Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄ 2

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 2, Εδάφιο 1

1

ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραήλ· Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδα, ᾿Ισσάχαρ, Ζαβουλών,

Πατερικές αναφορές
3

υἱοὶ ᾿Ιούδα· ῎Ηρ, Αὐνάν, Σηλώμ, τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος. καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν.

Πατερικές αναφορές
4

καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς καὶ τὸν Ζαρά. πάντες υἱοὶ ᾿Ιούδα πέντε.

Πατερικές αναφορές
6

καὶ υἱοὶ Ζαρά· Ζαμβρὶ καὶ Αἰθὰν καὶ Αἰμὰν καὶ Καλχὰλ καὶ Δαράδ, πάντες πέντε.

Πατερικές αναφορές
7

καὶ υἱοὶ Χαρμί· ῎Αχαρ ὁ ἐμποδοστάτης ᾿Ισραήλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα.

8

καὶ υἱοὶ Αἰθάν, ᾿Αζαρίας.

9

καὶ υἱοὶ ᾿Εσρώμ, οἳ ἐτέχθησαν αὐτῷ· ὁ ῾Ιεραμεὴλ καὶ ὁ ᾿Αρὰμ καὶ ὁ Χαλέβ.

10

καὶ ᾿Αρὰμ ἐγέννησε τὸν ᾿Αμιναδὰβ καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσὼν ἄρχοντα οἴκου ᾿Ιούδα,

11

καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ,

12

καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ, καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί,

13

καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν πρωτότοκον αὐτοῦ τὸν ᾿Ελιάβ· ᾿Αμιναδὰβ ὁ δεύτερος, Σαμαὰ ὁ τρίτος,

14

Ναθαναὴλ ὁ τέταρτος, Ζαδδαΐ ὁ πέμπτος,

15

᾿Ασὸμ ὁ ἕκτος, Δαυὶδ ὁ ἕβδομος,

16

καὶ ἡ ἀδελφὴ αὐτῶν Σαρουία καὶ ᾿Αβιγαία· καὶ υἱοὶ Σαρουία· ᾿Αβισὰ καὶ ᾿Ιωὰβ καὶ ᾿Ασαήλ, τρεῖς.

17

καὶ ᾿Αβιγαία ἐγέννησε τὸν ᾿Αμεσσά· καὶ πατὴρ ᾿Αμεσσὰ ᾿Ιοθὸρ ὁ ᾿Ισμαηλίτης.

18

καὶ Χαλὲβ υἱὸς ᾿Εσρὼμ ἔλαβε τὴν Γαζουβὰ γυναῖκα καὶ τὴν ῾Ιεριώθ. καὶ οὗτοι υἱοὶ αὐτῆς· ᾿Ιασὰρ καὶ Σουβὰβ καὶ ᾿Ορνά.

19

καὶ ἀπέθανε Γαζουβά, καὶ ἔλαβεν ἑαυτῷ Χαλὲβ τὴν ᾿Εφράθ, καὶ ἔτεκεν αὐτῷ τὸν ῎Ωρ·

20

καὶ ῍Ωρ ἐγέννησε τὸν Οὐρί, καὶ Οὐρὶ ἐγέννησε τὸν Βεσελεήλ.

21

καὶ μετὰ ταῦτα εἰσῆλθεν ᾿Εσρὼν πρὸς τὴν θυγατέρα Μαχὶρ πατρὸς Γαλαάδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξηκονταπέντε ἐτῶν ἦν. καὶ ἔτεκεν αὐτῷ τὸν Σερούχ.

22

καὶ Σεροὺχ ἐγέννησε τὸν ᾿Ιαΐρ. καὶ ἦσαν αὐτῷ εἴκοσι καὶ τρεῖς πόλεις ἐν τῇ Γαλαάδ.

23

καὶ ἔλαβε Γεδσοὺρ καὶ ᾿Αρὰμ τὰς κώμας ᾿Ιαΐρ ἐξ αὐτῶν, τὴν Κανὰθ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχὶρ πατρὸς Γαλαάδ.

24

καὶ μετὰ τὸ ἀποθανεῖν ᾿Εσρὼν ἦλθε Χαλὲβ εἰς ᾿Εφραθά. καὶ ἡ γυνὴ ᾿Εσρὼν ᾿Αβιά, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Ασχὼδ πατέρα Θεκωέ.

25

καὶ ἦσαν οἱ υἱοὶ ῾Ιεραμεὴλ πρωτοτόκου ᾿Εσρών, ὁ πρωτότοκος Ράμ, καὶ Βαανὰ καὶ ᾿Αρὰν καὶ ᾿Ασὸμ ἀδελφὸς αὐτοῦ.

26

καὶ ἦν γυνὴ ἑτέρα τῷ ῾Ιεραμεήλ, καὶ ὄνομα αὐτῇ ᾿Ατάρα· αὕτη ἐστὶ μήτηρ ᾿Οζόμ.

27

καὶ ἦσαν υἱοὶ Ρὰμ πρωτοτόκου ῾Ιεραμεήλ· Μαὰς καὶ ᾿Ιαμὶν καὶ ᾿Ακόρ.

28

καὶ ἦσαν υἱοὶ ᾿Οζόμ· Σαμαΐ καὶ ᾿Ιαδαέ. καὶ υἱοὶ Σαμαΐ· Ναδὰβ καὶ ᾿Αβισούρ.

29

καὶ ὄνομα τῆς γυναικὸς ᾿Αβισοὺρ ᾿Αβιχαία, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Αχαβὰρ καὶ τὸν Μωήλ.

