοῦτοι ἔσονται κάκιστοι; Τυφλὸς γὰρ τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. Εἰκῇ καὶ μάτην ἐκοπίασα; εἰς οὐδὲν ἐγένετο ὁ μόχθος μου; Μνήσθητι, Κύριε, τῶν καμάτων μου καὶ πάντων τῶν ἀδελφῶν τῶν ἐξ ὅλης ψυχῆς διὰ τὸ ὄνομά σου νῦν ἑαυτοὺς ταπεινούντων.

Μνήσθητι, Κύριε, ὅτι συνέθου μοι ἕως τῆς συντελείας τοῦ αἰῶνος τούτου μὴ ἐκλείπειν τὸ πνευματικόν μου σπέρμα. Σὺ οἶδας, δέσποτα, ὅτι ἀφ’ οὗ ἐνεδυσάμην τὸ σχῆμα τοῦ μοναχοῦ, οὐδέποτε ἐκορέσθην ἐπὶ τῆς γῆς τινος οὐδὲ μέχρις ὕδατος.» 108. Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ἐγένετο φωνὴ πρὸς αὐτὸν λέγουσα· «Καυχᾶσαι, Παχώμιε, ἄνθρωπος ὤν; Αἴτησαι σεαυτῷ συγγνώμην ἐλέους, ὅτι τὰ σύμπαντα τῷ ἐλέει μου συνίστανται, καὶ ἵνα μή σοι λογισθῇ εἰς ἔπαρσιν.» Ταῦτα ἀκούσας, παραχρῆμα ῥίψας ἑαυτὸν ἐπὶ τῆς γῆς ᾐτήσατο ἔλεος παρὰ τοῦ Θεοῦ λέγων· «Κύριε παντοκράτωρ, τὸ ἔλεός σου κατάπεμψον ἐπ’ ἐμὲ καὶ μηδέποτε ἀφέλῃς αὐτὸ ἀπ’ ἐμοῦ, ὅτι οἶδα κἀγὼ ὅτι ἄνευ τοῦ ἐλέους σου τὰ σύμπαντα οὐ δύναται εἶναι.» Ταῦτα αὐτοῦ προσευχομένου ἰδοὺ δύο ἄγγελοι τοῦ Θεοῦ ἐπέστησαν αὐτῷ· καὶ ἦν μετ’ αὐτῶν νεώτερος, ἀνεκλάλητον καὶ ἄφατον ἔχων τὴν θέαν τοῦ προσώπου καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον ἐξ ἀκανθῶν.

Καὶ ἀναστήσαντες οἱ ἄγγελοι τὸν Παχώμιον, εἶπον αὐτῷ· «Ἐπειδὴ ᾐτήσω τὸν Θεόν, κατέπεμψέ σοι τὸ ἔλεος αὐτοῦ. Ἰδοὺ αὐτός ἐστι τὸ ἔλεος αὐτοῦ, ὁ Κύριος τῆς δόξης, ὁ Χριστός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, ὃν ἀπέστειλε τῷ κόσμῳ σωτῆρα, καὶ ἐσταυρώσατε αὐτὸν καὶ στέφανον ἐξ ἀκανθῶν περιεθήκατε αὐτῷ.» Εἶπε δὲ Παχώμιος πρὸς αὐτόν· «Δέομαί σου τῆς ἀχράντου φύσεως, δέσποτα, οὐκ ἐσταύρωσά σε ἐγώ.» Ὁ δὲ νεώτερος ὑπομειδιάσας λέγει αὐτῷ· «Οἶδα ὅτι σύ με οὐκ ἐσταύρωσας, ἀλλ’ οἱ πατέρες ὑμῶν. Θάρσει δὲ ὅτι ἡ ῥίζα τοῦ σπέρματός σου τοῦ πνευματικοῦ ἕως τοῦ αἰῶνος οὐ μὴ ἐκλίπῃ· καὶ οἱ μέλλοντες ὀλίγοι σῴζεσθαι ἐν τοῖς καιροῖς ἐκείνοις ἀπὸ τῆς πολλῆς ὁμίχλης τῆς ἀμελείας αὐτῶν, ὑπὲρ τοὺς ἄκρως νῦν πολιτευομένους εὑρεθήσονται· ὅτι <οἱ> νῦν ἔχοντές σε ὡς φωστῆρα πρὸ ὀφθαλμῶν αὐτῶν, ἐναρέτως τῷ σῷ φωτὶ ἐπερειδόμενοι πολιτεύονται· τοῖς δὲ μεταγενεστέροις ἐν αὐχμηρῷ τυγχάνουσι τόπῳ, εἰ ἑκουσίως ἐν ἀγαθῷ φρονήματι, μηδενὸς αὐτοὺς ὁδηγοῦντος ἐπὶ τὴν ἀλήθειαν, ἀποπηδήσαντες τῆς κακίας τοῦ ψεύδους, τὴν δικαιοσύνην μετέλθωσιν, ἀμὴν λέγω σοι ὅτι μετὰ τῶν ἄκρως νῦν πολιτευομένων καὶ ἀμέμπτως εὑρεθήσονται τῆς αὐτῆς ἀπολαύοντες σωτηρίας.» Καὶ ταῦτα εἰπὼν εἰς οὐρανοὺς ἀνῆλθε τοῦ ἀέρος φωτισθέντος.

