Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον

Γρηγόριος ὁ Ναζιανζηνός

Εξορία στους ασκητές της Αιγύπτου και η δοκιμασία της Εκκλησίας

Η καταφυγή στους μοναχούς της ερήμου, η δράση των αιρετικών μέσα από τις συνόδους της Σελεύκειας και της Κωνσταντινούπολης, και η υποχώρηση της εκκλησιαστικής ηγεσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 7

Τοῖς γὰρ ἱεροῖς καὶ θείοις τῶν κατ᾽ Αἴγυπτον φροντιστηρίοις φέρων ἑαυτὸν δίδωσιν· οἳ κόσμου χωρίζοντες ἑαυτοὺς, καὶ τὴν ἔρημον ἀσπαζόμενοι, ζῶσι Θεῷ, πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώματι· οἱ μὲν τὸν πάντη μοναδικόν τε καὶ ἄμικτον διαθλοῦντες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ, καὶ τοῦτο μόνον κόσμον εἰδότες, ὅσον ἐν τῇ ἐρημίᾳ γνωρίζουσιν· οἱ δὲ νόμον ἀγάπης τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμασιν, ὅσα ἐν μέσῳ περιφέρεται, στροβοῦντά τε καὶ στροβούμενα, καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ἀλλήλοις δὲ κόσμος ὄντες, καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες.

Τούτοις ὁμιλήσας ὁ μέγας Ἀθανάσιος, ὥσπερ τῶν ἄλλων ἁπάντων μεσίτης καὶ διαλλακτὴς ἦν, τὸν εἰρηνοποιήσαντα τῷ αἵματι τὰ διεστῶτα μιμούμενος· οὕτω καὶ τὸν ἐρημικὸν βίον τῷ κοινωνικῷ καταλλάττει· δεικνὺς, ὅτι ἔστι καὶ ἱερωσύνη φιλόσοφος, καὶ φιλοσοφία δεομένη μυσταγωγίας.

Κʹ. Οὕτω γὰρ ἀμφότερα συνηρμόσατο, καὶ εἰς ἓν ἤγαγε, καὶ πρᾶξιν ἡσύχιον, καὶ ἡσυχίαν ἔμπρακτον, ὥστε πεῖσαι τὸ μονάζειν ἐν τῇ εὐσταθείᾳ τοῦ τρόπου μᾶλλον, ἢ τῇ τοῦ σώματος ἀναχωρήσει χαρακτηρίζεσθαι. Καθ᾽ ὃ καὶ Δαβὶδ ὁ μέγας πρακτικώτατός τε ἦν ὁ αὐτὸς καὶ μονώτατος· εἴ τῳ τὸ, Καταμόνας εἰμὶ ἐγὼ, ἕως ἂν παρέλθω, μέγα πρὸς ἀπόδειξιν τοῦ λόγου καὶ ἀξιόπιστον.

Διὰ τοῦτο, τῶν ἄλλων ἀρετῇ κρατοῦντες, τῆς ἐκείνου διανοίας πλέον ἡττῶντο, ἢ ὅσον ἐκράτουν τῶν ἄλλων· καὶ ὀλίγα πρὸς ἱερωσύνης τελείωσιν συνεισφέροντες, πλείω πρὸς φιλοσοφίας συντέλειαν ἀντελάμβανον· καὶ τοῦτο ἦν νόμος αὐτοῖς, ὅ τι ἐκείνῳ ἐδόκει· καὶ τοῦτο ἀπώμοτον πάλιν, ὃ μὴ ἐδόκει, καὶ πλάκες Μωϋσέως αὐτοῖς τὰ ἐκείνου δόγματα, καὶ πλεῖον τὸ σέβας, ἢ παρὰ ἀνθρώπων τοῖς ἁγίοις ὀφείλεται. Οἵ γε καὶ ἡνίκα παρῆσάν τινες, ὥσπερ θῆρα, τὸν ἅγιον ἀνιχνεύοντες, ἐπειδὴ πανταχοῦ τοῦτον ἀναζητοῦντες οὐχ εὕρισκον, λόγου μὲν οὐδενὸς τοὺς πεμφθέντας ἠξίωσαν· προὔτεινον δὲ τοῖς ξίφεσι τοὺς αὐχένας, ὡς ὑπὲρ Χριστοῦ κινδυνεύοντες, καὶ τὸ παθεῖν τι τῶν ἀνηκέστων ὑπὲρ ἐκείνου μεγίστην μοῖραν εἰς φιλοσοφίαν νομίζοντες, καὶ πολὺ τῶν μακρῶν νηστειῶν, καὶ χαμευνιῶν, καὶ τῆς ἄλλης κακοπαθείας, ἣν ἐκεῖνοι τρυφῶσιν ἀεὶ, ἐνθεώτερόν τε καὶ ὑψηλότερον.

