ἡνώθης μοι, φιλάνθρωπε, ἀμέτρῳ εὐσπλαγχνίᾳ, ὁ καθαρότητι πολύς, ἁγιωσύνῃ μείζων, δυνάμει τε ἀσύγκριτος καὶ ἀνείκαστος δόξῃ, καὶ συγκατῆλθες ἄνωθεν ἀφ’ ὕψους ἀμετρήτου ἕως ἐσχάτου τῶν πυλῶν ᾅδου ἁμαρτιῶν μου καὶ σκότους τῆς πτωχείας μου καὶ οἴκου συμπτωθέντος, ἀπὸ πολλῶν ἀνομιῶν, μεγίστης ἀμελείας ἠμελημένου παντελῶς καί γε ῥερυπωμένου· ὃς πρότερον ἀνέστησας ἐμὲ κείμενον κάτω καὶ ἐπὶ πέτραν ἔστησας τῶν θείων ἐντολῶν σου καὶ λούσας ἐκαθάρισας βορβόρου τῶν κακῶν μου καὶ χιτῶνα ἐνέδυσας λευκὸν ὑπὲρ χιόνα τὸν οἶκόν τε ἐσάρωσας τὸν κατεσπιλωμένον καὶ εἰσελθὼν ἐνῴκησας, ὦ τριάς, ὁ θεός μου· εἶτα θρόνον με ἀπετέλεσας θεότητός σου θείας καὶ οἶκον ἀπροσίτου σου δόξης καὶ βασιλείας καὶ στάμνον μάννα φέρουσαν τὸ τῆς ἀθανασίας καὶ λύχνον ἔνδον ἔχοντα φῶς ἄσβεστον καὶ θεῖον πυξίον τε ὡς ἀληθῶς τοῦ καλοῦ μαργαρίτου καὶ ἀγρόν, ἐν ᾧ κέκρυπται ὁ θησαυρὸς τοῦ κόσμου· πηγήν, ἐξ ἧς οἱ πίνοντες οὐδέποτε διψῶσιν, ἥτις καὶ βλύζει μάλιστα ὕδωρ δεκαπλασίως καὶ τοὺς ἐν πίστει πίνοντας ἐκτελεῖ ἀθανάτους· παράδεισον ξύλον ζωῆς μέσον ἔχοντα πάλιν καὶ γῆν περικαλύπτουσαν τὸν ἀχώρητον πᾶσι· σέ, ὃν ἐζήτησά ποτε ἐξ ὅλης μου καρδίας καὶ ἐπεθύμουν περὶ σοῦ λόγον ἀεὶ ἀκούειν, καὶ ἤθελον τὴν μνείαν σου ἔχειν ἐν τῇ ψυχῇ μου καὶ συχνοτέρως περὶ σοῦ καὶ λαλεῖν καὶ ἀκούειν· εἰ γὰρ καὶ πρώην μου ὁ νοῦς περὶ σοῦ φαντασθῆναι καθαρῶς οὐκ ἠδύνατο, οὐδ’ ὀφθαλμοὶ θεάσασθαι ἢ ἀκοὴ ἀκοῦσαι, οὐδ’ ἀναβάσεις δέξασθαι ἡ καρδία μου θείας, ἀλλὰ μόνῃ τῇ ἀκοῇ κατεπλήττετο ὅλη καὶ φόβῳ συνεστέλλετο ἡ ψυχή μου καὶ τρόμῳ, ἀλλ’ ἔνδοθεν ὁρῶσά σε νῦν ἑαυτῆς ἐκπλήττεται καὶ ἐνοπτριζομένη σε, ὅσον αὐτῇ γε δίδως, ὅλον ἐν ὅλῳ τῷ παντί, ὅλον ἐκτὸς δὲ τούτου ἐντός τε πάλιν ἑαυτῆς {ὅλον ἀκατανόητον} θεότητι τῇ θείᾳ τὸν τοῖς πᾶσιν ἀόρατον καὶ ἀποκεκρυμμένον, σὲ τὸν ἀπρόσιτον καὶ προσιτὸν μόνοις οἷς ἠβουλήθης, καθὼς αὐτὸς ἠθέλησας φιλανθρώπως φανῆναι, τὸν Σεραφὶμ καὶ Χερουβὶμ καὶ πᾶσι τοῖς ἀγγέλοις ἀπρόσιτον καὶ φοβερὸν αὐγῇ φύσεως θεία μετὰ ἀνθρώπων προσιτόν, ὅλη ὅλως ἐξίσταται, ἐκπλήττεται δὲ πλέον τὴν ἀγαθότητα τὴν σὴν καὶ τὴν φιλανθρωπίαν ὅτι καθαίρεις ῥυπαρὰς ψυχὰς καὶ νοῦν φωτίζεις καὶ περιδράσσῃ γεώδους καὶ ὑλικῆς οὐσίας, ἀνάπτεις τε φλόγα πολλὴν ἀγαπήσεως θείας καὶ πόθου θείου ἔρωτα οἷα πῦρ μοι ἐμβάλλεις καὶ μέχρι τρίτου οὐρανοῦ φθάνειν παρασκευάζεις καὶ εἰς παράδεισον ποιεῖς, σῶτερ, ἁρπάζεσθαί με ἐν ᾧ ἀκούω ῥήματα ἄρρητά τε καὶ ξένα, ἃ οὐκ ἐξὸν βροτοῖς λαλεῖν ἢ λόγῳ ἐξηγεῖσθαι· σοὶ δὲ τιμὴ πρέπει, δόξα καὶ μεγαλωσύνη, κράτος αἰώνιον, Χριστέ, τῷ τοῦ παντὸς δεσπότη σὺν τῷ πατρὶ καὶ πνεύματι τῷ φύσει παναγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.