109. Θαυμάζοντος δὲ τοῦ μακαρίου Παχωμίου ἐπὶ τοῖς λαληθεῖσιν αὐτῷ, διέμεινεν ἄσιτος. Καὶ εὐθέως κρούουσιν εἰς τὴν νυκτερινὴν σύναξιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εὗρον αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον. Τελεσθείσης δὲ τῆς νυκτερινῆς λειτουργίας, ἀνοίξας τὸ στόμα αὐτοῦ ἤρξατο διδάσκειν αὐτοὺς λέγων, καθισάντων πάντων εἰς ἀκρόασιν τοῦ λόγου αὐτοῦ· «Ἀδελφοί, ὅσον ἔχετε τὴν πνοὴν ὑμῶν ἐν τῷ γηΐνῳ τούτῳ σώματι, ἀγωνίσασθε ὑπὲρ τῆς σωτηρίας ὑμῶν. Πρὸ τοῦ ἐλθεῖν τὴν ὥραν ἐκείνην ἐν ᾗ μέλλομεν ἑαυτοὺς κλαίειν, ἐργασώμεθα προθύμως τὴν ἀρετήν. Λέγω γὰρ ὑμῖν ὅτι εἰ ᾔδειτε τὰ ἐν οὐρανοῖς ἀποκείμενα ἀγαθὰ τοῖς ἀγωνιζομένοις καὶ πῶς οἱ ῥᾴθυμοι καὶ οἱ ἀποπεσόντες κολάζονται καὶ ὅσα βασανιστήρια ἀπόκεινται τοῖς ἀμελήσασι καὶ μάλιστα τοῖς ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ μὴ ἀξίως αὐτῆς πολιτευσαμένοις τοῦ ἀποφυγεῖν τὴν ἐν κολάσεσι βάσανον, ... . Ἀπέλθατε τοιγαροῦν, ἀδελφοί, εἰς τοὺς τάφους καὶ ἴδετε τὴν τῶν ἀνθρώπων ὑπόστασιν ὅτι οὐδέν ἐστι. Τί οὖν κενοδοξεῖ ἄνθρωπος, χοῦς ὑπάρχων; τί δὲ ὑπερηφανεύεται, ὅλος ὢν δυσωδία; Κλαύσωμεν οὖν ἑαυτοὺς ὡς καιρὸν ἔχομεν, μήποτε ἐλθούσης τῆς ἐξόδου ἡμῶν εὑρεθῶμεν ἀπαράσκευοι καὶ μέλλωμεν τότε τὸν Θεὸν καιρὸν ἄλλον αἰτεῖσθαι πρὸς μετάνοιαν.

Ἀθλία ὄντως ψυχὴ ἐκείνη καὶ τρισαθλία ἡ τὸν κόσμον καταλείψασα καὶ ἑαυτὴν καταγράψασα τῷ Θεῷ, ἀξίως δὲ τοῦ ἑαυτῆς ἐπαγγέλματος μὴ ζήσασα.

