Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ πασῶν τῶν αἱρέσεων

Μέγας Αθανάσιος

Έλεγχος των αντιτριαδικών αιρέσεων

Θεολογική αναίρεση των δοξασιών των Αρειανών, των Πνευματομάχων και του Παύλου του Σαμοσατέως, και επιβεβαίωση της προαιώνιας και αδιαίρετης θεότητας του Υιού και του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Τάλανες οἱ ἀχάριστοι Ἀρειομανῖται· τούτων κρείττων εὑρέθη ὁ Ναβουχοδονόσορ, ὃς, ἑαυτὸν θεὸν νομίζων εἶναι, καὶ εἰκόνα ἑαυτοῦ στήσας ἐν Βαβυλῶνι, καὶ ἐμβαλὼν εἰς τὴν κάμινον τοῦ πυρὸς Ἀνανίαν, καὶ Ἀζαρίαν, καὶ Μισαήλ· καὶ τοῦ δροσοποιοῦ λόγου ἐν μέσῳ αὐτῶν γινομένου, καὶ ἐξελάσαντος τὸ πῦρ, καὶ αὑτῶν ὑμνούντων· καὶ ἐλθόντος τοῦ Ναβουχοδονόσορ, καὶ ἑωρακότος αὐτοὺς ὑμνοῦντας, ἔλεγε τοῖς παισὶν αὑτοῦ· «Οὐχὶ ἄνδρας τρεῖς ἐνεβάλομεν εἰς τὴν κάμινον;» Οἱ δὲ εἶπον· «Ἀληθῶς, βασιλεῦ.» Καὶ εἶπε πρὸς αὐτούς· «Ἰδοὺ θεωρῶ ἐγὼ ἄνδρας τέσσαρας, καὶ ὁ τέταρτος ὅμοιος Υἱῷ Θεοῦ.» Ὦ Ναβουχοδονόσορ, σεαυτὸν θεὸν ἐποίησας, πῶς οἶδας, ὅτι ὅμοιος Υἱῷ Θεοῦ ἐστιν; εὐθέως εἶπεν· Αὐτὸς κατένυξέ με εἰπεῖν. Χρείττων τούτων εὑρέθη Ναβουχοδονόσορ τῶν ἀσεβῶν, καὶ μηδὲ ὅμοιον, μηδὲ ὁμοούσιον λεγόντων τὸν Υἱόν. Εἴπατε τοῖς ἀσεβέσι μὴ βλασφημεῖν, ἀλλ᾽ εὐφημοῦντας προσκυνεῖν τὸν ὄντα Θεὸν Λόγον ἐν πνεύματι, εἰ ἄρα ἀφεθήσεται ἡ ἀσέβεια τῆς βλασφημίας αὐτῶν.

Τούτων τοίνυν ἐξοστρακισθέντων καὶ ἐκβληθέντων ἐκ τοῦ Θείου χοροῦ, εἴπωμεν καὶ πρὸς Τοὺς τούτων ἀδελφοὺς τοὺς Πνευματομάχους τοὺς Τροπικοὺς, τοὺς λέγοντας τὸ Πνεῦμα εἶναι κτιστόν. Ὦ Τροπικὲ, οὐκ ἤκουσας τοῦ Δαβὶδ λέγοντος· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν;» Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος. Καὶ πάλιν ἐν τῇ κοσμοποιίᾳ διηγούμενος ὁ μέγας θεράπων Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Ὁμοίως καὶ ὁ μέγας Παῦλος λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Καὶ αὐτὸς ὁ Πατὴρ λέγει διὰ τοῦ μεγάλου προφήτου· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι.» Καὶ αὐτὸς ὁ Κύριος, ἐλθὼν σῶσαι τὸ γένος ἡμῶν τῶν ἀνθρώπων αὐθεντικῇ φωνῇ εἶπεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγώ εἰμι ἡ ἀλήθεια·» καὶ, «Ἐὰν ἀπέλθω πρὸς τὸν Πατέρα μου, οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἀλλ᾽ ἀποστελῶ ὑμῖν τὸν Παράκλητον τὸ Πνεῦμα τῆς ἀληθείας.» Ἰδοὺ τὸ Πνεῦμα ἐν τῇ ἀληθείᾳ, ἡ ἀλήθεια ἐν τῷ Πατρί. Ἰδοὺ ἡ Τριὰς ἀδιαίρετος, τὸ τρίπλοκον σχοινίον, ἐν ᾧ τὰ δράγματα σφίγγοντες προσφέρομεν τῷ Πατρί. Καὶ οὗτοι οὖν σὺν τοῖς Ἀρειομανίταις ἀπώλοντο.

Εἴπωμεν καὶ πρὸς τὸν ἀτυχέστατον Σαμοσατέα Παῦλον, τὸν λέγοντα, ὅτι ἀφ᾽ οὗ προῆλθεν ἀπὸ τῆς ἀπειρογάμου Παρθένου, ἀπὸ τότε Υἱὸς ἐχρημάτισεν. Ἄφρον, οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος πρὸς τοὺς Ἰουδαίους· «Ὁ πατὴρ ὑμῶν Ἀβραὰμ ἠγαλλιάσατο ἰδεῖν τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε καὶ ἐχάρη.» Καὶ τῶν ἀχαρίστων Ἰουδαίων λεγόντων πρὸς αὐτὸν τὸν Κύριον, «Οὔπω τεσσαράκοντα ἔτη ἔχεις, καὶ λέγεις ἑωρακέναι τὸν Ἀβραάμ;» Ἀπεκρίθη πρὸς αὐτοὺς καὶ ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Εἰ, πρὶν Ἀβραὰμ γενέσθαι, αὐτός ἐστι, πῶς λέγεις, ὅτι μετὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν Υἱὸς ἐχρημάτισεν;

Οὐκ ἤκουσας ἐν τῷ Παροιμιαστῇ, αὐτὴ ἡ Σοφία πῶς ἔλεγεν· «Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθημέραν εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ,» ὅτε ἐποίησε τὴν οἰκουμένην, συμπαρήμην αὐτῷ; Καὶ πάλιν λέγει ὁ μέγας Παροιμιαστής· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν.» Ἰδοὺ ἀεί ἐστιν ἐν τῷ Πατρί· καὶ ὁ μέγας Ἀπόστολος· «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τί πρὸς ταῦτα λέγει ὁ ἀνόητος Σαμοσατεὺς, καὶ οὗτος, ἐξυδαρώσας τὸν θεῖον τοῦτον οἶνον, καὶ πιὼν, καὶ τυμπανωθεὶς, ἀπώλετο σὺν τοῖς Ἀρειομανίταις.