Κατὰ τῶν μεταβολὴν καὶ ἀλλοίωσιν ἐπὶ Χριστοῦ λεγόντων.
Ἀλλ’ οὗτος ὁ χριστομάχος πρός τε τὴν θεολογίαν ἀπομαχόμενος καὶ πρὸς τὴν οἰκονομίαν πολέμιος καθιστάμενος, καὶ ἀθέσμοις ἐπεξευρίσκων τὰ ἀθεσμότερα, καὶ πρὸς μείζονα βλασφημίαν αἰρόμενος, μετὰ βραχέα τοιαῦτα γράφει· ÷ Ἡμῖν δὲ ὅτι μὴ δίκαιον τὰ τοιαῦτα, πάντως που καὶ αὐτὴ συμβάλλεις. Ἀλλ’ εἰ μὴ τῆς εἰς Θεὸν μεταβληθείσης μορφῆς, ἀλλὰ τοῦ πρὸ τῆς μεταβολῆς σαρκίου, αὐτοῦ δὴ τοῦ θνητοῦ, τὴν εἰκόνα φῂς παρ’ ἡμῶν αἰτεῖν ... ÷ Ἐνταῦθα τὸ πᾶν τῆς βλασφημίας ἀπαρτίζει τρανέστερον, μηδενὶ παραπετάσματι πρὸς τὴν ἀσέβειαν χρώμενος· ἀπαρακαλύπτως δὲ χριστομαχῶν οὐ καταδύεται. Προσθεὶς γὰρ ἐν τοῖς ἀνόπιν τὸ ἐν σχήματι ἀνειλῆφθαι τὴν τοῦ δούλου μορφὴν, τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ αὐτὴν τὴν σάρκα, κακῶς τὰ ἀποστολικὰ ἐκδεχόμενος, τὸ ἀνακεκρᾶσθαι αὐτὴν τῇ θεότητι τὴν ἐκ τῆς θείας μεταμορφώσεως μεταβολὴν, τὸ ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι, τὸ μηδὲ μορφὴν ἔτι καλεῖσθαι, τὸ τοῖς ἀπίστοις ἔθνεσι παραπλησίως ἔχειν τὰ Χριστιανῶν ἔθη καὶ μυστήρια, ἐξ ὧν κατεσκεύαζε τὸ δεδογμένον, νῦν συμπεραίνων εἰς Θεὸν μεταβεβλῆσθαι τὴν σάρκα θαῤῥούντως τίθεται, γυμνῇ τῇ Θεός φωνῇ προσανέχων, μηδενὸς προκαλύμματος, ἢ οὑτινοσοῦν τρόπου προσδεηθείς. Τούτου δὲ πρὸς βλασφημίαν τί ἂν γένοιτο φορτικώτερον;