Μὴ οὖν συγχωρήσωμεν, ἀδελφοί, τῷ αἰῶνι τούτῳ ὀλίγῳ ὄντι καὶ εὐτελεῖ καὶ σκιᾷ παρερχομένῃ ἐοικότι, ἀφαρπάσαι ἀφ’ ἡμῶν τὴν μακαρίαν ἐκείνην καὶ ἀθάνατον ζωήν. Ἀληθῶς φοβοῦμαι, ἀδελφοί, μήποτε οἱ κατὰ σάρκα πατέρες ἐν τῷ κόσμῳ διατρίβοντες καὶ περιαντλούμενοι ταῖς τοῦ βίου πραγματείαις τε καὶ περιστάσεσιν, οἰόμενοι περὶ ἡμῶν, ὡς δῆθεν ἀνακειμένων τῷ Κυρίῳ καὶ ἐντεῦθεν ἀρραβωνισθέντων ἡμῶν τὰ πρόσοδα τῆς μακαρίας ζωῆς, ἐπικουρίας τυχεῖν παρ’ ἡμῶν ἐν τῷ μέλλοντι αἰῶνι, εὑρεθῶσι τοὐναντίον κατακρίνοντες ἡμᾶς καὶ λέγοντες· Οὐ ταῖς εὐχαῖς ὑμῶν ἠλπίζομεν σωθῆναι; καὶ ποῦ ἡ ἀποταγὴ ὑμῶν τοῦ κόσμου καὶ ἡ ἀκολούθησις τοῦ Χριστοῦ;» 110. Λιμοῦ ποτε γενομένου ἐπὶ τοῦ μακαρίου πατρὸς ἡμῶν Παχωμίου καὶ τῶν ἀδελφῶν μὴ ἐχόντων σῖτον, μᾶλλον δὲ μὴ εὑρισκομένου καθ’ ὅλην σχεδὸν τὴν Αἴγυπτον, ἀπέστειλεν ὁ μακάριός τινα τῶν ἀδελφῶν περιελθεῖν τὰς πόλεις καὶ τὴν περίχωρον τοῦ ζητῆσαι σῖτον καὶ ἀγοράσαι, δεδωκὼς αὐτῷ ἐπὶ λόγου ἀγορᾶς σίτου ἑκατὸν δηνάρια. Περιελθὼν δὲ ὁ ἀποσταλεὶς ἀδελφὸς πολλοὺς τόπους καὶ μὴ εὑρηκὼς παρέβαλεν εἴς τινα κώμην καλουμένην Ἑρμουθίν. Καὶ κατ’ οἰκονομίαν Θεοῦ εὗρέ τινα ἐκεῖ ἄνθρωπον πολιτευόμενον, πάνυ εὐσεβῆ καὶ φοβούμενον τὸν Θεόν, ἀκοὴν ἀγαθὴν ἐσχηκότα περὶ τῆς πολιτείας τοῦ ἁγίου Παχωμίου καὶ τῶν σὺν αὐτῷ ἀδελφῶν. Οὗτος ὁ πολιτευόμενος δημόσιον ἐπεπίστευτο σῖτον.

Τούτῳ προσελθὼν ὁ ἀδελφὸς παρεκάλει λέγων πωλῆσαι αὐτῷ σῖτον ἑκατὸν νομισμάτων.

Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· «Ἀληθῶς, ἀδελφέ, εἰ εἶχον ἐμὸν σῖτον, ἀπὸ τῶν τέκνων μου λαβὼν ἂν ἔδωκά σοι. Ἀκήκοα γὰρ περὶ τῆς θείας καὶ ἐναρέτου τοῦ ἁγίου ἀνδρὸς Παχωμίου πολιτείας καὶ τῶν μαθητῶν αὐτοῦ. Ἄκουσον δέ μου ὃ μέλλω λέγειν σοι, ἀδελφέ. Δημόσιον σῖτον ἔχω κείμενον, καὶ τέως ἄρτι οὐ ζητεῖται παρὰ τοῦ ἄρχοντος. Εἰ οὖν θέλεις λαβεῖν αὐτὸν ἕως τοῦ καιροῦ τῆς ἅλωνος, ὑπερθέσθαι δύναμαι τὰ δημόσια. Ἐὰν οὖν οἶδας ὅτι δύνασαι ἀποκαταστῆσαι τὸν σῖτον ἐν τῷ καιρῷ ἐκείνῳ, λάβε ὅσον θέλεις.» Τοῦ δὲ ἀδελφοῦ εἰπόντος ὅτι· «Οὐχ οὕτως θέλω ἵνα ποιήσῃς μοι· οὐ γὰρ δυνησόμεθα ἀποκαταστῆσαι τὴν ποσότητα ἣν μέλλομεν λαμβάνειν. Ἀλλ’ ἐὰν θέλῃς, τῶν ἑκατὸν νομισμάτων οἵας θέλεις τιμῆς παράσχου μοι· εἰ ὅλως δύνασαι ἕως τοῦ καιροῦ τῆς ἅλωνος ὑπερθέσθαι τὰ δημόσια, καλῶς ποιεῖς.» Ὁ δέ φησι· «Ναί, δύναμαι καὶ ὑπερθέσθαι, οὐ μόνον τούτων τῶν ἑκατὸν νομισμάτων, φησίν, ἀλλ’ ἐὰν θέλῃς καὶ ἄλλων τοσούτων ὁλοκοτίνων λαβεῖν, χάριν μοι παρέχεις ἐν τούτῳ· μόνον εὔχεσθε ὑπὲρ ἐμοῦ.» Τοῦ δὲ ἀδελφοῦ εἰπόντος ὅτι· «Οὐκ ἔχομεν χρυσὸν ἕτερον εἰ μὴ τοῦτον», εἶπε τῷ ἀδελφῷ· «Μὴ μελέτω σοι περὶ τούτου, ἀφρόντιστος ἔσο. Ὅταν δὲ εὕρητε, ἀγάγετέ μοι.»

