Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Ποιμαντική μέριμνα και εδραίωση του ορθόδοξου κηρύγματος

Η παραμονή του Γρηγορίου κατόπιν ικεσιών του λαού, ο θεολογικός λόγος περί της Αγίας Τριάδος και η υπογράμμιση της αναγκαιότητας για πραότητα και μέτρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 9

Νῦν δ᾽ ἐξιτήριός τις ἐρράγη λόγος, ὃν ἐξέπεμψα πατρικῶν σπλάγχνων πόνῳ. ὁ δ᾽ ἦν· “φυλάσσεθ᾽, ἣν δέδωκα, τριάδα, τέκνοις ποθεινοῖς εὐπορώτατος πατήρ, καὶ τῶν ἐμῶν μέμνησθε, φίλτατοι, πόνων.„ λαὸς δ᾽ ἐπειδὴ τοῦτον ἤκουσεν λόγον, τῶν δυσκαθέκτων ἐκβοήσαντός τινος ἀνίστατ᾽ εὐθὺς ὥσπερ ἐκ καπνοῦ βίας ἑσμὸς μελισσῶν καὶ βοαῖς ἐκμαίνεται· ἄνδρες, γυναῖκες, παρθένοι, νεανίαι, παῖδες, γέροντες, εὐγενεῖς, οὐκ εὐγενεῖς, ἄρχοντες, ἠρεμοῦντες, ἐκ στρατοῦ τινες, ζέων ἕκαστος ἶσον ὀργῇ καὶ πόθῳ, ὀργῇ κατ᾽ ἐχθρῶν καὶ πόθῳ τοῦ ποιμένος· ἀλλ᾽ οὐκ ἐμὸν γὰρ τῇ βίᾳ κάμψαι γόνυ, οὐδ᾽ ἀσπάσασθαι τὴν ἄθεσμον ἵδρυσιν, ὃς οὐδὲ τὴν ἔνθεσμον ἤνεγκ᾽ ἄσμενος.

Ἄλλην τρέπονται τοῦ πόθου ταύτην ὁδόν. ὅρκοις τε πολλοῖς καὶ λιταῖς κεχρημένοι τὸ γοῦν παραμεῖναι καὶ βοηθεῖν ἠξίουν καὶ μὴ προέσθαι τοῖς λύκοις τὸ ποίμνιον. πῶς ἂν δυναίμην καρτερεῖν τὸ δάκρυον; Ἀναστασία, ναῶν ὁ τιμιώτατος, ἣ πίστιν ἐξήγειρας ἐν γῇ κειμένην, κιβωτὲ Νῶε, τὴν ἐπίκλυσιν μόνη κόσμου φυγοῦσα καὶ φέρουσα δεύτερον κόσμον τὸν ὀρθόδοξον ἐν τοῖς σπέρμασιν, σοὶ μὲν πολὺς καὶ πάντοθεν ἐπιρρεῖ λεώς ὡς τοῦ μεγίστου κινδύνων ἑστηκότος ἡμῶν γενέσθαι τὸ κρατεῖν ἢ τοῦ πόθου· ἐγὼ δ᾽ ἄφωνος ἐν μέσῳ σκότου γέμων, οὐδ᾽ ὡς καταστείλαιμι τὰς φωνὰς ἔχων, οὐδ᾽ ὡς ὑποσχοίμην τι τῶν αἰτουμένων. τὸ μὲν γὰρ οὐχ οἷόν τε, τῷ δ᾽ ὑπῆν φόβος.