ΚΑʹ. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, καὶ τὸ τοῦ Σολομῶντος ἐπῄνει, καιρὸν εἶναι παντὶ πράγματι φιλοσοφήσαντος. Καὶ διὰ τοῦτο ἀπεκρύπτετο μικρὸν, ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφεύγων, ἵνα συναναφανῇ τῷ τῆς εἰρήνης ἥκοντι· ὅπερ οὖν καὶ γίνεται μικρὸν ὕστερον. Ὁ δὲ, κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν, κατατρέχει μὲν Αἴγυπτον, ληΐζεται δὲ Συρίαν τῷ κράτει τῆς ἀσεβείας· ἐπιλαμβάνεται δὲ καὶ τῆς ἑῴας ὅσον ἐδύνατο, τὸ ἀῤῥωστοῦν ἀεὶ προσλαμβάνων, ὥσπερ οἱ χείμαῤῥοι τὰ συῤῥέοντα, καὶ τοῖς κουφοτέροις, ἢ δειλοτέροις ἐπιφυόμενος. Οἰκειοῦται δὲ τὴν βασιλέως ἁπλότητα· οὕτω γὰρ ἐγὼ καλῶ τὴν κουφότητα, αἰδούμενος τὴν εὐλάβειαν. Καὶ γὰρ ἦν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ζῆλον μὲν ἔχων, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.

Ἐξωνεῖται δὲ τῶν ἐν τέλει τοὺς φιλοχρύσους μᾶλλον ἢ φιλοχρίστους (εὐπορία γὰρ ἦν αὐτῷ τὰ τῶν πενήτων, κακῶς δαπανώμενα), καὶ τούτων μάλιστα τοὺς γυναικώδεις τε καὶ ἐν ἀνδράσιν ἀνάνδρους, καὶ ἀμφιβόλους μὲν τὸ γένος, προδήλους δὲ τὴν ἀσέβειαν· οἷς οὐκ οἶδ᾽ ὅπως καὶ ὅθεν οἱ Ῥωμαίων βασιλεῖς, τὰ τῶν γυναικῶν πιστευομένοις, τὰ τῶν ἀνδρῶν ἐγχειρίζουσι. Καὶ ταῦτα ἴσχυσεν ὁ τοῦ πονηροῦ θεράπων, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος· χρώμενος μὲν ὅσα γλώσσῃ τῶν τότε λογίων ἐν ἐπισκόποις τῷ πρώτῳ (εἴ τῳ λόγιον φίλον καλεῖν τὸν οὐχ οὕτως ἀσεβῆ δογματιστὴν, ὅσον ἐχθρὸν καὶ φιλόνεικον· τὸ γὰρ ὄνομα ἑκὼν ὑπερβήσομαι)· αὐτὸς δὲ ἀντὶ χειρὸς ὢν τῷ συστήματι, καὶ παρασύρων τῷ χρυσῷ τὴν ἀλήθειαν, ὃν δι᾽ εὐσέβειαν συναγόμενον, ὄργανον ἀσεβείας οἱ πονηροὶ πεποίηνται.

ΚΒʹ. Ταύτης ἀποτέλεσμα τῆς δυναστείας, ἡ πρότερον μὲν τὴν τῆς ἁγίας καὶ καλλιπαρθένου Θέκλας Σελεύκειαν, μετὰ δὲ τοῦτο τὴν μεγαλόπολιν ταύτην καταλαβοῦσα σύνοδος, ἃς ἐπὶ τοῖς καλλίστοις τέως γνωριζομένας, ἐπὶ τοῖς αἰσχίστοις ὀνομαστὰς πεποίηκεν· εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε κἀκείνας! ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτο τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεεν. Τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν, καὶ τῆς Τριάδος συνήγορον καταλύσασα, τῷ βαλεῖν χάρακα, καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον· τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραμμένων μεσότητος· πρόφασιν μὲν αἰδοῖ τῆς Γραφῆς, καὶ τῆς τῶν ἐγκρίτων ὀνομάτων χρήσεως, τὸ δὲ ἀληθὲς, τὸν ἄγραφον Ἀρειανισμὸν ἀντεισάγουσα. Τὸ γὰρ, Ὅμοιον κατὰ τὰς Γραφὰς, τοῖς ἁπλουστέροις δέλεαρ ἦν τῷ τῆς ἀσεβείας χαλκῷ περικείμενον, ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁ κοινὸς τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα τὴν νεόγραφον κακουργίαν, καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν. Σοφοὶ γὰρ ἐγένοντο εἰς τὸ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν.