30

καὶ υἱοὶ Ναδάβ· Σαλὰδ καὶ ᾿Απφαίν. καὶ ἀπέθανε Σαλὰδ οὐκ ἔχων τέκνα.

31

καὶ υἱοὶ ᾿Απφαίν· ᾿Ισεμιήλ. καὶ υἱοὶ ᾿Ισεμιήλ· Σωσάν. καὶ υἱοὶ Σωσάν· ᾿Ααδαί.

32

καὶ υἱοὶ ᾿Ααδαί· ᾿Αχισαμάς, ᾿Ιεθέρ, ᾿Ιωνάθαν· καὶ ἀπέθανεν ᾿Ιεθὲρ οὐκ ἔχων τέκνα.

33

καὶ υἱοὶ ᾿Ιωνάθαν· Φαλὲδ καὶ ῾Οζάμ. οὗτοι ἦσαν υἱοὶ ῾Ιεραμεήλ.

34

καὶ οὐκ ἦσαν τῷ Σωσὰν υἱοί, ἀλλ᾿ ἢ θυγατέρες· καὶ τῷ Σωσὰν παῖς Αἰγύπτιος, καὶ ὄνομα αὐτῷ ᾿Ιωχήλ,

35

καὶ ἔδωκε Σωσὰν τὴν θυγατέρα αὐτοῦ τῷ ᾿Ιωχὴλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν ᾿Εθθί.

36

καὶ ᾿Εθθὶ ἐγέννησε τὸν Ναθάν, καὶ Ναθὰν ἐγέννησε τὸν Ζαβέδ,

37

καὶ Ζαβὲδ ἐγέννησε τὸν ᾿Αφαμήλ, καὶ ᾿Αφαμὴλ ἐγέννησε τὸν ᾿Ωβήδ,

38

καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιηού, καὶ ᾿Ιηοὺ ἐγέννησε τὸν ᾿Αζαρίαν,

39

καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Χελλής, καὶ Χελλὴς ἐγέννησε τὸν ᾿Ελεασά,

40

καὶ ᾿Ελεασὰ ἐγέννησε τὸν Σοσομαΐ, καὶ Σοσομαΐ ἐγέννησε τὸν Σαλούμ,

41

καὶ Σαλοὺμ ἐγέννησε τὸν ᾿Ιεχεμίαν, καὶ ᾿Ιεχεμίας ἐγέννησε τὸν ᾿Ελισαμά, καὶ ᾿Ελισαμὰ ἐγέννησε τὸν ᾿Ισμαήλ.

42

καὶ υἱοὶ Χαλὲβ ἀδελφοῦ ῾Ιεραμεήλ· Μαρισὰ ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζίφ· καὶ υἱοὶ Μαρισὰ πατρὸς Χεβρών.

43

καὶ υἱοὶ Χεβρών· Κορὲ καὶ Θαπφοὺς καὶ Ρεκὸμ καὶ Σαμαά.

44

καὶ Σαμαὰ ἐγέννησε τὸν Ραὲμ πατέρα ᾿Ιεκλάν, καὶ ᾿Ιεκλὰν ἐγέννησε τὸν Σαμαΐ·

45

καὶ υἱὸς αὐτοῦ Μαών, καὶ Μαὼν πατὴρ Βαιθσούρ.

46

καὶ Γαιφὰ ἡ παλλακὴ Χαλὲβ ἐγέννησε τὸν ᾿Αρρὰν καὶ τὸν Μωσὰ καὶ τὸν Γεζουέ.

47

καὶ υἱοὶ ᾿Αδδαΐ· Ραγὲμ καὶ ᾿Ιωάθαμ καὶ Σωγὰρ καὶ Φαλὲκ καὶ Γαιφὰ καὶ Σαγαέ.

48

καὶ ἡ παλλακὴ Χαλὲβ Μωχὰ ἐγέννησε τὸν Σαβὲρ καὶ τὸν Θαράμ.

49

καὶ ἐγέννησε Σαγαὲ πατέρα Μαρμηνὰ καὶ τὸν Σαοὺ πατέρα Μαχαμηνὰ καὶ πατέρα Γαιβαά· καὶ θυγάτηρ Χαλὲβ ᾿Ασχά.

50

οὗτοι ἦσαν υἱοὶ Χαλέβ. υἱοὶ ῍Ωρ πρωτοτόκου ᾿Εφραθά· Σωβὰλ πατὴρ Καριαθιαρίμ.

51

Σαλωμὼν πατὴρ Βαιθλαὲμ καὶ ᾿Αρὶμ πατὴρ Βαιθγεδώρ.

52

καὶ ἦσαν υἱοὶ τῷ Σωβὰλ πατρὶ Καριαθιαρίμ· ᾿Αραὰ καὶ Αἰσὶ καὶ ᾿Αμμανὶθ

53

καὶ Οὐμασφαέ, πόλις ᾿Ιαΐρ, Αἰθαλὶμ καὶ Μιφιθὶμ καὶ ῾Ησαμαθὶμ καὶ ῾Ημασαραΐμ· ἐκ τούτων ἐξήλθοσαν οἱ Σαραθαῖοι καὶ υἱοὶ ᾿Εσθαάμ.

54

υἱοὶ Σαλωμών· Βαιθλαέμ, Νετωφαθί, ᾿Αταρὼθ οἴκου ᾿Ιωὰβ καὶ ἥμισυ τῆς Μαλαθί, ᾿Ησαρί,

55

πατριαὶ γραμματέων κατοικοῦντες ἐν ᾿Ιάβις, Θαργαθιΐμ, Σαμαθιΐμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐκ Μεσημὰ πατρὸς οἴκου Ρηχάβ.