Ἔθλιβεν αὐχμός, σώματ᾽ ἦν διάβροχα. φωναὶ δ᾽ ἔλειπον, αἱ γυναῖκες ἐν φόβῳ, καὶ τῶν, ὅσαι μάλιστα εἶεν μητέρες, παίδων ὀδυρμός, ἐνδεδώκει δ᾽ ἡμέρα. ὤμνυ δ᾽ ἕκαστος μὴ πρὶν ἐνδώσειν πόνων, κἂν ἐνταφῆναι τῷ νεῲ δέῃ καλῶς, ἢ τῶν ποθουμένων τιν᾽ ἐκβαλεῖν λόγον. οἷόν τις εἰπεῖν ἐξεβιάσθη πόνῳ— φεῦ τῆς ἀκοῆς, ἣ μὴ τότ᾽ εὐθὺς ἐφράγη. “συνεκβαλεῖς„ γὰρ εἶπε “σαυτῷ τριάδα.„ ἕως φοβηθείς, μή τις ἐκβῇ κίνδυνος, ὅρκον μὲν οὐδ᾽ ὥς—καὶ γάρ᾽ εἰμ᾽ ἀνώμοτος, ἵν᾽ ἐν θεῷ κἀγώ τι κομπάσω μικρόν, ἐξ οὗ λέλουμαι πνεύματος χαρίσματι—, λόγον δ᾽ ἔδωκα τῷ τρόπῳ πιστούμενον μενεῖν, ἕως φανῶσι τῶν σκοπῶν τινες —καὶ γὰρ τότ᾽ ἠλπίζοντο—, προσδοκῶν τότε λύσειν ἐμαυτὸν φροντίδων ἀλλοτρίων. οὕτω διεκρίθημεν ἀλλήλων μόγις, νικῶντες ἄμφω τῇ σκιᾷ τῆς ἐλπίδος· οἱ μὲν γὰρ ὡς ἔχοντες ἡμᾶς ἐφρόνουν, ἐγὼ δὲ μικρὸν ὡς μενῶν ἔτι χρόνον.

Ἦν ταῦτα. θεῖος δ᾽ αὖθις ἤστραπτεν λόγος, τάχιστα πυκνωθέντος ὥσπερ ἑρκίου ἢ καὶ φάλαγγος τοῦ πεπονθότος μέρους τάχει στρατηγίας τε καὶ πλήθει χερός. οἱ γὰρ τὸ πρόσθεν δέσμιοι τῶν δογμάτων καὶ τοῦτ᾽ ἔχοντες εἰς τὸ συγκεῖσθαι μόνον ὁρῶντες, οἷ᾽ ἔπασχον, ἔστεργον πλέον. τοὺς μὲν γὰρ ἦγεν ἡ τριὰς λαλουμένη, μακρὸν ἀποδημήσασα τοῦ λόγου χρόνον— ὀκνῶ γὰρ εἰπεῖν, ὡς πάλαι τεθαμμένη—, τὸ πατρικὸν κήρυγμα καὶ προσήλυτον. ἦν γάρ ποτ᾽, εἶτ᾽ ἔληξεν, εἶτ᾽ ἦλθεν πάλιν τὴν ἐκ τάφων ἀνάστασιν πιστουμένη. τοῖς δ᾽ ἦν λόγος τις τῶν ἐμῶν ἴσως λόγων, οἱ δ᾽ ὡς ἀθλητῇ καρτερῷ προσέτρεχον, οἱ δ᾽ ὡς ἑαυτῶν ἔργον εἶχον ἀσμένως. οἱ μέν, πύθεσθε ταῦτα τῶν εὖ εἰδότων, οἱ δ᾽, ἐκδιηγήσασθε τοῖς οὐκ εἰδόσιν— εἴπερ τινὲς τοσοῦτον ὑμῶν μακρόθεν ἢ τῆς κρατούσης νῦν Ἰταλῶν ἐξουσίας—, ὡς ἂν λαληθῇ ταῦτα καὶ τοῖς ὕστερον ὡς ἄλλο τῶν καινῶν τι τοῦ βίου κακῶν, ὧνπερ ὁ μάταιος ὁλκὸς ἡμερῶν φέρει πλεῖον τὸ χεῖρον ἐμπλέκων τῷ κρείσσονι.