ΚΓʹ. Ἐντεῦθεν ἡ σοφιστικὴ τῶν αἱρετικῶν κατάκρισις, οὓς λόγῳ μὲν ἀπεκήρυξαν, ἵν᾽ ᾖ πιθανὸν αὐτοῖς τὸ ἐπιχείρημα, ἔργῳ δὲ προήγαγον εἰς τὸ ἔμπροσθεν· οὐδὲ ἀσέβειαν ἄμετρον, ἀλλὰ συγγραφὴν ἄπληστον ἐγκαλέσαντες. Ἐντεῦθεν οἱ βέβηλοι τῶν ὁσίων κριταὶ, καὶ ἡ καινὴ μίξις, ὄψις δημοσία, καὶ μυστικὰ προβλήματα, καὶ ἡ παράνομος τῶν βεβιωμένων ἐξέτασις, καὶ οἱ μισθούμενοι συκοφάνται, καὶ ἡ ἐπὶ ῥητοῖς κρίσις.

Καὶ οἱ μὲν ἐξωθούμενοι τῶν θρόνων ἀδίκως· οἱ δὲ ἀντεισαγόμενοι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτούμενοι, ὥσπερ τι ἄλλο τῶν ἀναγκαίων· καὶ τὸ μέλαν ἕτοιμον, καὶ ὁ συκοφάντης ἐγγύς. Ὃ δὴ καὶ ἡμῶν τῶν ἀηττήτων οἱ πλεῖστοι πεπόνθασι, διανοίᾳ μὲν οὐ πεσόντες, γράμματι δὲ παραχθέντες, καὶ εἰς ἓν ἐλθόντες τοῖς πονηροῖς κατ᾽ ἀμφότερα· καὶ τοῦ καπνοῦ γε, εἰ καὶ μὴ τοῦ πυρὸς μετασχόντες. Ὃ πολλάκις ἐδάκρυσα, ὁρῶν τὴν τότε χύσιν τῆς ἀσεβείας, καὶ τὸν νῦν ἐπαναστάντα διωγμὸν τῷ ὀρθῷ λόγῳ παρὰ τῶν προστατῶν τοῦ Λόγου.

ΚΔʹ. Τῷ ὄντι γὰρ, Ποιμένες ἠφρονεύσαντο, κατὰ τὸ γεγραμμένον, καὶ ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ᾔσχυναν μερίδα ἐπιθυμητὴν, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ λέγω, πολλοῖς ἱδρῶσι καὶ σφαγίοις συνειλεγμένην, τοῖς πρὸ Χριστοῦ τε καὶ μετὰ Χριστὸν, καὶ αὐτοῖς τοῖς μεγάλοις τοῦ Θεοῦ περὶ ἡμῶν πάθεσι. Πλὴν γὰρ ὀλίγων ἄγαν, καὶ τούτων ὅσοι διὰ σμικρότητα παρεῤῥίφησαν, ἢ διὰ ἀρετὴν ἀντέβησαν, οὓς ἔδει σπέρμα καὶ ῥίζαν ὑπολειφθῆναι τῷ Ἰσραὴλ, ἵνα ἀναθάλῃ πάλιν, καὶ ἀναβιώσῃ ταῖς ἐπιῤῥοίαις τοῦ Πνεύματος, πάντες τοῦ καιροῦ γεγόνασι, τοσοῦτον ἀλλήλων διενεγκόντες, ὅσον τοὺς μὲν πρότερον, τοὺς δὲ ὕστερον τοῦτο παθεῖν· καὶ τοὺς μὲν προαγωνιστὰς καὶ προστάτας γενέσθαι τῆς ἀσεβείας, τοὺς δὲ ταχθῆναι τὰ δεύτερα, ἢ φόβῳ κατασεισθέντας, ἢ χρείᾳ δουλωθέντας, ἢ κολακείᾳ δελεασθέντας, ἢ ἀγνοίᾳ κλαπέντας, τὸ μετριώτατον· εἴ τῳ καὶ τοῦτο αὔταρκες εἰς ἀπολογίαν τῶν λαοῦ προεστάναι πεπιστευμένων.

