Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ ὑπομονῆς καὶ κατανύξεως. Λόγος προτρεπτικός

Ἐφραίμ ὁ Σύρος

Η καλλιέργεια των αρετών και ο αγιασμός του σώματος

Παραινέσεις για την απόκτηση υπομονής, κατανύξεως και ταπεινώσεως, καθώς και για τον αυστηρό έλεγχο των αισθήσεων, προκειμένου το σώμα να διατηρηθεί καθαρό ως ναός του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἐπεὶ οὖν καὶ ἡ ὀλιγωρία βέλος τοῦ Ἐχθροῦ τυγχάνει, ἐν ᾧ πολλοὺς τρώσας κατέβαλε, λάβωμεν ἡμεῖς τρόπαιον κατὰ τῆς ὀλιγωρίας τὴν ὑπομονήν, πυκνότερον ἐπιλέγοντες ἑαυτοῖς τὸ γεγραμμένον· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὅπως ὑπὸ τοῦ λόγου στηριζομένη ἡ ψυχὴ εὐκόλως δυνηθῇ φέρειν τὰς ἐπιρριπτούσας αὐτῇ συνοχὰς ὑπὸ τοῦ ἀλλοτρίου, καὶ ὡς ἐπὶ βακτηρίαν ἐπαναπαυομένη ἢ ὡς ὑπὸ ὀχήματος ἀναβασταζομένη κουφισθῇ τοῦ καμάτου. Πυκνότερον οὖν τῆς λέξεως ταύτης μνημονεύσωμεν καὶ πρὸς ἑαυτοὺς καὶ ἀλλήλους καταλέγοντες· ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Πάνυ γὰρ ἡμῖν συμβάλλεται ὁ λόγος, εἴτε νηστεύομεν, εἴτε ἀγρυπνῶμεν, εἴτε προσευχόμεθα, εἴτε ἐργαζόμεθα, εἴτε τι ποιοῦμεν· διεγείρει γὰρ τὴν προθυμίαν πρὸς τελείωσιν τῆς ἐναρχομένης ἀρετῆς.

Ἀγωνίζου τοίνυν ὡς καιρὸν ἔχων, ἵνα καὶ ἐν ἰδίῳ καιρῷ θερίσῃς μὴ ἐκλυόμενος. Μὴ ἀγάπα τὸ μῖσος. Βδελύσσου τὸν φθόνον καὶ τὴν ἔριν καὶ τὴν κενοδοξίαν. Μίσει κακοήθειαν καὶ τὴν καταλαλιάν. Ἔτι γὰρ μικρὸν καὶ ὁ φθόνος καὶ ἡ πρὸς τὸν πλησίον ἔχθρα παρέρχεται· μετ᾽ ὀλίγον γὰρ διαχωριζόμεθα ἀπ᾽ ἀλλήλων. Καὶ ἵνα τί φθόνος βασιλεύει ἐν ἡμῖν, ἀδελφοί; Τί ὑψοῖς σεαυτόν, ὦ ἄνθρωπε, μετ᾽ ὀλίγον γῆ καὶ σποδὸς γινόμενος; Ἀγάπα τὴν κατάνυξιν, πόθει τὴν καρτερίαν. Ἀγάπα τὴν ἐγκράτειαν, ἵνα σε ῥύσηται πολλῶν πειρασμῶν καὶ φροντίδων ματαίων. Δάκρυσον προσευχόμενος, ἵνα εὕρῃς ἀνάπαυσιν ὅπου μέλλῃς ἀπελθεῖν. Ἐπιμελοῦ τοῦ ἔργου σου ὡς σοφὸς καὶ συνετός· ἡ γὰρ ἀναισχυντία καὶ ὁ γέλως οὐδέν σε ὠφελήσει ἐν ἡμέρᾳ θανάτου, ἀλλ᾽ οὐδὲ τὰ εὐτράπελα· ταῦτα γὰρ ἐν καρδίᾳ ἀφρόνων ἐνδελεχίζεται. Ἀλλ᾽ οὐδὲ ἡ ψευδὴς ὑπόκρισις, ἐὰν μὴ ἐκ καρδίας φοβηθῇς τὸν Κύριον. Ἀγάπα ταπείνωσιν ἐν καρδίᾳ ἀληθινῇ, καὶ εὑρήσεις χάριν παρὰ τοῦ παντοκράτορος Θεοῦ, ὧδε καὶ ἐν τῷ μέλλοντι.

Ἐὰν δὲ ὑψοῖς σεαυτόν, ὡς φύλλον ὑπὸ ἀνέμου ἐπὶ δένδρον σαλευθήσῃ εὐχερῶς· τὰ γὰρ ἡδέα τοῦ βίου ὡς σκιὰ παρατρέχει. Μὴ ἴσθι πικρίας οἶκος, ἵνα μή σε λυμανῇ ὁ ἰὸς αὐτῆς, πλὴν καὶ μεταδίδως τῷ πλησίον τοῦ ἰοῦ τῆς πικρίας. Μὴ αἰσχυνθῇς φυλάξαι εὐλάβειαν ἐν ταπεινῇ καρδίᾳ· οἱ γὰρ διαστρέφοντές σε οὐ μή σε ὠφελήσουσιν ἐν ἡμέρᾳ ἀνάγκης. Τὸν Θεὸν φοβοῦ ἐν ὅλῃ ἰσχύϊ σου, καὶ αὐτός σε σοφίσει τὸ πῶς σε δεῖ σωθῆναι. Ἔχε δὲ ταπείνωσιν καὶ πρᾳότητα, καὶ ἐπελεύσεται ἐπὶ σὲ ἡ χάρις τοῦ φόβου Κυρίου.