Οὔπω λέγω τὸν ὀρθὸν ἐν πίστει λεών, τὸν τῆς ἐμῆς ὠδῖνος εὐγενῆ τόκον, οὓς ἔστιν εἰπεῖν οὐδενὸς πεφηνότος τῶν συμφρονούντων τῷ παρόντι προστρέχειν, ὡς τοὺς ἀνύδρους ταῖς φανείσαις ἰκμάσι, λιμοῦ βοηθὸν τὸν λόγον ποιουμένους, ἢ φωτὶ μικρῷ τοὺς ἄγαν σκοτουμένους. τί δ᾽ ἄν τις εἴποι τῶν ξένων τῆς πίστεως, ὅπως ἔχαιρον τῷ λόγῳ, μεμνημένος;

Πολλαὶ μέν εἰσιν αἱ παρέξοδοι λίαν τῆς ἀπλανοῦς τε καὶ τεταγμένης ὁδοῦ πᾶσαι φέρουσαι πρὸς βυθοὺς ἀπωλείας, εἰς ἃς διεῖλεν ὁ φθορεὺς τὴν εἰκόνα, ὡς ἂν παρείσδυσίν τιν᾽ ἐντεῦθεν λάβοι γνώμας τεμών, οὐ γλῶσσαν ὡς πάλαι θεός. ἐντεῦθέν εἰσιν αἱ νόσοι τῶν δογμάτων· οἱ θεῖον οὐδὲν εἰδότες ἢ φορὰν μόνην, ὑφ᾽ ἧς γενέσθαι καὶ φέρεσθαι πᾶν τόδε· οἱ πλῆθος εἰσάγοντες ἀνθ᾽ ἑνὸς θεῶν καὶ τοῖς ἑαυτῶν προσπεσόντες πλάσμασιν· οἱ τὴν πρόνοιαν μὴ διδόντες τοῖς κάτω καὶ πάντα συντιθέντες ἀστέρων πλοκαῖς. ὅσοι τε λαὸς ὄντες ἔκκριτος θεοῦ τὸν υἱὸν ἐσταύρωσαν εἰς τιμὴν πατρός· ὅσοι τε μικροῖς εὐσεβεῖς ἐντάλμασιν, οἵ τ᾽ ἀγγέλους καὶ πνεῦμα καὶ ἀνάστασιν, οἵ τε προφητῶν γράμματ᾽ ἐξαρνούμενοι· Χριστόν θ᾽ ὅσοι σέβουσιν ἐν νόμου σκιαῖς. οἱ τὸν Βυθὸν Σιγήν τε προχρόνους φύσεις τιμῶντες αἰῶνάς τε τοὺς θηλάρσενας, Σίμωνος ἰὸς τοῦ Μάγου, ὧν φύματα οἱ συντιθέντες τὴν θεότητ᾽ ἐκ γραμμάτων· οἱ τὴν Παλαιὰν καὶ Νέαν δύω θεοῖς νείμαντες, αὐστηρῷ τε κἀγαθωτάτῳ· οἱ τρεῖς φύσεις τιθέντες οὐ κινουμένας, τὴν πνεύματος χοός τε τήν τ᾽ ἀμφοῖν μέσην. οἱ τῷ Μανοῦ χαίροντες ἀρχικῷ σκότῳ. οἱ Μοντανοῦ τὸ πνεῦμα τιμῶντες κακῶς· οἱ τὴν Ναυάτου κενὴν ἔπαρσιν ὀφρύος.

οἱ τῆς ἀρεύστου τριάδος συναιρέται, οἱ τῆς ἀτμήτου φύσεως διαιρέται· αὖθις τε τούτων ὥσπερ ἐξ ὕδρας μιᾶς πολλῶν φυέντων δυσσεβείας αὐχένων, ὁ τῇ κτίσει τὸ πνεῦμα συντιθεὶς μόνον, ὁ καὶ τὸν υἱὸν προστιθεὶς τῷ πνεύματι· οἵ τ᾽ εἰσάγοντες ἥλικα Καίσαρος θεόν· οἱ τὴν δόκησιν εἰσάγοντες ἐκτόπως· οἱ δεύτερον λέγοντες υἱὸν τὸν κάτω· οἱ μὴ τέλειον τὸν σεσωσμένον, ἀλλ᾽ ἄνουν. αὗται γάρ εἰσιν, ὡς τύπῳ φράσαι, τομαί τῆς ὀρθότητος ἐκτόπων τε μητέρες.