Ἐπὶ τοῦτον οὖν τὸν ὅρον γεμίσας τὸ πλοῖον σίτου ἐκ δεκατριῶν ἀρταβῶν τοῦ νομίσματος, μηδαμοῦ καθ’ ὅλην σχεδὸν τὴν Αἴγυπτον εὑρισκομένου, κατέπλευσεν εἰς τὴν μονὴν ὁ ἀδελφὸς μετὰ πολλῆς χαρᾶς.

111. Ἀκούσας δὲ ὁ μέγας ὅτι ἥκει τὸ πλοῖον καὶ ὥρμισε πεπληρωμένον τοῦ σίτου, ἐπύθετο τὸν τρόπον τῆς ἀγορασίας· καὶ μαθὼν πέμπει εὐθέως εἰς τὸ πλοῖον λέγων· «Ἕνα κόκκον τοῦ σίτου μὴ εἰσενέγκητε εἰς τὴν μονήν, μηδὲ ὁ ἀγοράσας τὸν σῖτον εἰς πρόσωπόν μου ἔλθῃ, ἕως οὗ ἀποκαταστήσῃ τὸν σῖτον εἰς τὸν ἴδιον τόπον· ὅτι πάνυ ἠνόμησε τοῦτο πεποιηκώς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἄλλων ἑκατὸν νομισμάτων σῖτον αὐτεξουσίως λαβών, ὅπερ οὐκ ἐνετειλάμην ποιῆσαι αὐτῷ, τῷ ἰδίῳ φρονήματι ὑπηρετῶν τὸ πλεῖον ἠγάπησε· καὶ τῷ τῆς φιλοκερδίας πάθει πυρωθεὶς κατεδουλώσατο ἡμᾶς ποιήσας ὑποχειρίους εἶναι, καὶ ἀκορέστως μὲν τῇ φιλανθρωπίᾳ τοῦ δεδωκότος προσελθών, πλεονεξίας <δὲ> τρόπον ἐργασάμενος, ὑπὲρ τὴν χρείαν ἡμῶν κομίσας σῖτον, ἐξ αὐθεντίας δανεισάμενος, ὅπερ οὐκ ἔχομεν πόθεν ἀποσῶσαι. Οὐ μὴν ἀλλ’ εἰ καὶ συνέβη αὐτὸν ἐρχόμενον ἀνθρώπινόν τι ὑπομεῖναι ἢ τὸ πλοῖον ναυαγίῳ περιπεσεῖν, τί εἴχομεν ποιῆσαι; Οὐκ ἐμέλλομεν πάντες ὑπόδουλοι γενέσθαι, καὶ τοῦτο δημοσίοις; Διὰ τοῦτο ὅσον ἤνεγκε σῖτον, τοῖς περὶ τὰ μέρη ταῦτα κοσμικοῖς τυγχάνουσι πωλείτω ὡς ἔλαβε παρὰ τοῦ πιστεύσαντος αὐτῷ ἀπὸ δεκατριῶν ἀρταβῶν καὶ οὐ καθώς ἐστιν ἡ σπάνη τῆς πράσεως.

Καὶ μετὰ τὸ πωλῆσαι αὐτόν, τὸ χρυσίον λαβὼν ἀποκομιζέτω αὐτὸ τῷ πιστεύσαντι αὐτῷ· τῶν δὲ ἑκατὸν νομισμάτων τῶν ἡμετέρων, ὡς πωλεῖται πανταχοῦ οὕτως καὶ αὐτὸς ὠνησάμενος φερέτω.» Ἐποίησε δὲ οὕτως ὁ ἀδελφὸς καθὼς προσέταξεν ὁ μέγας· καὶ ἤνεγκε τὸν σῖτον κατὰ πέντε ἥμισυ ἀρταβῶν τοῦ νομίσματος ἀγοράσας, ἀποδοὺς τῷ πολιτευομένῳ τὰ ἑκατὸν νομίσματα· ὅστις μετὰ πολλῆς ἀθυμίας δεξάμενος διὰ τὴν τοῦ ἀδελφοῦ λύπην, ἐθαύμασε τὴν ἀγγελικὴν πολιτείαν τοῦ ἁγίου πατρὸς ἡμῶν Παχωμίου. Ἀπὸ τότε οὖν οὐκ ἀφῆκε τὸν ἀδελφὸν τοῦτον ἐκβῆναι τῆς μονῆς εἰς διακονίαν, ὡς φιλαργυρίαν νοσήσαντα, ἀλλ’ εἴασεν αὐτὸν ἡσυχάζειν, τάξας ἄλλον εἰς διακονίαν τῶν ἀδελφῶν.

