Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Ιστορική αφήγηση: Οι τελευταίες δοκιμασίες και η μετάσταση του Μωυσή

Η αντιμετώπιση των γογγυσμών, οι συγκρούσεις με τους αλλοφύλους, η προφητεία του Βαλαάμ και η ολοκλήρωση της επίγειας πορείας του νομοθέτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 18

Τοῦ δὲ πλήθους πάλιν εἰς ἀταξίαν τραπέντος (ἡγεῖτο δὲ τῆς πλημμελείας ἡ τῶν κατὰ γαστέρα ἡδονῶν ἀμετρία, οἷς οὐκ ἤρκει τὸ ζῆν ὑγιεινῶς τε καὶ ἀλύπως ἐκ τῆς ἄνωθεν ἐπιρρεούσης τροφῆς, ἀλλ᾽ ἡ τῶν σαρκῶν ἐπιθυμία καὶ ὁ τῆς κρεωβορίας πόθος προτιμοτέραν ἐποίει τῶν παρόντων αὐτοῖς ἀγαθῶν τὴν παρ᾽ Αἰγυπτίοις δουλείαν), ὁ μὲν κοινοῦται τῷ Θεῷ περὶ τοῦ κατασκήψαντος ἐν αὐτοῖς πάθους, ὁ δὲ παιδεύει τὸ μὴ δεῖν οὕτως ἔχειν διὰ τοῦ δοῦναι τυχεῖν ὧν ἐφίεντο, ὀρνέων τι πλῆθος, πρόσγειον ποιουμένων τὴν πτῆσιν, ἐφιεὶς τῷ στρατοπέδῳ νεφεληδὸν καὶ κατ᾽ ἀγέλας ἐφίπτασθαι, ἐφ᾽ ὧν ἡ εὐκολία τῆς ἄγρας εἰς κόρον τὴν τῶν κρεῶν ἐπιθυμίαν προήγαγεν.

Ἡ δὲ ἀμετρία τῆς βρώσεως ἀθρόως αὐτοῖς τὰς τῶν σωμάτων κράσεις εἰς φθοροποιοὺς χυμοὺς μετεσκεύασε καὶ ἡ πλησμονὴ αὐτοῖς εἰς νόσον καὶ θάνατον ἔληξεν, ὧν τὸ ὑπόδειγμα αὐτοῖς τε ἐκείνοις καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν ἰκανὸν πρὸς σωφροσύνην ἐγένετο.

Εἶτα κατάσκοποι παρ᾽ αὐτοῦ πέμπονται τῆς χώρας ἐκείνης, ἣ κατὰ θείαν αὐτοῖς ἐπαγγελίαν ἐν ἐλπίσιν ἦν τῆς οἰκήσεως. Τούτων δὲ μὴ πάντων τἀληθῆ καταγγειλάντων, ἀλλά τινων τὰ ψευδῆ καὶ σκυθρωπὰ μηνυσάντων, πάλιν ὁ λαὸς δι᾽ ὀργῆς ἐποιεῖτο τὸν Μωϋσέα. Ὁ δὲ Θεὸς τοὺς ἀπελπίσαντας τὴν θείαν συμμαχίαν τὸ μὴ ἰδεῖν τὴν ἐπηγγελμένην αὐτοῖς χώραν καταδικάζει.

Προϊόντων δὲ διὰ τῆς ἐρήμου, πάλιν αὐτοῖς ἐπιλιπόντος τοῦ ὕδατος, καὶ ἡ μνήμη τῆς τοῦ Θεοῦ δυνάμεως συνεπέλειψεν. Οὐ γὰρ τῷ προλαβόντι περὶ τὴν πέτραν θαύματι τὸ μηδὲ νῦν αὐτοῖς ἐνδεῆσαι τὴν χρείαν ἐπίστευσαν, ἀλλ᾽ ἀποστάντες τῶν χρηστοτέρων ἐλπίδων, κατ᾽ αὐτοῦ τοῦ Θεοῦ καὶ τοῦ Μωϋσέως ταῖς λοιδορίαις ἐχώρουν, ὡς καὶ τὸν Μωϋσέα δόξαι τῇ ἀπιστίᾳ τοῦ λαοῦ συνοκλάσαι, πλὴν πάλιν αὐτοῖς θαυματοποιῆσαι τὴν ἀκρότομον ἐκείνην πέτραν εἰς ὑδάτων φύσιν μεταβαλόντα.

Ὡς δὲ πάλιν αὐτοῖς ἡ ἀνδραποδώδης τῶν ἐδωδίμων ἡδονὴ τὴν ἐπιθυμίαν τῆς γαστριμαργίας ἐπήγειρε καὶ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδενὸς ὑστερούμενοι τὸν Αἰγύπτιον κόρον ὠνειροπόλουν, οἱ ἀτακτοῦντες τῶν νέων σφοδροτέραις παιδαγωγοῦνται ταῖς μάστιξιν, ὄφεων αὐτοῖς κατὰ τὴν παρεμβολὴν θανατηφόρον ἰὸν ἐμβαλλόντων διὰ τοῦ δήγματος.

