Αὕτη ἡ βροντὴ καὶ τὸν ἀπὸ Θεοῦ ἀποσταλέντα μάρτυρα τῆς τοῦ ἀληθινοῦ φωτὸς ἐπιδημίας ἡμῖν ἐδήλωσε, καὶ αὐτὸν ἡμῖν ἐγνώρισε τὸν ἐξ οὐρανοῦ κατελθόντα Λόγον, σάρκα δι’ ἡμᾶς γενόμενον, καὶ τρανότατα παρέστησε τὴν διὰ σαρκὸς ἐπὶ τῆς γῆς αὐτοῦ πᾶσαν πολιτείαν, τοὺς λόγους, τὰ ἔργα, τὰ πάθη, τὴν μετὰ τὸν σταυρὸν ἀνάστασιν, τὴν μετ’ αὐτὴν εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθεν, ἐπάνοδον. Καὶ ταῦτα πάντα καθὼς ἑώρακεν ἀνάγραπτα, φησίν, ἡμῖν πεποίηκεν, ἵνα σωθῶμεν. Ἀλλὰ καὶ παντὶ τῷ Χριστωνύμῳ πληρώματι προτρεπτικὴν ἐπιστολὴν ἐκτίθεται πρὸς τὴν κοινωνίαν ἅπαντας καλῶν τῆς ζωῆς τῆς αἰωνίου, ἥτις προαιωνίως ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν. Ὡς δὲ ἐν προκρίτοις ὢν τῶν Ἀποστόλων, καὶ ἰδίως ὢν καὶ καλούμενος ἠγαπημένος, περὶ τοῦ κεφαλαίου τῶν ἀρετῶν, δηλαδὴ τῆς ἀγάπης ἡμῖν διαλέγεται, αὐτὸν λέγων εἶναι τὸν Θεὸν ἀγάπην, ὡς καὶ Θεὸν ἔχειν τὸν ἀγάπην ἔχοντα, καὶ μένειν ἐν Θεῷ τὸν ἐν ἀγάπῃ μένοντα, καὶ τὸν Θεὸν ἐν αὐτῷ μένειν, ἐν ᾧ μένει ἡ ἀγάπη. Διπλῆν δὲ αὐτῆς δείκνυσι τὴν ἐν ἡμῖν ἐνέργειαν, εἴς τε τὸν Θεὸν καὶ τὸν πλησίον ἀμερίστως ταύτην μερίζων καὶ διδάσκων ὅτι δι’ ἀλλήλων αὗται συνίστανται, καὶ ψεύστην ἀποκαλῶν τὸν τὴν ἑτέραν ἔχειν μόνην οἰόμενον.