112. Οὗτος τοίνυν ὁ προχειρισθεὶς διακονεῖν τοῖς ἀδελφοῖς, λαβὼν παρὰ τοῦ σκυτέως σανδάλια καὶ ἕτερα εἴδη ἐπὶ τὸ πωλῆσαι, πλέον τῆς τιμῆς ἧς εἶπεν αὐτῷ ὁ σκυτεύς, ἐνήνοχεν. Ἅτινα δεξάμενος ὁ σκυτεὺς καὶ ἀριθμήσας, εὗρε τετραπλῆν τὴν τιμὴν ὑπὲρ ἧς ἐνετείλατο αὐτῷ διαπωλῆσαι. Καὶ εὐθὺς ἀνελθὼν πρὸς τὸν μέγαν εἶπεν αὐτῷ· «Ἀληθῶς, ὦ πάτερ, οὐ καλῶς ἐποίησας τάξας τὸν ἀδελφὸν τοῦτον διακονεῖν τὰς ἀποκρίσεις ἡμῶν καὶ τῆς μονῆς, ἔτι ἔχων ἐν ἑαυτῷ τὸ κοσμικὸν φρόνημα.» Εἰπόντος δὲ τοῦ μεγάλου· «Τί ἐστι τὸ πρᾶγμα ὃ διεπράξατο κακῶς;» εἶπεν αὐτῷ ὁ σκυτεύς· «Ἔδωκα αὐτῷ σανδάλια καὶ ἕτερα εἴδη ἐπὶ τὸ διαπωλῆσαι, εἰρηκὼς αὐτῷ τὴν ποσότητα τῆς τιμῆς. Ὁ δὲ πωλήσας αὐτὰ πλειόνως, ἤνεγκέ μοι τὴν τιμὴν ὑπὲρ ἣν εἶπον αὐτῷ.» Ἀκούσας δὲ ὁ μέγας ταῦτα καὶ καλέσας τὸν ἀδελφὸν εἶπεν αὐτῷ· «Διὰ τί οὕτως ἐποίησας τὸ πλέον ἀγαπήσας;» Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· «Ἐπ’ ἀληθείας, ὦ πάτερ, τὴν τιμὴν ἣν εἶπέ μοι ὁ ἀδελφός, εἶπον τοῖς ἀγοράζουσιν. Οἱ δὲ λέγουσί μοι· «Ἀδελφέ, ἐὰν μὴ κλεψιμαῖά εἰσι, περισσοτέρου ἄξιά εἰσιν.» Ἐγὼ δὲ ἐρυθριάσας ἐπὶ τῷ λόγῳ εἶπον αὐτοῖς· «Κλεψιμαῖα μὲν οὐκ εἰσί· τοσούτου δὲ ἐκελεύσθην πωλῆσαι αὐτά. Ὅσον δὲ βούλεσθε, δότε.» Οἱ δὲ ὅσον ἤρεσκεν αὐτοῖς ἐδίδουν, ἐμοῦ μὴ μετροῦντος τὸ παρ’ αὐτοῖς διδόμενον κέρμα.» Ἀκούσας δὲ ταῦτα ὁ μέγας εἶπεν αὐτῷ· «Ἥμαρτες μεγάλως τὸ πλέον ἀγαπήσας.

Ἀλλὰ ταχέως δραμὼν τὸ περισσὸν τῆς τιμῆς ἀνάδος τοῖς δεδωκόσι. Καὶ ἐλθὼν μετανόησον ὑπὲρ τοῦ πταίσματός σου, καὶ ἡσύχαζε εἰς τὴν μονὴν ἐργαζόμενος τὸ ἴδιον ἐργόχειρον· οὐ συμφέρει γάρ σοι τοῦτο τὸ ἔργον ποιεῖν.» Ἐποίησε δὲ ὁ ἀδελφὸς οὕτως καθὼς εἶπεν αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ.

