Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον

Γρηγόριος ὁ Ναζιανζηνός

Νέοι διωγμοί και η θεολογική ειρήνευση της Εκκλησίας

Ο διωγμός υπό τον Ιουλιανό, η επιστροφή του αγίου, η έγγραφη ομολογία της πίστεως και η καθοριστική παρέμβασή του στη διευθέτηση της ορολογικής διαμάχης για το τριαδικό δόγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 7

ΛΒʹ. Ἀλλ᾽ οὐ γὰρ ἔμελλε ταῦτα οἴσειν ὁ φθόνος, οὐδὲ τὴν Ἐκκλησίαν ὁρῶν ἀνέξεσθαι πάλιν ἐπὶ τῆς αὐτῆς δόξης, καὶ τῆς παλαιᾶς ὑγιείας, τάχιστα τοῦ διεστῶτος συνουλωθέντος, ὥσπερ ἐν σώματι. Διὰ τοῦτο ἐπανίστησιν αὐτῷ τὸν συναποστάτην ἑαυτῷ βασιλέα, καὶ τὴν κακίαν ὁμότιμον, χρόνῳ μόνῳ λειπόμενον· ὃς πρῶτος Χριστιανῶν βασιλέων κατὰ Χριστοῦ μανεὶς, καὶ ὃν ὤδινε πόῤῥωθεν ἐν ἑαυτῷ βασιλίσκον τῆς ἀσεβείας ἀναῤῥήξας ἀθρόως, ἐπειδὴ καιρὸν ἔλαβεν, ὁμοῦ τε αὐτοκράτωρ ἀναδείκνυται, καὶ κακὸς μὲν περὶ τὸν πιστεύσαντα βασιλέα τὰ βασίλεια γίνεται, κακίων δὲ περὶ τὸν σεσωκότα Θεόν· καὶ διωγμὸν ἐννοεῖ τῶν πώποτε γενομένων ἀπανθρωπότατον, ὅσῳ τὸ πιθανὸν τῇ τυραννίδι μίξας (ἐφθόνει γὰρ τοῖς πάσχουσι καὶ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς), ἀμφίβολον ἐποίει καὶ τὸ τῆς ἀνδρείας φιλότιμον· τὰς ἐν τοῖς λόγοις στροφὰς καὶ πλοκὰς ἐπὶ τὸν τρόπον μετενεγκὼν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἀπὸ τοῦ τρόπου, καὶ περὶ ἐκεῖνα σπουδάσας, καὶ τὸν ἔνοικον αὐτῷ πονηρὸν τῆς πολυτεχνίας μιμούμενος. Οὗτος μικρὸν μὲν ἔργον ἐνόμισεν εἶναι τὸ πᾶν τῶν Χριστιανῶν παραστήσασθαι γένος· μέγα δὲ τὸ Ἀθανασίου κρατῆσαι, καὶ τῆς ἐκείνου περὶ τὸν λόγον ἡμῶν δυνάμεως.

Καὶ γὰρ ἑώρα μηδὲν ὂν αὐτῷ πλέον τῆς καθ᾽ ἡμῶν ἐπινοίας, διὰ τὴν τοῦ ἀνδρὸς ἀντιπαράταξιν καὶ ἀντίθεσιν· ἀεὶ τοῦ κενουμένου Χριστιανῶν ἀναπληρουμένου, διὰ τῆς Ἑλληνικῆς προσθήκης, καὶ τῆς ἐκείνου συνέσεως, ὃ καὶ παράδοξον. Ταῦτ᾽ οὖν ἐννοῶν, καὶ ὁρῶν ὁ δεινὸς ἐκεῖνος παραλογιστὴς καὶ διώκτης, οὐδὲ ἐπὶ τοῦ πλάσματος ἔτι μένει καὶ τῆς σοφιστικῆς ἀνελευθερίας· ἀλλὰ τὴν πονηρίαν γυμνώσας, φανερῶς ὑπερορίζει τὸν ἄνδρα τῆς πόλεως. Ἔδει γὰρ τρισὶ παλαίσμασι τὸν γεννάδαν νικήσαντα, τελείας τυχεῖν καὶ τῆς ἀναῤῥήσεως.

ΛΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει· καὶ βασιλέα φιλότιμον παραπέμψασα, νεκρὸν ἐπανάγει, μηδὲ ἐλεούμενον· ὡς δὲ ἐγώ τινός σοι ἤκουσα, μηδὲ τῷ τάφῳ προσλαμβανόμενον, ἀλλ᾽ ὑπὸ τῆς σεισθείσης δι᾽ αὐτὸν γῆς ἀποσειόμενον καὶ ἀναβρασσόμενον· προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῷ προσώπῳ κατὰ τὸν προειρημένον, οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπιστάταις ἐκθλίβων τὸν Ἰσραὴλ, ἀλλὰ καὶ λίαν εὐσεβής τε καὶ ἥμερος· ὃς, ἵνα ἀρίστην ἑαυτῷ καταστήσηται τὴν τῆς βασιλείας κρηπῖδα, καὶ ὅθεν δεῖ, τῆς εὐνομίας ἄρξηται, λύει μὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν, τοῖς τε ἄλλοις ἅπασι, καὶ πρὸ πάντων τῷ πρὸ πάντων τὴν ἀρετὴν, καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεμηθέντι. Ζητεῖ δὲ τῆς καθ᾽ ἡμᾶς πίστεως τὴν ἀλήθειαν, ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ συγχυθεῖσαν, καὶ εἰς πολλὰς δόξας καὶ μοίρας νενεμημένην· ὥστε μάλιστα μὲν τὸν κόσμον ὅλον, εἰ οἷόν τε, συμφωνῆσαι, καὶ εἰς ἓν ἐλθεῖν τῇ συνεργίᾳ τοῦ Πνεύματος· εἰ δὲ οὒ, ἀλλ᾽ αὐτόν γε μετὰ τῆς βελτίστης γενέσθαι, κἀκείνῃ παρασχεῖν τὸ κράτος, καὶ παρ᾽ ἐκείνης ἀντιλαβεῖν, λίαν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς περὶ τῶν μεγίστων διανοούμενος.

Ἔνθα δὴ καὶ μάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθαρότης, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Τῶν γὰρ ἄλλων ἁπάντων, ὅσοι τοῦ καθ᾽ ἡμᾶς λόγου, τριχῆ νενεμημένων, καὶ πολλῶν μὲν ὄντων τῶν περὶ τὸν Υἱὸν ἀῤῥωστούντων, πλειόνων δὲ τῶν περὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον ἀσεβεῖν εὐσέβεια ἐνομίσθη, ὀλίγου δὲ τῶν κατ᾽ ἀμφότερα ὑγιαίνοντος· πρῶτος καὶ μόνος, ἢ κομιδῆ σὺν ὀλίγοις ἀποτολμᾷ τὴν ἀλήθειαν σαφῶς οὑτωσὶ καὶ διαῤῥήδην, τῶν τριῶν μίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας· καὶ ὃ τῷ πολλῷ τῶν Πατέρων ἀριθμῷ περὶ τὸν Υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο περὶ τοῦ ἁγίου Πνεύματος αὐτὸς ἐμπνευσθεὶς ὕστερον, καὶ δῶρον βασιλικὸν ὄντως καὶ μεγαλοπρεπὲς τῷ βασιλεῖ προσενεγκὼν, ἔγγραφον τὴν εὐσέβειαν κατὰ τῆς ἀγράφου καινοτομίας· ἵνα βασιλεῖ μὲν βασιλεὺς, λόγῳ δὲ λόγος, γράμματι δὲ γράμμα καταπαλαίηται.

