Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ὑπομνηστικόν

Ἐφραίμ ὁ Σύρος

Νήψη, μελέτη του νόμου και αυτοεξέταση

Οδηγίες για συνεχή πνευματική εγρήγορση, μελέτη του θείου νόμου, έλεγχο των λογισμών και αποφυγή της κατάκρισης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἀλλὰ νῆφε, καθὼς γέγραπται, ἐν τῷ νόμῳ Κυρίου μελετῶν ἡμέρας καὶ νυκτός, ἐπειδὴ ὁ Ἐχθρὸς οὐ παύεται πολεμῶν ἡμέρας καὶ νυκτός, μήπως εὕρῃ σου τὸν νοῦν σχολάζοντα ἀπὸ τῆς μελέτης τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐπισπείρῃ αὑτοῦ τὰ ζιζάνια, καὶ ποιήσῃ τὰ ἔσχατα χείρονα τῶν πρώτων, μὴ τῶν ἐπιγείων στερηθῇς καὶ τὰ οὐράνια ζημιωθῇς. Οὐδεὶς γὰρ τὴν χεῖρα ἐπιβαλὼν ἐπ᾽ ἄροτρον, καὶ εἰς τὰ ὀπίσω προσέχων, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐξελθὼν τοίνυν τοῦ κόσμου καὶ τῷ Χριστῷ ἀκολουθῶν, οὕτως τρέχε ἵνα καταλάβῃς. Μὴ ἐκκλίνῃς εἰς δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, τοὐτέστιν εἰς ἓν τῶν προγεγραμμένων παθῶν, ἵνα μὴ ἐμπεσὼν εἰς κρημνὸν ἁμαρτίας τῇ ψυχῇ ἀποθάνῃς· ἀλλ᾽ ὁδῷ βασιλικῇ τῶν ἐντολῶν τοῦ Θεοῦ τρέχων, ἐπὶ τὴν οὐράνιον βασιλείαν ὀρθοπόδησον· ἅμα δὲ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ εὐχόμενος, ἵνα κἀγὼ ὁ ἀνάξιος συμμέτοχος τῶν ἁγίων γενόμενος καταξιωθῶ σὺν ὑμῖν ἀπολαῦσαι τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ταῦτά σοι ἔγραψα, ἀγαπητέ μου, οὐχ ὅτι ἐγὼ ἐφυλαξάμην ἀπὸ τούτων, ἀλλ᾽ ἵνα αὐτὸς φυλαξάμενος τῷ Θεῷ εὐαρεστήσῃς· ὁ γὰρ Κύριος εἶπεν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει. Καὶ αὐτός, ἀγαπητέ, πιστεύω ὅτι μείζονα τῶν προγενεῶν σου ποιήσεις, ἐὰν καθὼς παρέλαβες φυλάξῃς. Μὴ οὖν γίνου κριτὴς ἀλλοτρίων πράξεων, ἀλλ᾽ αὐτὸς τὸν ἑαυτοῦ βίον καθ᾽ ἑκάστην ἀγωνίζου διορθοῦσθαι. Ἕκαστος γὰρ περὶ τῶν ἰδίων πράξεων ἔχομεν δοῦναι λόγον τῷ Θεῷ. Αὐτὸς οὖν καθ᾽ ἑκάστην διάκριναι τοὺς λογισμούς σου, καὶ λέγε ἐν ἑαυτῷ· Εὐλάβειαν ἔχω; Ἔχω κατάνυξιν;

Ἔχω ταπεινοφροσύνην; Καὶ τὰ λοιπὰ ὅσα ἀνωτέρω προεγράψαμεν. Πάλιν διακρίνου καὶ λέγε· ἐν ἑαυτῷ· Μὴ ἄρα ἀδιαφορῶ; Μὴ ἄρα ἀργολογῶ; Μὴ ἄρα ὀργίζομαι; Μή τι τῶν γηΐνων ἐπιθυμῶ; Καὶ οὕτως καθ᾽ ἑκάστην τῶν προγεγραμμένων διακρίνων, ἀποστυγῶν τὸ πονηρόν, κολλῶ τῷ ἀγαθῷ.