βʹ. Ἀλλὰ διανάστητέ μοι λοιπὸν, ὦ φιλόχριστον καὶ φιλόμαρτυς σύστημα, καὶ τὸν νοῦν τῆς ἐπὶ τὰ ἔξω περιπλανήσεως περιπτύξαντες καὶ συστείλαντες, προσεχῶς τῶν λεγομένων ἀκούσατε. Καὶ γὰρ ἄτοπον, ἐπὶ μὲν τὰ κοσμικὰ θέατρα, ἱπποδρομίας ἢ παλαίστρας φημὶ, ἤ τινος τῶν τοιούτων γυμνικῶν ἀγώνων προθύμως συνδραμεῖν, καὶ τὴν ἅμιλλαν τῆς ἀγωνίας, καὶ τὴν τῶν ἀντιπάλων συμπλοκὴν ὑπηγμένως ἐθέλειν ἰδεῖν, καὶ μὴ πρότερον ἀποστῆναι, κἂν μυρία περισπῶνται, πρὶν τὸ τέλος, καὶ τὸν νίκην ἀπενεγκάμενον ἐποπτεῦσαι, τὸ βραβεῖον τε ἀράμενον, καὶ τὸ στέφος ἀναδησάμενον, καίτοι μηδὲν ἑαυτοῖς ἐκεῖθεν ἐπιφερομένους τὸ ὄφελος. Ἐνταῦθα δὲ ἔνθα ψυχωφελὲς, καὶ πνευματικὸν ἡμῖν πρόκειται θέατρον, ἀγωνοθέτην μὲν κεκτημένον, οὐχ ἕνα τῶν ἐπὶ γῆς βασιλέων, ἀλλὰ τῶν ἁπάντων ὁρατῶν καὶ ἀοράτων ἡγεμονεύοντα παντάνακτα Χριστὸν τὸν Θεὸν ἡμῶν, θεατὰς δὲ, τὰς χιλιάδας, καὶ μυριάδας τῶν ἐπουρανίων στρατιῶν καὶ δυνάμεων, ἀγωνιουμένην δὲ, Βαρβάραν τὴν ἀοίδιμον, καὶ παμπόθητον τοῦ Χριστοῦ στεφανίτιν καὶ μάρτυρα, ἀντιπάλους δὲ, οὐχ ἕνα που, ἢ δεύτερον, ἀλλὰ πρῶτον μὲν, καθώς φησιν ὁ Ἀπόστολος; Οὐ γὰρ ἔχομεν τὴν πάλην πρὸς αἷμα, καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, τουτέστιν, διὰ τὰ ἐπουράνια.