Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Γόρδιον τὸν μάρτυρα

Μέγας Βασίλειος

Η καταδίκη και η ακλόνητη στάση απέναντι στους οικείους

Η καταδίκη του Γορδίου σε θάνατο και η αδιαπραγμάτευτη άρνησή του στις παρακλήσεις των συγγενών του για προσποιητή υποταγή και άρνηση της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἐπειδὴ δὲ ἀπετύγχανε τῆς πείρας (ἀκούσας γὰρ τῶν ὑποσχέσεων ὁ μακάριος, κατεγέλασεν αὐτοῦ τῆς ἀνοίας, εἴ τι νομίζοι βασιλείας οὐρανῶν ἀντάξιον δώσειν), τότε δὴ ἀφόρητος ἦν τῷ θυμῷ, καὶ ξίφος ἐγύμνου, καὶ τὸν δήμιον παρεστήσατο, καὶ χειρὶ καὶ γλώσσῃ μιαιφονῶν θανάτῳ κατεδίκαζε τὸν μακάριον. Μετέβαινε δὲ πᾶν τὸ θέατρον ἐπὶ τὸν τόπον τοῦτον· καὶ ὅσον λειπόμενον ἦν τῶν οἰκητόρων, ἐκχυθὲν πρὸ τοῦ τείχους, ἑώρα τὸ μέγα ἐκεῖνο καὶ ἐναγώνιον θέαμα, τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν τῷ διαβόλῳ, καὶ φρβερὸν δαίμοσιν. Ἐκενώθη τῶν οἰκητόρων ἡ πόλις, ὥσπερ τινὸς ῥεύματος, τοῦ πλήθους ἀθρόως ἐπὶ τὸν τόπον τοῦτον μεταῤῥυέντος. Οὐ γυνὴ κατεδέξατο τῆς θέας ἀπολειφθῆναι, οὐκ ἀνὴρ ἀφανὴς ἢ ἐπίσημος.

Ἐξέλειπον τὰς φυλακὰς τῶν οἴκων οἱ φύλακες· ἄκλειστα μὲν ἦν τῶν ἐμπόρων τὰ ἐργαστήρια· διέῤῥιπτο δὲ κατὰ τὴν ἀγορὰν τὰ ὤνια· μία δὲ πάντων φυλακὴ καὶ ἀσφάλεια, τὸ πάντας ὁμοίως ὑπεξελθεῖν, καὶ μηδὲ κακοῦργον ἐναπομεῖναι τῇ πόλει. Κατέλειπον δοῦλοι δεσποτῶν θεραπείας· καὶ ὅσον ξένον τοῦ δήμου, καὶ ὅσον ἐγχώριον, ὧδε παρῆν πρὸς τὸν ἄνδρα. Τότε καὶ παρθένος ὄψεως ἀῤῥένων κατατολμήσασα, καὶ πρεσβύτης καὶ ἄῤῥωστος τὴν ἀσθένειαν βιασάμενοι, ἔξω τοῦ τείχους ἦσαν. Ἤδη δὲ ὁρμῶντα πρὸς τὴν διὰ τοῦ θανάτου ζωὴν τὸν μακάριον περιστάντες οἱ ἐπιτήδειοι, περιεπτύσσοντο, ποτνιώμενοι καὶ τὰ τελευταῖα κατασπαζόμενοι· καὶ θερμὸν ἐπ᾽ αὐτῷ δάκρυον ἀφιέντες, ἱκέτευον μὴ παραδοῦναι ἑαυτὸν τῷ πυρὶ, μὴ παραναλῶσαι ἑαυτοῦ τὴν νεότητα, μὴ καταλιπεῖν τὸν γλυκὺν τοῦτον ἥλιον. Ἄλλοι δὲ συμβουλαῖς πιθαναῖς ἐπειρῶντο παραλογίζεσθαι· Ῥήματι μόνῳ εἰπὲ τὴν ἄρνησιν, ψυχῇ δὲ ἔχε τὴν πίστιν ὡς ἂν ἐθέλῃς. Πάντως οὐχὶ τῇ γλώσσῃ προσέχει Θεὸς, ἀλλὰ τῇ διανοίᾳ τοῦ φθεγγομένου. Οὕτω γὰρ ὑπάρξει σοι καὶ τὸν κριτὴν ἐκμειλίξασθαι, καὶ τὸν Θεὸν ἐξιλεώσασθαι.

Ὁ δὲ ἄκαμπτος ἦν, καὶ ἀδάμαστος, καὶ πάσῃ προσβολῇ πειρατηρίων ἄτρωτος. Εἰκάσαις ἂν αὐτοῦ τῆς διανοίας τὸ ἄσειστον τῇ οἰκίᾳ τοῦ φρονίμου, ἣν οὔτε ἀνέμων ἀφόρητοι βίαι, οὔτε λάβρον ὕδωρ ἐκ νεφῶν καταῤῥηγνύμενον, οὔτε χαράδραι περιῤῥηγνύμεναι, διὰ τὴν ἐκ τῆς πέτρας ἀσφάλειαν, διασαλεῦσαι δύνανται. Τοιοῦτος ἦν ὁ ἀνὴρ, ἀσάλευτον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διασώζων.