ΛΔʹ. Ταύτην μοι δοκοῦσιν αἰδούμενοι τὴν ὁμολογίαν, οἵ τε τῆς ἑσπερίας, καὶ τῆς ἑῴας, ὅσον βιώσιμον· οἱ μὲν μέχρι διανοίας ἄγειν τὸ εὐσεβὲς, εἴ τι λέγουσιν αὐτοῖς πιστευτέον, περαιτέρω δὲ μὴ προάγειν, ὥσπερ τι νεκρὸν κύημα ταῖς μητράσιν ἐναποθνῆσκον· οἱ δὲ μικρὸν ἐξάπτειν, ὥσπερ σπινθῆρας, ὅσον ἀφοσιοῦσθαι τὸν καιρὸν, ἢ τῶν ὀρθοδόξων τοὺς θερμοτέρους, ἢ τῶν λαῶν τὸ φιλόθεον· οἱ δὲ καὶ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν, ἧς ἂν εἴην ἐγὼ μερίδος· οὐ γὰρ τολμῶ τι πλέον καυχήσασθαι, μηκέτι τὴν ἐμὴν δειλίαν οἰκονομῶν, ὡς δὴ τὴν τῶν σαθροτέρων διάνοιαν (ἱκανῶς γὰρ ᾠκονομήσαμεν, μήτε τὸ ἀλλότριον προσλαμβάνοντες, καὶ τὸ ἡμέτερον φθείροντες, ὃ κακῶν ὄντως ἐστὶν οἰκονόμων)· ἀλλ᾽ εἰς φῶς ἄγων τὸν τόκον, καὶ μετὰ σπουδῆς ἐκτρέφων, καὶ ταῖς ἁπάντων ὄψεσι προτιθεὶς, ἀεὶ τελειούμενον.

ΛΕʹ. Τοῦτο μὲν οὖν ἧττον τῶν ἐκείνου θαυμάζειν ἄξιον. Ὁ γὰρ ἔργῳ τῆς ἀληθείας προκινδυνεύσας, τί θαυμαστὸν εἰ γράμματι ταύτην καθωμολόγησεν; Ὃ δέ μοι μάλιστα τοῦ ἀνδρὸς θαυμάζειν ἔπεισι (καὶ ζημία τὸ σιωπᾷν, διὰ τὸν καιρὸν μάλιστα, πολλὰς φύοντα τὰς διαστάσεις), τοῦτο ἔτι προσθήσω τοῖς εἰρημένοις· γένοιτο γὰρ ἄν τι παίδευμα καὶ τοῖς νῦν ἡ πρᾶξις, εἰ πρὸς ἐκεῖνον βλέποιμεν.

Ὡς γὰρ ὕδατος ἑνὸς τέμνεται οὐ τοῦτο μόνον, ὅσον ἡ χεὶρ ἀφῆκεν ἀρυομένη, ἀλλὰ καὶ ὅσον τῇ χειρὶ περιεσχέθη τῶν δακτύλων ἐκρέον· οὕτω καὶ ἡμῶν οὐχ ὅσον ἀσεβὲς σχίζεται μόνον, ἀλλὰ καὶ ὅσον εὐσεβέστερον, οὐ περὶ δογμάτων μόνον μικρῶν καὶ παρορᾶσθαι ἀξίων (ἧττον γὰρ ἂν ἦν τοῦτο δεινὸν), ἀλλ᾽ ἤδη καὶ περὶ ῥημάτων εἰς τὴν αὐτὴν φερόντων διάνοιαν. Τῆς γὰρ μιᾶς οὐσίας, καὶ τῶν τριῶν ὑποστάσεων λεγομένων μὲν ὑφ᾽ ἡμῶν εὐσεβῶς (τὸ μὲν γὰρ τὴν φύσιν δηλοῖ τῆς θεότητος, τὸ δὲ τὰς τῶν τριῶν ἰδιότητας), νοουμένων δὲ καὶ παρὰ τοῖς Ἰταλοῖς ὁμοίως, ἀλλ᾽ οὐ δυναμένοις διὰ στενότητα τῆς παρ᾽ αὐτοῖς γλώττης, καὶ ὀνομάτων πενίαν, διελεῖν ἀπὸ τῆς οὐσίας τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο ἀντεισαγούσης τὰ πρόσωπα, ἵνα μὴ τρεῖς οὐσίαι παραδεχθῶσι, τί γίνεται; Ὡς λίαν γελοῖον, ἢ ἐλεινόν.

