Ἁγία Γραφή
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
ΚΑΙ ἐβόησεν ἀνὴρ ᾿Εφραίμ, καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς ᾿Ιεφθάε· διατὶ παρῆλθες παρατάξασθαι ἐν υἱοῖς ᾿Αμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
Πατερικές αναφορέςκαὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιεφθάε· ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου, καὶ οἱ υἱοὶ ᾿Αμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς ᾿Αμμών, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
καὶ συνέστρεψεν ᾿Ιεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ ᾿Εφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν ᾿Εφραίμ, ὅτι εἶπαν, οἱ διασωζόμενοι τοῦ ᾿Εφραὶμ ἡμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ ᾿Εφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ.
καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τοῦ ᾿Εφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασωζόμενοι ᾿Εφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ ᾿Εφραθίτης εἶ; καὶ εἶπεν· οὔ.
καὶ εἶπαν αὐτῷ· εἶπον δὴ Στάχυς· καὶ οὐ κατεύθυνε τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ ᾿Εφραὶμ δύο καὶ τεσσαράκοντα χιλιάδες.
καὶ ἔκρινεν ᾿Ιεφθάε τὸν ᾿Ισραὴλ ἓξ ἔτη. καὶ ἀπέθανεν ᾿Ιεφθάε ὁ Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ Γαλαάδ.
Πατερικές αναφορέςκαὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκε τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ἑπτὰ ἔτη.
Πατερικές αναφορέςκαὶ ἀπέθανεν ᾿Αβαισσὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ.
καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινε τὸν ᾿Ισραὴλ ὀκτὼ ἔτη.
Πατερικές αναφορέςκαὶ ἀπέθανεν ᾿Αβδὼν υἱὸς ᾿Ελλὴλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼν ἐν γῇ ᾿Εφραὶμ ἐν ὄρει τοῦ ᾿Αμαλήκ.
Πατερικές αναφορές