Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)

Μέγας Βασίλειος

Προετοιμασία για τη Θεία Μετάληψη

Οι ευχές της κλάσεως του άρτου, η απαγγελία της Κυριακής Προσευχής, οι ευχές της κεφαλοκλισίας και η εκτενής συγχωρητική ευχή προς προετοιμασία των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 6

Ὁ λαὸς λέγει· Ὥσπερ ἦν. Ὁ διάκονος λέγει· Κατέλθετε, οἱ διάκονοι. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.

Προοίμιον τῆς κλάσεως. Καὶ πάλιν εὐχαριστήσωμεν τῷ παντοκράτορι Θεῷ τῷ Πατρὶ Κυρίου δὲ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι νῦν κατηξίωσεν ἡμᾶς στῆναι ἐν τῷ ἁγίῳ τόπῳ, καὶ ἐπᾶραι χεῖρας, καὶ λειτουργῆσαι τῷ ἁγίῳ αὐτοῦ ὀνόματι. Αὐτὸν οὖν παρακαλέσωμεν, ὅπως καταξιώσῃ ἡμᾶς τῆς κοινωνίας καὶ μεταλήψεως τῶν ἁγίων αὐτοῦ μυστηρίων, τοῦ ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ αὐτοῦ, ὁ παντοκράτωρ Κύριος καὶ Θεὸς ἡμῶν.

Ὁ διάκονος λέγει· Προσεύξασθε. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Εὐχὴ τῆς κλάσεως, τοῦ ἁγίου Βασιλείου. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, σὺ ἡμᾶς δίδαξον εὐχαριστεῖν ἀξίως τῶν εὐεργεσιῶν σου, ὧν ἐποίησας καὶ ποιεῖς ἀεὶ μεθ᾽ ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ προσδεξάμενος τὰ δῶρα ταῦτα· καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δίδαξον ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν ὑποδεχόμενοι τὴν μερίδα τῶν ἁγιασμάτων σου, ἑνωθῶμεν τῷ ἁγίῳ σώματι καὶ αἵματι τοῦ Χριστοῦ σου, ὑποδεξάμενοι ταῦτα ἀξίως. Σχῶμεν τὸν Χριστὸν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, καὶ γενώμεθα ναὸς τοῦ ἁγίου σου Πνεύματος. Ναὶ, ὁ Θεὸς ἡμῶν, καὶ μηδένα ἡμῶν ἔνοχον ποιήσῃς τῶν φρικτῶν σου τούτων μυστηρίων· μηδὲ ἀσθενεῖ ψυχῇ καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν. Ἀλλὰ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἀξίως ὑποδέχεσθαι τὴν ἐλπίδα τῶν ἁγιασμάτων σου, εἰς ἐφόδιον ζωῆς αἰωνίου, εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ σου, ὅπου ἂν καὶ ἡμεῖς μετὰ ἁγίων τῶν ἀπ᾽ αἰῶνός σοι εὐαρεστησάντων γενώμεθα μέτοχοι τῶν αἰωνίων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε. Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως τολμᾷν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν, κ.τ.λ.

Εὐχὴ ἄλλη τῆς κλάσεως. Δέσποτα Κύριε, παντοκράτωρ ὁ Θεὸς, ὁ μέγας, ὁ αἰώνιος καὶ θαυμαστὸς ἐν δόξῃ· ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ δοὺς ἡμῖν λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ ζωὴ τῶν ἁπάντων, ἡ βοήθεια τῶν πρὸς σὲ καταφευγόντων, καὶ ἐλπὶς τῶν ἐπικαλουμένων σε· ᾧ παραστήκουσι χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, χερουβὶμ καὶ σεραφὶμ, καὶ πᾶσα τῶν οὐρανίων δυνάμεων πληθύς. Ὁ ἁγιάσας τὰ προκείμενα δῶρα ταῦτα διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος· καθάρισον ἡμᾶς ἀπὸ τῶν κρυφίων καὶ φανερῶν ἡμῶν ἁμαρτημάτων· καὶ πᾶν διανόημα ἀπαρέσκον τῇ ἀγαθότητί σου μακρὰν ἀπόστησον ἀφ᾽ ἡμῶν. Ἁγίασον ἡμῶν τὰς ψυχὰς, τὰ σώματα, καὶ τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως ἐν καθαρᾷ καρδίᾳ, ψυχῇ πεφωτισμένῃ, τολμῶμεν μετὰ παῤῤησίας ἄτερ φόβου ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν.