Τούτων δὲ τίς ἦν οὕτως ἀκίνητος τότε, ὡς μὴ τὸ οὖς γε τοῖς ἐμοῖς κλίνειν λόγοις; τοὺς μὲν γὰρ ᾕρει τὸ κράτος τῶν δογμάτων, οἱ δ᾽ ἡμεροῦντο τῷ τρόπῳ τῆς λέξεως. οὐ γὰρ μετ᾽ ἔχθρας οὐδὲ λοιδόρως πλέον ἢ κηδεμονικῶς τοὺς λόγους προήγομεν, ἀλγοῦντες, οὐ παίοντες οὐδ᾽ ἐπηρμένοι καιρῷ ῥέοντι καὶ πλάνῳ καθώς τινες— τίς γὰρ λόγῳ τε καὶ κράτει κοινωνία; — οὐδὲ πρόβλημα τὸ θράσος ποιούμενοι τῆς ἀλογίας—δεινῶς γὰρ ἔντεχνον τόδε καὶ σηπιῶδες, τὸ μέλαν ἐκ βάθους ἐμεῖν, ὡς τοὺς ἐλέγχους ἐκδιδράσκειν τῷ ζόφῳ—, ἀλλ᾽ ἡμέρως τε τοῖς λόγοις καὶ προσφόρως ἐντυγχάνοντες ὡς λόγου συνήγοροι τοῦ συμπαθοῦς τε καὶ πράου καὶ μηδένα πλήσσοντος· ἐξ οὗ καὶ τὸ νικᾶσθαι λόγος, καὶ τὸ κρατεῖν δὲ τιμιώτερον πολύ πειθοῖ βιαίᾳ τῷ θεῷ προσκτώμενον. τοιαῦτα πλαξὶ ταῖς ἐμαῖς ἐνεγράφη.

Ἄλλος τις οὗτος τῆς ἐμῆς παιδεύσεως νόμος, σοφῶς τε καὶ καλῶς γεγραμμένος· μὴ μίαν ὁδὸν τῆς εὐσεβείας εἰδέναι τὴν εὔκολόν τε καὶ κακὴν γλωσσαλγίαν, μηδ᾽ ἐν θεάτροις καὶ φόροις καὶ συμπόταις ὁμοῦ γελῶντας, ᾄσμασιν χαυνουμένους, πρὶν καὶ πλυθῆναι γλῶσσαν ἐξ αἰσχρῶν λόγων, μηδ᾽ ἐν βεβήλοις ὠσὶ καὶ Χριστοῦ ξένοις ῥίπτειν ἀφειδῶς τῶν λόγων τοὺς μυστικούς, παίζοντας ἐν τοῖς καὶ πόνῳ θηρωμένοις· ἀλλ᾽ ἐντολαῖς μὲν ὡς μάλιστα εὐσεβεῖν πτωχοτροφοῦντα, ξενοδοχοῦντα, ταῖς νόσοις ἀρκοῦντα, καρτεροῦντα, καὶ ψαλμῳδίαις, εὐχαῖς, στεναγμοῖς, δάκρυσιν, χαμευνίαις, γαστρὸς πιεσμοῖς, ἀγχόναις αἰσθήσεων, θυμοῦ γέλωτος χειλέων εὐταξίᾳ τὴν σάρκα κοιμίζοντα πνεύματος κράτει.

