ΠΘʹ. Ἤγετο γέρων ἱερεὺς, ἀθλητὴς ἐθελοντὴς διὰ μέσης τῆς πόλεως, αἰδέσιμος τὴν ἡλικίαν, τὴν πολιτείαν αἰδεσιμώτερος, πᾶσι πλὴν τῶν διωκόντων καὶ τυραννούντων· ἤγετο δὲ ἡλικίᾳ πάσῃ καὶ τύχῃ, οὐ τῷ μὲν, τῷ δ᾽ οὔ· πᾶσι δὲ ὁμοίως, ἀνδράσι, γυναιξὶ, νέοις, πρεσβύταις, ὅσοι τε τὰ πολιτικὰ διῴκουν, καὶ ὅσοι τῶν ἐπ᾽ ἀξίας. Ἀγὼν δὲ ἦν ἅπασιν εἷς, ἀλλήλους ὑπερβαλέσθαι τῇ περὶ τὸν πρεσβύτη θρασύτητι· καὶ μέρος εὐσεβείας ἅπασιν ἐνομίζετο, ὅτι πλεῖστα ἐκεῖνον δρᾶσαι κακὰ, καὶ γέροντα νικῆσαι ἀθλητὴν κατὰ πάσης ἀγωνιζόμενον τῆς πόλεως· εἵλκετο διὰ πλατειῶν, ὠθεῖτο καθ᾽ ὑπονόμων· τῶν τριχῶν εἵλκετο, οὐκ ἔστιν ὅτου μὴ μέρους τοῦ σώματος, μιγνυμένης τῇ αἰκίᾳ τῆς ὕβρεως, παρὰ τῶν ἀξίως ἐν Μίθρου ταῦτα κολαζομένων· παισὶν ἐκ παίδων μετέωρος ἀντεπέμπετο, γραφίσιν ὑποδεχομένων τὸ γενναῖον σῶμα, καὶ παίγνιον ποιουμένων τὴν τραγῳδίαν· πιέσμασι τὰς κνήμας ἐθλίβετο μέχρις ὀστέων αὐτῶν· λίνοις τὰ ὦτα διετέμνετο, καὶ τούτων τοῖς στεῤῥοτάτοις καὶ λεπτοτάτοις· σαργάνῃ πρὸς ὕψος αἰρόμενος, μέλιτι καὶ γάρῳ διάβροχος, σφηξὶ καὶ μελίσσαις ἐξαίνετο μεσούσης ἡμέρας, ἡλίου τὸ φλογῶδες ἐλλάμποντος· καὶ τοῦ μὲν τὰς σάρκας ἐκτήκοντος, τοῖς δὲ θερμοτέραν ποιοῦντος τὴν βρῶσιν τῶν μακαρίων ἐκείνων σαρκῶν, οὐ γὰρ ἀθλίων ἂν εἴποιμι.