Ἐπαλλήλου δὲ γινομένης ἐκ τῶν θηρίων τῆς πτώσεως, θείᾳ συμβουλῇ παρορμηθεὶς ὁ νομοθέτης, χαλκὸν ἐν ὁμοιώματι ὄφεως χέας, ὑπερφαίνεσθαι τοῦ στρατοπέδου παντὸς ἐπί τινος ὕψους ἐποίησε. Καὶ οὕτως ἔστησεν ἐν τῷ λαῷ τὴν ἐκ τῶν θηρίων βλάβην καὶ τῆς φθορᾶς αὐτὸν ἀπήλλαξεν. Ὁ γὰρ πρὸς τὴν εἰκόνα τοῦ ὄφεως τὴν ἐν τῷ χαλκῷ βλέπων οὐδὲν ἐδεδοίκει τοῦ ὄντως ὄφεως τὸ δῆγμα, ἐξ ἀντιπαθείας τινὸς ἀπορρήτου τῆς ὄψεως τὸν ἰὸν ἀμβλυνούσης.

Πάλιν αὐτῷ περὶ τῆς ἡγεμονίας ἐπαναστάσεως ἐκ τοῦ λαοῦ γενομένης καὶ τινῶν τὴν ἱερωσύνην εἰς ἑαυτοὺς μεταστῆσαι βιαζομένων, ὁ μὲν ἱκέτης τοῦ Θεοῦ ὑπὲρ τῶν ἐξαμαρτανόντων ἐγίνετο, τὸ δὲ δίκαιον τῆς τοῦ Θεοῦ κρίσεως τῆς τοῦ Μωϋσέως πρὸς τὸ ὁμόφυλον συμπαθείας ἰσχυρότερον ἦν. Χάσματι γὰρ ἡ γῆ διασχοῦσα θείῳ θελήματι πάλιν πρὸς ἑαυτὴν συμπίπτει, ἔνδον ὑπολαβοῦσα παγγενεῖ πάντας τοὺς τῇ ἀρχῇ τοῦ Μωϋσέως ἀντεπάραντας. Οἱ δὲ περὶ τὴν ἱερωσύνην λυσσήσαντες, πυρὶ καταφλεγέντες περὶ διακοσίους τε καὶ πεντήκοντα, τῷ καθ᾽ ἑαυτοὺς πάθει σωφρονίζουσι τὸ ὁμόφυλον.

Ὡς δ᾽ ἂν μᾶλλον πεισθεῖεν οἱ ἄνθρωποι θεόθεν παραγίνεσθαι τῆς ἱερωσύνης τὴν χάριν τοῖς ἀξιουμένοις, ῥάβδους ἐξ ἑκάστης φυλῆς παρὰ τῶν ἐξεχόντων κομίζεται, γράμμασιν ἰδίοις ἑκάστην κατασημηναμένου τοῦ δεδωκότος, ἐν αἷς ἦν καὶ ἡ Ἀαρὼν τοῦ ἱερέως. Ταύτας δὲ προθεὶς τῷ ναῷ, διὰ τούτων φανεροῖ τῷ λαῷ τὴν περὶ τῆς ἱερωσύνης τοῦ Θεοῦ ψῆφον. Μόνη γὰρ ἐκ πασῶν ἡ τοῦ Ἀαρὼν ῥάβδος ἐβλάστησε καὶ τὸν ἐκ τοῦ ξύλου καρπόν (κάρυον δὲ ἦν ὁ καρπός) ἐξέφυσέ τε καὶ ἐτελείωσεν, ὃ δὴ μέγιστον καὶ τοῖς ἀπίστοις ἔδοξε θαῦμα, πῶς τὸ αὗον καὶ περιεξεσμένον καὶ ἄρριζον ἀθρόως πιανθὲν τὸ τῶν ἐρριζωμένων ἐνήργησεν, ἀντὶ γῆς καὶ φλοιοῦ καὶ ἰκμάδος καὶ ῥίζης καὶ χρόνου τῆς θείας δυνάμεως γενομένης τῷ ξύλῳ.

Ἐπὶ τούτοις δι᾽ ἀλλοφύλων ἐθνῶν κωλυόντων τὴν πάροδον τὸν στρατὸν ἄγων, ἀπώμοτον ποιεῖται ταῖς ἀρούραις αὐτῶν καὶ τοῖς ἀμπελῶσι τῷ λαῷ συγχωρῆσαι τὴν δίοδον, ἀλλὰ φυλάξαι τὴν βασιλικὴν ὁδόν, μήτε εἰς δεξιάν, μήτε εἰς ἀριστερὰν ἀποκλίναντα. Τῶν δὲ πολεμίων οὐδὲ ἐπὶ τούτοις εἰρηνευόντων, μάχῃ καταγωνισάμενος τὸν ἀντίπαλον, ἐγκρατὴς γίνεται τῆς παρόδου.