Εὐχὴ ἄλλη τῆς κλάσεως. Τῆς υἱοθεσίας τὴν χάριν ἡμῖν παρασχόμενος διὰ λουτροῦ παλιγγενεσίας παὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, καὶ τὰ νῦν ἀξίωσον ἡμᾶς ἀνυποκρίτως, καθαρᾷ καρδίᾳ, συνειδότι πεπαῤῥησιασμένῳ, καὶ χείλεσιν ἀδιαπτώτοις ἐπικαλεῖσθαί σε, Ἀββὰ ὁ Πατὴρ, ἵνα, τῆς ἐθνικῆς βαττολογίας καὶ Ἰουδαϊκῆς ἀπονοίας τὸ μάταιον ἀποθέμενοι, ταπεινῇ, καὶ Χριστιανοῖς εὐπρεπῶς, ἐν φωνῇ, τῆς προσευχῆς ἀναφέρειν σοι τὴν ἱκετηρίαν, κατὰ τὴν σωτηριώδη τοῦ μονογενοῦς σου Υἱοῦ νομοθεσίαν ἰσχύσωμεν· καὶ ἁγιασμῷ ψυχῆς, σώματός τε καὶ πνεύματος, τὸν ἄκτιστόν τε καὶ ἄναρχον καὶ ἀτελεύτητον τολμῶμεν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων Δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν.

Ὁ λαὸς λέγει τὸ Πάτερ ἡμῶν· καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει· Ναὶ, Πάτερ ἀγαθὲ καὶ φιλάγαθε, μὴ εἰσενέγκῃς ἡμᾶς εἰς τὸν πειρασμὸν, μηδὲ κατακυριευσάτω ἡμῶν πᾶσα ἀνομία· ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν ἀπρεπῶν ἔργων, καὶ διανοημάτων, κινήσεών τε καὶ βλεμμάτων, καὶ ἁφῶν, καὶ τὸν μὲν πειραστὴν ἄπρακτον ἀποδίωξον· ἐπιτίμησον δὲ καὶ τοῖς ἐμφύτοις καὶ σωματικοῖς ἐν ἡμῖν κινήμασι· καὶ τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμὰς καθολκάς τε ὁλικῶς ἀφ᾽ ἡμῶν ἀναχαίτισον, διὰ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ, κ.τ.λ.

Ὁ διάκονος· Τὰς κεφαλὰς ὑμῶν.

Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ Θεὸς, οὕτως ἀγαπήσας ἡμᾶς, καὶ χαρισάμενος ἡμῖν τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἵνα τέκνα Θεοῦ κληθῶμεν καὶ ἐσμὲν [sic], κληρονόμοι μέν σου τοῦ Πατρὸς, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ σου. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν τῶν ἐπικλινάντων σοι τὰς ἑαυτῶν κεφαλάς· καὶ ἅγνισον ἡμῶν τὸν ἔσω ἄνθρωπον, καθὼς ἁγνός ἐστιν ὁ μονογενής σου Υἱὸς, ὃν μέλλομεν ὑποδέξασθαι. Καὶ φευγέτω μὲν πορνεία καὶ ἀκάθαρτος λογισμὸς διὰ τὸν ἐκ Παρθένου γεννηθέντα Θεόν· τῦφος δὲ καὶ ἀρχαῖον κακὸν ὑπερηφανεία, τὸν δι᾽ ἡμᾶς ἑαυτὸν ταπεινώσαντα· δειλία, τὸν παθόντα σαρκὶ, καὶ τὸ τοῦ σταυροῦ στήσαντα τρόπαιον· κενοδοξία, τὸν ῥαπισθέντα καὶ μαστιχθέντα, καὶ μὴ ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· φθόνος, καὶ φόνος, καὶ διχοστασία, καὶ μῖσος, τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· ὀργὴ καὶ μνησικακία, τὸν προσηλώσαντα τῷ σταυρῷ τὸ τῶν ὀφλημάτων χειρόγραφον· δαίμονες καὶ διάβολος, τὸν τὰς πονηρὰς ἀρχὰς θριαμβεύσαντα, καὶ τὰς τοῦ σκότους ἐξουσίας ἀπεκδυσάμενον.

Ἅπαν τὸ γεῶδες φρόνημα, τὸν ἀναληφθέντα εἰς οὐρανούς· ἵνα οὕτω καθαρῶς τοῦ καθαρωτάτου μυστηρίου μετασχῶμεν, καὶ ἁγιασθῶμεν ὁλοτελεῖ ψυχῇ, σώματι καὶ πνεύματι σύσσωμοι, καὶ συμμέτοχοι, καὶ σύμμορφοι γενόμενοι τοῦ Χριστοῦ σου· καὶ πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως, καὶ τὰ χείλη ἡμῶν ἀγαλλιάσεως, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου τοῦ Πατρὸς, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ προόντος, δι᾽ οὗ καὶ μεθ᾽ οὗ, κ.τ.λ.

Ἄλλη μετὰ τὸ Πάτερ ἡμῶν, εἰς τὸν ἅγιον Βασίλειον. Ὅτι σού ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, κ.τ.λ. Ὁ διάκονος λέγει· Τὰς κεφαλὰς ὑμῶν τῷ Θεῷ κλίνατε.

Εὐχὴ τῆς κεφαλοκλισίας. Δέσποτα Κύριε, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλὰς εὐλόγησον, ἁγίασον, φρούρησον, ὀχύρωσον, ἐνδυνάμωσον. Ἀπὸ παντὸς ἔργου πονηροῦ ἀπόστησον, παντὶ δὲ ἔργῳ ἀγαθῷ σύναψον, καὶ καταξίωσον ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων τούτων καὶ ζωοποιῶν μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς Πνεύματος ἁγίου κοινωνίαν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ, κ.τ.λ.

