τοῦτο πίστις ἡ ἀληθής, τοῦτο θεοῦ τὸ ἔργον· τοῦτο σφραγὶς χριστιανῶν, τοῦτο μέθεξις θεία· τοῦτό ἐστιν ἡ μετοχὴ καὶ ἀρραβὼν ὁ θεῖος, τοῦτο ὑπάρχει ἡ ζωή, τοῦτο ἡ βασιλεία· τοῦτο τὸ ἔνδυμά ἐστιν, ὁ χιτὼν τοῦ κυρίου, ὅνπερ οἱ βαπτιζόμενοι ἐπενδύονται πίστει, οὐχὶ ἀγνοίᾳ λέγω σοι οὐδὲ ἀναισθησίᾳ, ἀλλὰ διὰ τῆς πίστεως ἐν αἰσθήσει καὶ γνώσει, ἵνα μὴ λέγῃς, τὸν Χριστὸν ἐνδεδύσθαι πιστεύω· οὐ λέγω· τοῦτο πίστευε, ἀλλὰ πίστεως ἔργον καὶ πίστεως βεβαίωσιν καὶ πίστεως σφραγῖδα καὶ πίστεως τελείωσιν ἀναμφίβολον ἔχε ἐκ τοῦ ἐνδύσασθαι Χριστὸν ἐν αἰσθήσει καὶ γνώσει ἐκλάμποντα, ἀστράπτοντα θεότητος τῇ δόξῃ, καὶ τρανοτάτῳ ἐν φωτὶ ὅλον σε ἀλλοιοῦντα, ἀναλλοιώτως μένοντα διπλοῦν ἐξ ἑκατέρων· θέσει θεόν, τῇ φύσει δὲ ἄνθρωπον ὅλον ὄντα, τοιοῦτος δὲ γενόμενος ὅλος, καθώς σοι εἶπον, τότε ἐλθὲ καὶ σὺν ἡμῖν στῆθι, ὦ ἀδελφέ μου, ἐπ’ ὄρους θείας γνώσεως θείας τε θεωρίας καὶ ἀκουσόμεθα ὁμοῦ πατρικῆς φωνῆς· οἴμοι, ὁπόσον ἀπολείπομεν τῆς θεϊκῆς ἀξίας, ὁπόσον δὲ ἀπέχομεν ζωῆς τῆς αἰωνίου· ὅσον ἀπέχει οὐρανὸς τῶν γῆς καταχθονίων καὶ τῶν ἐκεῖσε δυστυχῶς πάλαι κεκρατημένων, τοσοῦτον ἢ καὶ πλέον γε ἀπέχομεν οἱ πάντες ὄντως ἀξίας τοῦ θεοῦ καὶ θείας θεωρίας, κἂν σὺν ἐκείνῳ κατοικεῖν λέγωμεν παραδόξως καὶ τὸν οἰκοῦντα ἐν φωτὶ τῷ ἀπροσίτῳ ἔχειν ἐν ἑαυτοῖς καὶ μένοντα καὶ κατοικοῦντα ὅλον· καὶ θέλομεν καθήμενοι ἐν τοῖς καταχθονίοις φιλοσοφεῖν τὰ ὑπὲρ γῆν καὶ τὰ ἐν οὐρανῷ γε καὶ οὐρανῶν ὑπέρτερα, ὡς ἀκριβῶς εἰδότες, καὶ διηγεῖσθαι ἅπασι καὶ γνωστικοὶ καλεῖσθαι θεολόγοι τε ἀκριβεῖς καὶ μύσται τῶν ἀρρήτων, ὅπερ καὶ ἔνδειγμά ἐστι πάντως ἀναισθησίας· ὁ γεννηθεὶς γὰρ δυστυχῶς ἐν τοῖς καταχθονίοις καὶ σκότος ὅλως κατοικῶν τοῦ ἐνεστῶτος κόσμου φῶς τε μὴ θεασάμενος τοῦ μέλλοντος αἰῶνος, ὃ πάντως ἔλαμψεν ἐν γῇ καὶ ἀεννάως λάμπει, καὶ λέγων τὰ ἐν οὐρανῷ καὶ φρονεῖν καὶ εἰδέναι βλέπειν τε πάντα τὰ ἐκεῖ καὶ τοὺς ἄλλους διδάσκειν, οὐχὶ ἀναίσθητός ἐστι καὶ πλέον ἆρα τούτου;