Εἶτά τις Βαλὰκ μείζονος ἔθνους τὴν ἡγεμονίαν ἔχων (Μαδιανῖται δὲ τῷ ἔθνει τοὔνομα) πρὸς τὸ πάθος τῶν ἑαλωκότων καταπλαγεὶς καὶ ὅσον οὐδέπω τὰ ἴσα παρὰ τῶν Ἰσραηλιτῶν πείσεσθαι προσδοκήσας, ἐπάγεται πρὸς συμμαχίαν ὅπλων μὲν καὶ σωμάτων βοήθειαν οὐδεμίαν, περίεργον δὲ μαγγανείαν διά τινος Βαλαάμ, ὃς περὶ ταῦτα δεινὸς ἐθρυλλεῖτο εἶναι καὶ παρὰ τῶν κεχρημένων αὐτῷ ἔχειν τινὰ πρὸς τὰς τοιαύτας σπουδὰς δύναμιν ἐπιστεύετο, ᾧ τέχνη μὲν ἦν ἡ οἰωνιστική, δαιμόνων δέ τινων συνεργίᾳ χαλεπὸς ἦν, ἐπάγων τοῖς ἀνθρώποις περιεργοτέρᾳ τινὶ δυνάμει τὰ ἀνήκεστα, ὃς τοῖς ἀπάγουσιν αὐτὸν ἐπὶ τὸν βασιλέα τοῦ ἔθνους ἑπόμενος τῇ φωνῇ τῆς ὄνου τὸ μὴ αἴσιον αὐτῷ τὴν ὁδὸν εἶναι διδάσκεται. Εἶτα διά τινος ἐμφανείας τὸ πρακτέον μαθών, ἀσθενεστέραν εὗρε τὴν κακοποιὸν μαγγανείαν τοῦ βλάβην τινὰ τοῖς παρὰ τοῦ θεοῦ συμμαχουμένοις προστρίψασθαι. Ἀντὶ δὲ τῆς τῶν δαιμόνων ἐνεργείας ἐκ θείας ἐπιπνοίας ἔνθους γενόμενος, τοιαύτας ἐφθέγξατο φωνὰς ὡς προφητείαν ἄντικρυς εἶναι τῶν εἰς ὕστερον πρὸς τὸ κρεῖσσον ἐκβησομένων. Δι᾽ ὧν γὰρ ἐκωλύθη πρὸς τὸ κακὸν ἐνεργῆσαι τῇ τέχνῃ, διὰ τούτων τῆς θείας δυνάμεως ἐν αἰσθήσει γενόμενος, χαίρειν ἐάσας τὴν μαντικήν, ὑποφητεύει τῷ θείῳ θελήματι.

Καὶ ἐπὶ τούτοις τὸ μὲν ἔθνος τῶν ἀλλοφύλων ἐκτρίβεται, ἐπικρατεστέρου τοῦ λαοῦ κατὰ τὸν πόλεμον γεγονότος, ἡττηθέντος δὲ μετὰ ταῦτα τῷ τῆς ἀκολασίας πάθει ἐν ταῖς αἰχμαλώτοις, ὅτε τοῦ Φινεὲς τοὺς ἐν ἀτιμίᾳ συμπλακέντας μιᾷ πληγῇ διελάσαντος ἀνάπαυλαν ἔσχε τοῦ Θεοῦ ἡ κατὰ τῶν λελυσσηκότων πρὸς τὰς ἀθέσμους μίξεις ὀργή, τότε ἀναβὰς ἐπί τι ὄρος ὑψηλὸν ὁ νομοθέτης καὶ πόρρωθεν τὴν χώραν κατασκεψάμενος, ἣ διὰ τῆς θείας ἐπαγγελίας τῆς πρὸς τοὺς πατέρας γεγενημένης τῷ Ἰσραὴλ παρεσκεύαστο, μεθίσταται τοῦ ἀνθρωπίνου βίου, οὐδὲν ἐν τῇ γῇ σημεῖον οὐδὲ μνημόσυνον τῆς ἑαυτοῦ μεταστάσεως ἐν τάφοις ὑπολειπόμενος, οὗ τῷ κάλλει χρόνος οὐκ ἐλυμήνατο, οὔτε τῶν ὀφθαλμῶν τὴν λαμπηδόνα ἠμαύρωσεν, οὔτε τὴν ἀπολάμπουσαν τοῦ προσώπου χάριν ἀπήμβλυσεν. Ἀλλ᾽ ἦν ἀεὶ ὡσαύτως ἔχων καὶ κατὰ ταὐτὸν ἐν τῷ τρεπτῷ τῆς φύσεως διασώσας τὸ ἐν τῷ καλῷ ἀμετάπτωτον.