Ἄλλη παρ᾽ Αἰγυπτίοις ἀπὸ τῶν προηγιασμένων τοῦ ἀποστόλου Μάρκου μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. Τελειωθέντα τῆς εὐεργεσίας τὰ χαρίσματα, ἅτινά ἐστι φοβερὰ καὶ ὑπερευλογημένα μυστήρια τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὰ σωτηριώδη αὐτοῦ παθήματα ὡμολογήσαμεν, τὸν ζωοποιὸν αὐτοῦ θάνατον ἐκηρύξαμεν, τὴν ἁγίαν τριήμερον αὐτοῦ ἐκ νεκρῶν ἀνάστασιν ἐπιστεύσαμεν. Τὸ μυστήριον τετέλεσται.

Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ, ὅτι τὸ ἔλεός σου μέγα ἐφ᾽ ἡμᾶς, καὶ κατηρτίσω ἡμῖν εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Ἱκετεύομεν καὶ παρακαλοῦμεν τὴν σὴν ἀγαθότητα, φιλάνθρωπε, ἵνα ἁγνίσῃς ἡμᾶς πάντας τοὺς προσπίπτοντάς σοι, καὶ ἑνώσῃς σαυτῷ διὰ τῆς μεταλήψεως τῶν θείων σου μυστηρίων. Γενώμεθα πεπληρωμένοι τοῦ ἁγίου σοῦ Πνεύματος, καὶ ἐστηριγμένοι ἐν τῇ σῇ εὐθείᾳ πίστει. Πλησθησώμεθα ἐν ἐπιποθήσει τῆς σῆς ἀγαπήσεως ἀληθοῦς, καὶ δοξολογοῦντές σε πάντοτε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ, κ.τ.λ.

Ὁ διάκονος λέγει· Προσχῶμεν Θεῷ μετὰ φόβου. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν. Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκράτωρ, ὁ ἰώμενος ἡμῶν τὰς ψυχὰς, καὶ τὰ σώματα, καὶ τὰ πνεύματα. Σὺ, ὁ ἐντειλάμενος Πέτρῳ τῷ κορυφαίῳ τῶν ἁγίων σου μαθητῶν καὶ ἀποστόλων, ἐκ τοῦ στόματος τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος αὐτῷ, «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» Ἐσόμεθα τοίνυν καὶ ἡμεῖς οἱ δοῦλοί σου, πατέρες μου καὶ ἀδελφοὶ, ἱερεῖς καὶ λευῗται, καὶ πᾶς ὁ λαός σου ὁ πιστὸς, ὁ προσπίπτων ἐνώπιον τῆς ἁγίας σου δόξης ἐν τῇ ἁγίᾳ ὥρᾳ ταύτῃ, καὶ βαστάζων τὸν τίμιόν σου σταυρὸν, ἐσμὲν πάντες λελυμένοι καὶ ἐλεύθεροι ἐκ τοῦ ἐμοῦ στόματος τοῦ ἁμαρτωλοῦ, διὰ τοῦ παναγίου σου Πνεύματος, τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου.

Θεὲ, διὰ τὸν Υἱόν σου τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενον, ἄρξαι τῆς ὑποδοχῆς τῆς μετανοίας τῶν δούλων σοῦ ἐξ αὐτῶν, εἰς φῶς τῆς ἐπιγνώσεως, εἰς ἱλασμὸν ἁμαρτιῶν· ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· σὺ γὰρ εἶ Κύριος, Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας. Καὶ εἴ τί σοι ἡμάρτομεν εἴτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἄνες, ἄφες, συγχώρησον ἡμῖν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. «Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν·» ὅτι σὺ εἶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὁ φωτισμὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὁ Θεὸς, πάντας ἡμᾶς ἐλευθέρωσον, καὶ ἅπαντα τὸν λαόν σου ἐλευθέρωσον ἀπὸ πάσης ἁμαρτίας, ἀπαρνήσεως πάσης καὶ βλασφημίας, ἀπὸ πάσης ἀρᾶς καὶ κατάρας, μαγείας, φαρμακείας, εἰδωλολατρείας ἐπιόρκου, καὶ ἐπιορκίας· ἀπὸ ἀναθέματος καὶ καταθέματος, ἀπὸ χωρισμοῦ γενομένου, ἀπὸ βέλους πετομένου, ἀπὸ στεναγμοῦ δικαίων τε καὶ ἀδίκων, ἀπὸ πάσης ἀπαντήσεως αἱρετικῶν καὶ ἐθνικῶν. Χάρισαι ἡμῖν, Δέσποτα, νοῦν καὶ σύνεσιν, καὶ δύναμιν τοῦ φυγεῖν ἕως τέλους ἀπὸ παντὸς ἔργου πονηροῦ τοῦ ἀντικειμένου, καὶ δὸς ἡμῖν τὸ ποιεῖν τὴν σὴν εὐαρέστησιν. Γράψον τὰ ὀνόματα ἡμῶν μετὰ παντὸς χοροῦ τῶν ἁγίων σου ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ, κ.τ.λ.