Ὥσπερ γὰρ οὐχ αἱ αὐταὶ λεόντων τε καὶ τῶν ἄλλων ζώων ὁρμαὶ, οὐδὲ ἀνδρῶν ἢ γυναικῶν, ἢ πρεσβυτέρων ἢ νεωτέρων, ἀλλ᾽ ἔστι καὶ ἡλικιῶν καὶ γενῶν οὐ μικρὸν τὸ διάφορον· οὕτως οὐδὲ ἀρχόντων ἢ ἀρχομένων. Τοῖς μὲν γὰρ τοῦ λαοῦ τάχα ἂν καὶ συγγινώσκοιμεν τοῦτο πάσχουσιν, οὓς σώζει πολλάκις τὸ ἀβασάνιστον· διδασκάλῳ δὲ πῶς τοῦτο δώσομεν, ὃς καὶ τὰς τῶν ἄλλων ἀγνοίας ἐπανορθοῖ, ἄνπερ ᾖ μὴ ψευδώνυμος; Πῶς γὰρ οὐκ ἄτοπον, Ῥωμαίων μὲν νόμον μηδενὶ ἀγνοεῖν ἐξεῖναι, μηδ᾽ ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀμαθέστατος, μηδὲ εἶναι νόμον τὸν βοηθοῦντα τοῖς πραττομένοις δι᾽ ἄγνοιαν· τοὺς δὲ τῆς σωτηρίας ἀγνοεῖν μυσταγωγοὺς τὰς τῆς σωτηρίας ἀρχὰς, κἂν τἄλλα τυγχάνωσι τῶν ἁπλουστέρων ὄντες, καὶ μὴ βαθεῖς τὴν διάνοιαν; Πλὴν ἔστω συγγνώμη τοῖς δι᾽ ἄγνοιαν κατακολουθήσασι. Τί δ᾽ ἂν εἴποις περὶ τῶν ἄλλων, ὅσοι καὶ ἀγχινοίας μεταποιούμενοι, δι᾽ ἃς εἶπον αἰτίας, τῶν κρατούντων ἡττήθησαν, καὶ τὴν τῆς εὐσεβείας σκηνὴν ἐπὶ πολὺ παίξαντες, ὡς ἐφάνη τί τῶν ἐλεγχόντων, καὶ κατηνέχθησαν;

ΚΕʹ. Ἔτι μὲν ἅπαξ τὸν οὐρανὸν καὶ τὴν γῆν σεισθήσεσθαι, τῆς Γραφῆς ἀκούω λεγούσης, ὡς δὴ τοῦτο παθόντων καὶ πρότερον· οὕτω δηλουμένης, οἶμαι, τῆς ἐπιφανοῦς τῶν πραγμάτων καινοτομίας. Καὶ τὸν τελευταῖον σεισμὸν Παύλῳ πιστευτέον λέγοντι, μὴ ἄλλον εἶναι ἢ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν τοῦδε τοῦ παντὸς μεταποίησιν καὶ μετάθεσιν εἰς τὸ ἀκίνητον καὶ ἀσάλευτον. Τὸν δὲ νῦν τοῦτον σεισμὸν οὐδενὸς ἐλάττω τῶν προγεγενημένων ὑπολαμβάνω· καθ᾽ ὃν κινεῖται μὲν ἀφ᾽ ἡμῶν ὅσον φιλόσοφον καὶ φιλόθεον, καὶ πρὸ καιροῦ τοῖς ἄνω πολιτευόμενον. Οἳ, κἂν τἄλλα ὦσιν εἰρηνικοί τε καὶ μέτριοι, τοῦτό γε οὐ φέρουσιν ἐπιεικεῖς εἶναι, Θεὸν προδιδόναι διὰ τῆς ἡσυχίας· ἀλλὰ καὶ λίαν εἰσὶν ἐνταῦθα πολεμικοί τε καὶ δύσμαχοι (τοιοῦτον γὰρ ἡ τοῦ ζήλου θερμότης), καὶ θᾶττον ἄν τι μὴ δέον παρακινήσαιεν, ἢ δέον παραλίποιεν. Συναποῤῥήγνυται δὲ καὶ τῶν λαῶν οὐκ ἐλάχιστον, ὥσπερ ἐν ὀρνίθων ἀγέλῃ, τοῖς προαναπτᾶσι συναναπτᾷν, καὶ οὐδὲ νῦν ἔτι λήγει συνανιπτάμενον.