Οὐδὲν ἔχει ὁ μολυσμὸς τῆς σαρκός, εἰ μὴ τὴν κατάγνωσιν καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ ἁγιασμὸς καὶ ἐν τῷ αἰῶνι τούτῳ ἔπαινον καὶ καύχημα, καὶ ἐν τῷ μέλλοντι στέφανον ἀμάραντον. Τὸ σῶμά σου, ἀδελφέ, ναός ἐστι τοῦ Ἁγίου Πνεύματος τοῦ ἐν σοὶ οἰκοῦντος. Ἐπιμελοῦ οὖν τοῦ ναοῦ, ἵνα μὴ λυπήσῃς τὸν ἐνοικοῦντα ἐν αὐτῷ. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· κἀγὼ ἐβουλόμην φυλάξαι ἐμαυτὸν τοῦ μολυσμοῦ, καὶ τί ποιήσω, ὅτι οὐ περιγίνομαι; Ὁμοῖόν ἐστι τοῦτο τῷ βουλομένῳ τῶν πολεμίων ἐπικρατεῖν ἄτερ μάχης καὶ πόνου· ὅπουγε καὶ ἡμεῖς καθ᾽ ἑαυτῶν ἐπιδιδόαμεν βέλη τοῖς καθ᾽ ἡμᾶς πολεμοῦσιν. Ὅταν γὰρ νωθρῶς καὶ ἀφυλάκτως διακείμεθα πρὸς τὴν ἀσφάλειαν τῶν θυρίδων τῆς ψυχῆς, οὐχὶ ἐπίβουλοί ἐσμεν τῆς ἑαυτῶν σωτηρίας, δίοδον παρέχοντες τοῖς ὑπεναντίοις; Ὅταν γὰρ τοῖς ἑαυτῶν ὀφθαλμοῖς ἀδεῶς κεχρήμεθα, κατανοοῦντες ἃ μὴ δεῖ, ὅπου οὐδὲ τὸ ἑαυτοῦ σῶμα προσήκει ἀδεῶς κατανοεῖν τὸν ἐν ἀρετῇ ἐξεταζόμενον; Διὰ τοῦτο ἑαυτοῖς προξενοῦμεν τὰς βλάβας. Ὅταν πάλιν τὴν ἑαυτῶν ἀκοὴν κλίναντες πρὸς μοχθηρὰς ἀκοὰς καὶ ᾄσματα πορνικά, οὐχὶ ἑαυτοῖς προξενοῦμεν τὰς ζημίας;

Ὁμοίως καὶ τὸ στόμα ἑαυτῶν μολύνοντες ἐν καταλαλιαῖς καὶ αἰσχρολογίαις, οὐ χαλινοῦντες τὴν ἑαυτῶν γλῶσσαν, ἀλλὰ καθὼς γέγραπται· ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης· τὴν ὄσφρησιν μύροις καὶ ἀρώμασι καταπλήττοντες, τὰς χεῖρας ἀτάκτως ἐπιβάλλοντες πρὸς τὰ μὴ καθήκοντα, τοὺς πόδας ἐπιρρίπτοντες εἰς ὁδὸν οὐκ εὐθεῖαν. Καὶ ταῦτα οὕτω διαπράττοντες, πῶς δυνησόμεθα δραχμὴν σωφροσύνης ἀνῦσαι τῷ Κυρίῳ, ἀλλ᾽ οὐδὲ τὸ πρόσωπον τῆς γῆς ὁμαλίσαντες δι᾽ ἐγκρατείας καὶ γενναίων πόνων;

Πῶς δὲ δυνατὸν κωλύειν τὸν καπνὸν τοῦ μὴ εἰσβάλλειν ἔνδον, τῶν θυρίδων ἀνεῳγμένων οὐσῶν, τοῦ ἐξ ἐναντίας ἀδιαλείπτως πῦρ ὑποκαίοντος; Ἐὰν παραιτῇ τὸν καπνόν, ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ μελανωθῇ σου ὁ οἶκος διὰ τῶν αἰσθήσεων. Ἐν χειμερινῇ ὥρᾳ ἀσφαλίζου τὰς θυρίδας, ἵνα μὴ ὑπὸ τοῦ ψύχους παραβλαβῇ σου τὸ σῶμα· περὶ δὲ τὴν τῆς ψυχῆς ὠφέλειαν, πῶς νωθρῶς διακείμεθα; Λόγον δεῖ ἡμᾶς δοῦναι τῷ ἐτάζοντι καρδίας, πῶς διεφυλάξαμεν ὃν ἐνεπιστεύθημεν ναόν. Τοῦ ἐκ πηλοῦ καὶ λίθων καὶ ξύλων δημιουργηθέντος οἴκου, ἔνθα τὸ σῶμα θάλπεται, ἐπιμελούμεθα σπουδαίως, τοῦ δὲ κρείττονος καταμελοῦμεν. Μεγάλη οὖν αἰσχύνη ἔσται τότε καὶ κρίσις ἀπότομος τῷ καταφθείραντι τὸν ναὸν τοῦ Κυρίου, ἐὰν μὴ διὰ μετανοίας ἔτυχεν ἀφέσεως καὶ διὰ ἰδίων δακρύων τοὺς σπίλους ἀπέπλυνε.