Πίστεως ἔδοξε διαφορὰ ἡ περὶ τὸν ἦχον σμικρολογία. Εἶτα Σαβελλισμὸς ἐνταῦθα ἐπενοήθη τοῖς τρισὶ προσώποις, καὶ Ἀρειανισμὸς ταῖς τρισὶν ὑποστάσεσι, τὰ τῆς φιλονεικίας ἀναπλάσματα. Εἶτα τί; Προστιθεμένου μικροῦ τινος ἀεὶ τοῦ λυποῦντος (ὃ λυπηρὸν ἡ φιλονεικία ποιεῖ), κινδυνεύει συναποῤῥαγῆναι ταῖς συλλαβαῖς τὰ πέρατα. Ταῦτ᾽ οὖν ὁρῶν καὶ ἀκούων ὁ μακάριος ἐκεῖνος, καὶ ὡς ἀληθῶς ἄνθρωπος τοῦ Θεοῦ, καὶ μέγας τῶν ψυχῶν οἰκονόμος, οὐκ ᾠήθη δεῖν παριδεῖν τὴν ἄτοπον οὕτω καὶ ἄλογον τοῦ Λόγου κατατομήν· τὸ δὲ παρ᾽ ἑαυτοῦ φάρμακον ἐπάγει τῷ ἀῤῥωστήματι. Πῶς οὖν τοῦτο ποιεῖ;

Προσκαλεσάμενος ἀμφότερα τὰ μέρη οὑτωσὶ πράως καὶ φιλανθρώπως, καὶ τὸν νοῦν τῶν λεγομένων ἀκριβῶς ἐξετάσας, ἐπειδὴ συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας, συνδεῖ τοῖς πράγμασιν.

ΛϚʹ. Τοῦτο τῶν μακρῶν πόνων καὶ λόγων λυσιτελέστερον, οὓς πάντες ἤδη λογογραφοῦσιν· οἷς τι καὶ φιλοτιμίας συνέζευκται, καὶ διὰ τοῦτο ἴσως τι καὶ καινοτομεῖται περὶ τὸν λόγον. Τοῦτο τῶν πολλῶν ἀγρυπνιῶν καὶ χαμευνιῶν προτιμότερον, ὧν μέχρι τῶν κατορθούντων τὸ κέρδος. Τοῦτο τῶν ἀοιδίμων ἐξοριῶν καὶ φυγῶν τοῦ ἀνδρὸς ἐπάξιον· ὑπὲρ γὰρ ὧν εἵλετο πάσχειν ἐκεῖνα, ταῦτα καὶ μετὰ τὸ παθεῖν ἐσπουδάζετο. Τὸ δ᾽ αὐτὸ κἀν τοῖς ἄλλοις ποιῶν διετέλει· τοὺς μὲν ἐπαινῶν, τοὺς δὲ πλήττων μετρίως· καὶ τῶν μὲν τὸ νωθρὸν διεγείρων, τῶν δὲ τὸ θερμὸν κατείργων· καὶ τῶν μὲν, ὅπως μὴ πταίσωσι, προμηθούμενος· τοὺς δὲ, ὅπως διορθωθεῖεν πταίσαντες, μηχανώμενος· ἁπλοῦς τὸν τρόπον, πολυειδὴς τὴν κυβέρνησιν· σοφὸς τὸν λόγον, σοφώτερος τὴν διάνοιαν· πεζὸς τοῖς ταπεινοτέροις, ὑψηλότερος τοῖς μετεωροτέροις· φιλόξενος, ἱκέσιος, ἀποτρόπαιος, πάντα εἷς ἀληθῶς, ὅσα μεμερισμένως τοῖς ἑαυτῶν θεοῖς Ἑλλήνων παῖδες ἐπιφημίζουσι.