Ἔταξε δὲ εἰς τὴν διακονίαν πασῶν τῶν ἀποκρίσεων τὸν ἅγιον Ζακχαῖον, ἄνδρα ἀγαθὸν ἐν πᾶσι καὶ τέλειον καὶ πάντα ἔπαινον ἀνθρώπων τὸν τῶν ἀγαθῶν πράξεων ἐν ἑαυτῷ δεικνύντα. 113. Ἦν τις ἀδελφὸς ἀσκητὴς ἀσκήσας καθ’ ἑαυτὸν τῶν πάνυ ἐπισήμων. Οὗτος, ἀκούσας τὸν θεῖον καὶ ἀγγελικὸν βίον τοῦ ἁγίου πατρὸς ἡμῶν Παχωμίου, παρεκάλεσεν αὐτὸν δεχθῆναι εἰς τὸ κοινόβιον αὐτοῦ. Δεξαμένου δὲ αὐτὸν τοῦ μεγάλου, ὀλίγον χρόνον ποιήσας μετὰ τῶν ἀδελφῶν ἐπεθύμει μαρτυρῆσαι, τοῦ κόσμου εἰρηνεύοντος καὶ τῆς ἐκκλησίας προκοπτούσης, Κωνσταντίνου τοῦ ἀοιδίμου καὶ χριστοφόρου τότε βασιλεύοντος.

Οὗτος συνεχῶς παρεκάλει τὸν μακάριον λέγων· «Εὖξαι, κῦρι ἀββᾶ, ἵνα γένωμαι μάρτυς.» Ὁ δὲ μέγας ἐπετίμα αὐτῷ μὴ συγχωρῆσαι ἔτι τὸν λογισμὸν τοῦτον ἐμμεῖναι ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ νουθετῶν ἔλεγεν αὐτῷ· «Ἀδελφέ, ὑπόμεινον τὸν ἀγῶνα τῆς ἀσκήσεως τὸν μοναχικὸν γενναίως καὶ ἀμώμως κατὰ τὴν τοῦ Χριστοῦ εὐαρέστησιν· καὶ ἕξεις ἐν οὐρανοῖς τὴν μετὰ τῶν ἁγίων μαρτύρων κοινωνίαν.» Ἐκείνου δὲ καθ’ ἑκάστην ἐκ σατανικῆς ἐνεργείας ἐπιμένοντος καὶ διενοχλοῦντος τῷ ἁγίῳ ἵνα εὔξηται περὶ αὐτοῦ ἕνεκεν τῆς ἀκαίρου αὐτοῦ ἐπιθυμίας, βουλόμενος δὲ ὁ μέγας ἀποσείσασθαι τὴν τοιαύτην αὐτοῦ ὄχλησιν, εἶπεν αὐτῷ· «Ἔστω, εὔχομαι. Πλὴν εἰ τοῦτο θέλεις, καταλήψεταί σε διὰ τάχους. Ἀσφαλίζου δὲ ἑαυτόν, μή πως, ἐλθούσης τῆς ὥρας, ἀντὶ τοῦ μαρτυρῆσαι ἀρνούμενος εὑρεθῇς τὸν Χριστόν. Ἀληθῶς γάρ, ἀδελφέ, μεγάλως σφάλλει αὐτομολεῖν βουλόμενος εἰς τὸν πειρασμόν.» 114. Ἐγένετο δὲ μετὰ δύο ἡμέρας ἀποσταλῆναί τινας τῶν ἀδελφῶν ὑπὸ τοῦ μεγάλου εἰς ἀνωτέραν αὐτῶν κώμην συλλέξαι θρύα εἰς λόγον ψιαθίων τῆς μονῆς. Αὕτη δὲ ἡ κώμη πρόσκειται τοῖς βαρβάροις τοῖς λεγομένοις Βλεμμύοις.

Καὶ χρονιζόντων ἐκεῖσε τῶν ἀδελφῶν περὶ νῆσόν τινα ἐν ᾗ πολλὰ θρύα ὑπῆρχον, ἀπέστειλε πρὸς αὐτοὺς ὁ μακάριος τὸν ἀδελφὸν τὸν ἐπιθυμοῦντα μαρτυρῆσαι, δαπάνας ὀλίγας ἀπενεγκεῖν τοῖς ἀδελφοῖς, παραγγείλας αὐτῷ ἀσφαλίσασθαι ἑαυτόν, εἰπὼν τὸ γεγραμμένον ὅτι· «Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία.» Ὁ δὲ λαβὼν ὄνον γεγομωσμένον δαπανῶν, ἐπορεύετο πρὸς τοὺς ἀδελφούς. Γενομένου δὲ αὐτοῦ περὶ τὴν ἔρημον, κατελθόντες ἀπὸ τοῦ ὄρους οἱ βάρβαροι ἐπὶ τὸ ὑδρεύσασθαι ἀπαντῶσιν αὐτῷ· καὶ κατενέγκαντες αὐτὸν ἀπὸ τοῦ ὄνου ἔδησαν τὰς χεῖρας αὐτοῦ, καὶ λαβόντες τὸν ὄνον πεφορτωμένον ἀνήνεγκαν αὐτὸν εἰς τὸ ὄρος πρὸς τοὺς ἄλλους βαρβάρους. Ἰδόντες δὲ οἱ βάρβαροι ἐρχόμενον αὐτόν, ἔγνωσαν ὅτι μονάζων ἐστίν.