Πολλαὶ γάρ εἰσιν αἱ σωτηρίας ὁδοί, πᾶσαι φέρουσαι πρὸς θεοῦ κοινωνίαν· ἃς χρή σ᾽ ὁδεύειν, οὐ μόνην τὴν ἐν λόγῳ. λόγος γὰρ ἀρκεῖ καὶ ψιλῆς τῆς πίστεως, μεθ᾽ ἧς ἀτεχνῶς τὸ πλέον σῴζει θεός. εἰ δ᾽ εἰς σοφοὺς ἔπιπτεν ἡ πίστις μόνον, θεοῦ παρ᾽ ἡμῖν οὐδὲν ἦν πενέστερον. ἀλλ᾽ εἶ φιλόγλωσσός τις ἢ ζήλου πλέως καὶ δεινόν, εἴ σοι μὴ ῥυήσεται λόγος (ἀνθρώπινον γὰρ εὔχομαι κἀνταῦθά σοι)· λάλει μέν, ἐν φόβῳ δὲ μηδὲ πάντοτε, μὴ πάντα μηδ᾽ ἐν πᾶσι μηδὲ πανταχοῦ, ἀλλ᾽ ἔστιν οἷς ὅσον τε καί που καί ποτε. καιρὸς γὰρ παντός, ὡς ἀκούεις, πράγματος· ‘μέτρον τ᾽ ἄριστον’ τῶν σοφῶν ἑνὸς λόγος.

Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, χωρὶς τὰ τῶν ἔξωθεν τῶν τ᾽ ἐμῶν λόγων. τῶν μὲν γάρ εἰσι πρὸς ἐπίδειξιν οἱ λόγοι ἐν μειρακίσκων συλλόγοις καὶ πλάσμασιν, ἐν οἷς μέγ᾽ οὐδὲν ἢ ἀτυχεῖν ἢ τυγχάνειν σκιᾶς—σκιᾶς γὰρ οὐδὲν εὐσθενέστερα. ἡμῖν δ᾽—ἀληθεύειν γάρ ἐστιν ὁ σκοπός— οὕτως ἔχειν, ἢ μή, περιδεὲς τὸν λόγον. ὁδὸς γὰρ ἀμφίκρημνος, ἧς ἔξω πεσεῖν πεσεῖν προδήλως ἐστὶν εἰς Ἅιδου πύλας. ὅθεν μάλιστα τοὺς λόγους φυλακτέον, τὰ μὲν λέγοντας, τῶν δ᾽ ἀκούοντας σοφῶς, ἔστιν δ᾽ ὅτ᾽ ἐκχωροῦντας ἀμφοῖν ἐξίσης στάθμῃ δικαίᾳ τῷ φόβῳ κεχρημένους. ἧττον γὰρ οὖς ἢ γλῶσσα κίνδυνον φέρει· ἧττον δ᾽ ἀκοῆς τὸ καὶ φυγεῖν ἐκ τοῦ μέσου. τί δεῖ σε νάρκης ἁψάμενον νεκροῦν φρένα ἢ πλησιάζειν ἄσθματι λυσσῶντος κυνός;

Οὕτω μαθόντες ἐκ γραφικῶν θεσπισμάτων, οἷς ἐτράφημεν πρὶν συναχθῆναι φρένα, οὕτως ἄγοντες καὶ πολίτας καὶ ξένους, ἤδη γεωργῶν ἦμεν ἐν τοῖς πλουσίοις, εἰ καὶ συνακτὸν οὐχ ὁμοῦ τοὐμὸν θέρος. τοὺς μὲν γὰρ ἄρτι τῶν ἀκανθῶν ἡμέρουν· οἱ δ᾽ ὡμαλίζονθ᾽, οἷς δ᾽ ἐβάλλετο σπόρος, οἱ δ᾽ ἐν γάλακτι, τῶν δ᾽ ὑπὲρ γῆς ἡ φυή, οἱ δ᾽ ἐχλόαζον, οἱ δ᾽ ἐδεσμοῦντο στάχυς, οἱ δ᾽ ἡδρύνοντο, οἱ δὲ λευκοὶ πρὸς θέρος· ἅλως τιν᾽ εἶχε, τοὺς δὲ θημών τις φίλος· οἱ δ᾽ ἐκρίνοντο, οἱ δὲ σιτώνων ἔσω, οἱ δ᾽ ἦσαν ἄρτος, τῆς γεωργίας πέρας— ἄρτος γεωργὸν τὸν καμόντα μὴ τρέφων νῦν, τοὺς δὲ μηδὲν ἐκχέαντας ἰκμάδος.