Βλέπων τοῖς πνευματικοῖς ὀφθαλμοῖς περιτρέχοντα τὸν διάβολον, καὶ τὸν μὲν κινοῦντα πρὸς δάκρυον, τῷ δὲ συνεργοῦντα πρὸς πιθανότητα· τοῖς μὲν κλαίουσιν εἶπε τὸ τοῦ Κυρίου ῥῆμα· Μὴ κλαίετε ἐπ᾽ ἐμοί· ἀλλὰ κλαύσατε ἐπὶ τοὺς θεομάχους, τοὺς τὰ τοιαῦτα τολμῶντας κατὰ τῶν εὐσεβούντων, τοὺς διὰ τῆς φλογὸς ταύτης, ἣν καθ᾽ ἡμῶν καίουσιν, ἑαυτοῖς τῆς γεέννης τὸ πῦρ θησαυρίζοντας. Παύσασθε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν.

Ἐγὼ γὰρ οὐ μόνον ἅπαξ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ, ἀλλὰ καὶ μυριάκις, ἐὰν οἷόν τε ᾖ. Τοῖς δὲ τὴν διὰ τῆς γλώσσης ἄρνησιν συμβουλεύουσι τοσοῦτον ἀπεκρίνατο, ὅτι οὐκ ἀνέχεται ἡ γλῶσσα κτισθεῖσα παρὰ Χριστοῦ φθέγξασθαί τι κατὰ τοῦ κτίσαντος. Καρδία γὰρ πιστεύομεν εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογοῦμεν εἰς σωτηρίαν. Μὴ γὰρ ἀπεγνωσμένον ἐστὶ πρὸς σωτηρίαν τὸ στρατιωτικὸν τάγμα; μὴ γὰρ οὐδεὶς ἑκατόνταρχος εὐσεβής; Μέμνημαι τοῦ πρώτου ἑκατοντάρχου, ὃς, παρεστὼς τῷ σταυρῷ τοῦ Χριστοῦ, ἐκ τῶν θαυμάτων τὴν δύναμιν ἐπιγνοὺς, ἔτι θερμοῦ τοῦ τολμήματος ὄντος τῶν Ἰουδαίων, οὐκ ἐφοβήθη τὸν θυμὸν αὐτῶν, οὐδὲ μὴν ὑπεστάλη ἀναγγεῖλαι τὴν ἀλήθειαν, ἀλλ᾽ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο, ὅτι ἀληθῶς Θεοῦ Υἱὸς ἦν. Οἶδα καὶ ἄλλον ἑκατόνταρχον, ἐν σαρκὶ ἔτι τὸν Κύριον ἐπιγνόντα, ὅτι Θεός ἐστι καὶ βασιλεὺς τῶν δυνάμεων, καὶ προστάγματι μόνῳ διὰ τῶν λειτουργικῶν πνευμάτων ἱκανὸς ἐξαποστέλλειν τὰς βοηθείας τοῖς δεομένοις· οὗ καὶ τὴν πίστιν ὁ Κύριος μείζονα εἶναι παντὸς τοῦ Ἰσραὴλ ἀπεφήνατο. Κορνήλιος δὲ οὐχ, ἑκατόνταρχος ὢν, τῆς ὀπτασίας ἠξιώθη τῆς τοῦ ἀγγέλου, καὶ τὸ τελευταῖον διὰ τοῦ Πέτρου τῆς σωτηρίας ἔτυχεν; Αἱ γὰρ ἐλεημοσύναι αὐτοῦ καὶ αἱ δεήσεις εἰσηκούσθησαν παρὰ τῷ Θεῷ. Ἐκείνων εἶναι βούλομαι μαθητής. Πῶς οὖν ἀρνήσομαι τὸν Θεόν μου, ὃν ἐκ παιδὸς προσεκύνησα;

Οὐχὶ δὲ φρίξει ὁ οὐρανὸς ἄνωθεν; οὐ συσκοτάσει δὲ ἐπ᾽ ἐμοὶ τὰ ἄστρα, ἡ γῆ δέ με ὑποστήσεται ὅλως; Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ἐκ τοῦ στόματος ἡμᾶς τοῦ ἡμετέρου κρίνει, ἐκ τῶν λόγων δικαιοῖ, καὶ ἐκ τῶν λόγων καταδικάζει. Οὐκ ἀνέγνωτε τὴν φοβερὰν ἀπειλὴν τοῦ Κυρίου; ὅτι Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς;

Ἀντὶ τίνος δέ με καὶ ταῦτα σοφίζεσθαι συμβουλεύετε; Ἵνα τι ἐμαυτῷ ἐκ τῆς τοιαύτης καταπράξωμαι τέχνης; ἵνα μικρὰς ἡμέρας κερδήσω; Ἀλλ᾽ αἰῶνα ὅλον ζημιωθήσομαι. Ἵνα φύγω τῆς σαρκὸς τὰ ἐπίπονα; Ἀλλ᾽ οὐκ ὄψομαι τὰ ἀγαθὰ τῶν δικαίων.