Ἀπόκρισις Ἰωάννου·
Ἐπειδὴ ἠρώτησεν ἡ ἀγάπη σου περὶ τοῦ ἐμπαθῶς ἐπιβλέπειν τῷ παρόντι, καὶ ἔστι τοῦτο ὁμολογουμένως τῶν πολέμων τοῦ διαβόλου, γίνωσκε ὅτι καὶ τὸ τῷ νοῒ προσέχειν ἐξ αὐτοῦ ἐστι. Μνημονεύειν οὖν πρὸς τούτοις ὀφείλεις τῆς διαφθορᾶς καὶ τῆς δυσωδίας τῆς φύσεως ἡμῶν, πῶς εἰσερχόμενοι ἐν τοῖς τάφοις γινόμεθα. Τί δὲ περὶ τῶν φθαρτῶν ἐπάγω σοι λόγον; Καὶ οὐ κατανοεῖς μᾶλλον τὸ προθεῖναι πρὸ ὀφθαλμῶν τὴν μέλλουσαν φοβερὰν κρίσιν τοῦ Θεοῦ γενέσθαι; Καὶ ποῦ εὑρίσκεται ἡ κληρονομία τῶν ταῦτα πραττόντων; Καὶ πῶς δύνασαι ὑπενεγκεῖν τὴν αἰσχύνην τὴν μεγάλην ἐκείνην τῆς τῶν πράξεων ἡμῶν φανερώσεως ἐπὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πάντων ἀνθρώπων, ἐπὶ τοῦ δικαίου κριτοῦ; Καὶ πῶς φράττεται τὸ στόμα τῶν ἐργατῶν τῶν πράξεων τούτων; Φοβηθῶμεν οὖν τὸν λέγοντα· «Μὴ πλανᾶσθε, ὅτι οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Καὶ «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι», καὶ τὰ ἑξῆς, καὶ «Εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν.» Καὶ ταῦτα μὲν ὀφείλεις ἔχειν ἀεὶ ἐπὶ μνήμης, μὴ συχνάζειν δὲ πρὸς ἀνθρώπους, πρὸς οὓς εὑρίσκῃ ἔχων τὸν πόλεμον. Καὶ πάλιν μὴ δείξῃς αὐτοῖς τίνος χάριν ἀφίστασαι ἀπ’ αὐτῶν, μήποτε καὶ εἰς λογισμοὺς βάλῃς αὐτούς.