Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ 5

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 5, Εδάφιο 1

1

ΜΝΗΣΘΗΤΙ, Κύριε, ὅ,τι ἐγενήθη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.

Πατερικές αναφορές
4

ὕδωρ ἡμῶν ἐν ἀργυρίῳ ἐπίομεν, ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν ἐπὶ τὸν τράχηλον ἡμῶν.

5

ἐδιώχθημεν, ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν.

6

Αἴγυπτος ἔδωκε χεῖρα, ᾿Ασσοὺρ εἰς πλησμονὴν αὐτῶν.

7

οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάραχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.

8

δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.

9

ἐν ταῖας ψυχαῖς ἡμῶν, εἰσοίσομεν ἄρτον ἡμῶν, ἀπὸ προσώπου ρομφαίας τῆς ἐρήμου.

10

τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη, συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.

11

γυναῖκας ἐν Σιὼν ἐταπείνωσαν, παρθένους ἐν πόλεσιν ᾿Ιούδα.

12

ἄρχοντες ἐν χερσὶν αὐτῶν, ἐκρεμάσθησαν, πρεσβύτεροι οὐκ ἐδοξάσθησαν.

Πατερικές αναφορές
14

καὶ πρεσβύται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.

15

κατέλυσε χαρὰ καρδίας ἡμῶν, ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν,

16

ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.

17

περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν.

18

ἐπ’ ὄρος Σιών, ὅτι ἠφανίσθη, ἀλώπεκες διῆλθον ἐν αὐτῇ.

19

σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν.

20

ἱνατί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;

21

ἐπίστρεψον ἡμᾶς, Κύριε, πρός σε, καὶ ἐπιστραφησόμεθα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.

Πατερικές αναφορές
22

ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς, ὠργίσθης ἐφ’ ἡμᾶς ἕως σφόδρα.