Εἶτα ἤρξαντο λέγειν αὐτῷ· «Μονάζον, ἐλθὲ προσκύνησον τοῖς θεοῖς ἡμῶν.» Σφαξάντων δὲ ζῷα, σπονδὰς ἐποίησαν τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἀγαγόντες τὸν μονάζοντα, ἠνάγκαζον αὐτὸν συνσπεῖσαι αὐτοῖς. Μὴ βουλομένου δὲ αὐτοῦ τοῦτο ποιῆσαι, κατέχοντες γυμνὰ τὰ ξίφη αὐτῶν μετὰ θυμοῦ ἠπείλουν αὐτῷ λέγοντες ὡς, εἰ μὴ βούλοιτο θῦσαι τοῖς θεοῖς αὐτῶν καὶ σπεῖσαι αὐτοῖς σπονδὰς ὃν τρόπον κἀκεῖνοι, εὐθὺς ἀνελεῖν αὐτόν. Ὁ δὲ ἰδὼν γυμνὰ τὰ ξίφη αὐτῶν καὶ τὸ ἦθος αὐτῶν ἄγριον δειλιάσας, λαβὼν τὸν οἶνον ἔσπεισε τοῖς εἰδώλοις αὐτῶν καὶ ἔφαγε μετ’ αὐτῶν ἐκ τῶν κρεῶν τῶν εἰδωλοθύτων· καὶ φοβηθεὶς τὸν τοῦ σώματος ἀποθανεῖν θάνατον, τὴν ἀθάνατον ἀπέκτεινε ψυχήν, τὸν δεσπότην ἀρνησάμενος Χριστόν. Ποιήσαντος δὲ αὐτοῦ τοῦτο, λοιπὸν ὡς ἴδιον ὄντα ἤθελον αὐτὸν κατέχειν· μὴ βουληθέντος δέ, ἀπέλυσαν αὐτόν.

115. Ὁ δὲ κατελθὼν ἐκ τοῦ ὄρους καὶ ἐλθὼν εἰς ἑαυτὸν ἔγνω τὴν ἀνομίαν, μᾶλλον δὲ τὴν ἀσέβειαν ἣν ἐποίησε· καὶ σχίσας αὐτοῦ τὰ ἱμάτια καὶ τύψας πολλὰ τὸ πρόσωπον αὐτοῦ, ἔρχεται εἰς τὴν μονήν. Γνοὺς δὲ τῷ πνεύματι ὁ μακάριος τὸ συμβὰν αὐτῷ, ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ πάνυ λυπούμενος ἐπ’ αὐτῷ. Ὁ δὲ ἰδὼν αὐτὸν ἐρχόμενον, βάλλει ἑαυτὸν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἔκραξε μετὰ κλαυθμοῦ· «Ἥμαρτον τῷ Θεῷ καὶ σοί, πάτερ, ὅτι οὐκ ἤκουσά σου τῆς ἀγαθῆς συμβουλίας· εἰ γὰρ ἤκουόν σου, οὐκ ἂν ταῦτα ὑπέστην.» Ὁ δὲ μακάριος Παχώμιος εἶπεν αὐτῷ· «Ἀνάστα, ἄθλιε, σεαυτὸν ἀπέκλεισας ἀπὸ τῶν τοσούτων ἀγαθῶν. Ἀληθῶς ἐπετέθη σοι στέφανος καὶ ἀπέρριψας αὐτὸν ἀπὸ σοῦ. Ἕτοιμος ὑπῆρχες συγκαταριθμηθῆναι τοῖς ἁγίοις μάρτυσι, καὶ ἑαυτὸν ἀπεσχοίνισας τῆς μακαρίας αὐτῶν κοινωνίας. Ὁ δεσπότης Χριστὸς παρῆν μετὰ τῶν ἁγίων ἀγγέλων τὸ διάδημα τῆς νίκης ἐπὶ τῆς κεφαλῆς σου βουλόμενος ἐπιθεῖναι, καὶ τοῦτον ἠρνήσω διὰ ῥοπὴν ὥρας. Καὶ ὃν θάνατον μέλλεις ὑφίστασθαι καὶ μὴ βουλόμενος, τοῦτον φοβηθεὶς ἐξέπεσας τοῦ Θεοῦ σου, τὴν αἰώνιον ζωὴν ἀπολέσας.

Ποῦ οἱ πρώην σου λόγοι τῆς ἀκαίρου ὀρέξεως;» Εἰπόντος δὲ τοῦ μεγάλου ταῦτα, ἤρξατο πάλιν ἀναβοᾶν, καὶ ὀλοφυρόμενος ἔλεγεν· «Ἥμαρτον κατὰ πάντα, ὦ πάτερ, καὶ οὐ δύναμαι ἔτι ἐπᾶραι εἰς τὸν οὐρανὸν τὸ πρόσωπόν μου. Ἀπωλόμην, ὦ πάτερ.

Οὐκ ἔστι μοι ἀπὸ τοῦ νῦν ἐλπὶς σωτηρίας οὔτε ὑπόστασις τοῦ μετανοῆσαι. Τί οὖν ποιήσω, ὦ πάτερ; Οὐ προσεδόκουν οὕτως γενέσθαι.» 116. Ταῦτα λέγοντος αὐτοῦ μετὰ κλαυθμοῦ, ἔφη πρὸς αὐτὸν ὁ μέγας· «Σὺ μέν, ἄθλιε, παντελῶς σεαυτὸν ἀλλότριον τοῦ Κυρίου ἐποίησας. Ὁ δὲ Κύριος ἀγαθός ἐστι καὶ οὐδέποτε συνέσχεν ὀργὴν αὐτοῦ εἰς μαρτύριον· ὅτι θελητὴς ἐλέους ἐστί, καὶ τὰς ἁμαρτίας ἡμῶν δύναται καταποντίσαι εἰς τὴν θάλασσαν. Οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, καὶ τὸν πεσόντα μὴ ἐμμένειν τῷ παραπτώματι, ἀλλὰ ἀναστῆναι, καὶ τὸν ἀποστρέφοντα μὴ μακρυνθῆναι, ἀλλὰ διὰ τάχους ἐπιστρέψαι πρὸς αὐτόν. Διὰ τοῦτο μὴ ἀπογνῷς σεαυτοῦ· ἔστι γὰρ ἐλπὶς σωτηρίας. Ἐὰν γάρ, φησίν, ἐκκοπῇ δένδρον, πάλιν ἐπανθήσει.

Ἐὰν γὰρ θελήσῃς μου ἀκοῦσαι κατὰ πάντα ὅσα ἂν εἴπω σοι, ἕξεις τὴν συγχώρησιν παρὰ τῷ Θεῷ.» Ὁ δὲ φωνῇ μεγάλῃ κλαίων ἔλεγεν· «Ἀκούσω σου, πάτερ, ἀπὸ τοῦ νῦν ἐν πᾶσιν οἷς ἐὰν εἴπῃς μοι.» Καὶ ἐκέλευσεν αὐτὸν ἀναχωρήσαντα εἰς ἥσυχον κελλίον ἀποκλεῖσαι ἑαυτὸν καὶ μηδενὶ συντυχεῖν ἕως θανάτου, καὶ ὑπὲρ μίαν ἡμέραν ἐσθίειν αὐτὸν ἅλας καὶ ἄρτον ξηρὸν καὶ ὕδωρ μόνον εἰς ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, δύο δὲ ψιαθία ποιεῖν αὐτὸν τῆς ἡμέρας, καὶ ἀγρυπνεῖν μὲν ὅσον δύναται, εὔχεσθαι δὲ ὅσον ἰσχύει, μὴ ἀπολείπεσθαι κλαυθμοῦ πᾶσαν ὥραν. Ὁ δὲ ἐποίει καθὼς προσέταξεν αὐτῷ ὁ μέγας· καὶ καθείρξας ἑαυτὸν ἐδιπλασίασε πάντα τὰ ἐνταλθέντα αὐτῷ. Οὐδενὶ δὲ συνετύγχανεν εἰ μὴ τῷ μεγάλῳ καὶ Θεοδώρῳ καὶ ὀλίγοις τῶν πνευματικῶν γερόντων· καὶ τοῦτο ἵνα μὴ βλαβῇ τὴν φρέναν. Ποιήσας δὲ δωδεκαετῆ χρόνον οὕτως καλῶς ἀγωνισάμενος τῇ τοῦ Χριστοῦ χάριτι ἐκοιμήθη ἐν καλοῖς, μαρτυρήσαντος αὐτὸν τοῦ μεγάλου.