Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Ο διωγμός των χριστιανών και η ενίσχυση των μαρτύρων

Η εκδήλωση του διωγμού, η θαυματουργική διάσωση του Γρηγορίου στο όρος, η εξ αποστάσεως παρακολούθηση του μαρτυρίου του Τρωαδίου και η καθιέρωση μαρτυρικών πανηγύρεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 9

Πανταχοῦ γὰρ ἤδη διαπεφοιτηκότος τοῦ θείου κηρύγματος, καὶ πάντων κατά τε τὴν πόλιν, καὶ τὴν περίοικον, πρὸς τὴν εὐσεβῆ τοῦ δόγματος πίστιν μετατεθέντων, βωμῶν τε καὶ ἱερῶν καὶ εἰδώλων ἐν αὐτοῖς ἀνατετραμμένων, καθαρθείσης δὲ ἤδη τῆς ἀνθρωπίνης ζωῆς τῶν περὶ τὰ εἴδωλα μιασμάτων, καὶ τῆς μιαρᾶς τῶν θυσιῶν κνίσσης ἀποσβεσθείσης, καὶ τοῦ ἐπιβωμίου λύθρου καὶ τῶν ἐκ τῆς ζωοθυσίας μολυσμάτων ἀποκλυσθέντων· πάντων δὲ κατὰ τόπον πάντα εὐκτηρίους ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ κατὰ σπουδὴν ναοὺς ἀνεγειρόντων, θυμὸς καὶ φθόνος εἰσέρχεται τῷ τηνικαῦτα τῆς ἀρχῆς τῶν Ῥωμαίων ἐπιστατοῦντι, ἐφ᾽ οἷς ἠμελεῖτο μὲν αὐτοῦ τὰ πάτρια τῆς ἀπάτης σεβάσματα, ηὐξεῖτο δὲ τῶν Χριστιανῶν τὸ μυστήριον, καὶ εἰς πλῆθος ἐπεδίδου πανταχοῦ τῆς οἰκουμένης ἡ Ἐκκλησία, διὰ τῶν ἀεὶ προστιθεμένων τῷ λόγῳ, πρὸς μέγεθος αὔξουσα· καὶ νομίσας δυνατὸν εἶναι τῇ θείᾳ δυνάμει τὴν ἰδίαν ἀντιστῆσαι πικρίαν, καὶ ἐπισχεῖν μὲν τοῦ μυστηρίου τὸ κήρυγμα, καταλῦσαι δὲ τῶν Ἐκκλησιῶν τὰ συστήματα, μεταστῆσαι δὲ πάλιν ἐπὶ τὰ εἴδωλα τοὺς προκεχωρηκότας τῷ λόγῳ· πέμπει τοίνυν πρὸς τοὺς τῶν ἐθνῶν καθηγουμένους πρόσταγμα, φοβερὰν κατ᾽ αὐτῶν τὴν ἀπειλὴν τῆς τιμωρίας ὁρίζων, εἰ μὴ παντοίοις αἰκισμοῖς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας διαλωβήσοιντο, καὶ προσαγάγοιεν πάλιν αὐτοὺς φόβῳ τε καὶ τῇ τῶν αἰκισμῶν ἀνάγκῃ τῇ πατρῷᾳ τῶν δαιμόνων λατρείᾳ.

Ὡς δὲ περιηγγέλθη τοῖς ἄρχουσι τὸ φοβερὸν τοῦτο καὶ ἄθεον κήρυγμα, πανταχοῦ τῆς ἀρχῆς διαπεφοιτηκότων τῶν εἰς αὐτὸ τοῦτο παρὰ τῆς τυραννικῆς τεταγμένων ὠμότητος· καί τις ἐπεκράτει τοῦ κατὰ τὸν τόπον ἔθνους τοιοῦτος, ὡς μηδὲν τῆς ὑπερκειμένης ἐξουσίας πρὸς τὴν πονηρὰν ὁρμὴν δεηθῆναι, οἴκοθεν ἔχων ἐκ φύσεως τὴν ὠμότητά τε καὶ πικρότητα, καὶ τὴν πρὸς τοὺς πεπιστευκότας τῷ λόγῳ δυσμένειαν· καὶ γίνεται παρ᾽ αὐτοῦ φοβερὸν ἐν δημοσίοις διατάγμασι, τὸ δεῖν ἐξόμνυσθαι τὴν πίστιν, ἢ τιμωρίαις παντοδαπαῖς καὶ θανάτοις κολάζεσθαι.

Καὶ οὐδὲν ἦν ἕτερον τηνικαῦτα δημόσιόν τε καὶ ἴδιον παρὰ τῶν τὰ κοινὰ διὰ χειρὸς ἐχόντων γινόμενόν τε καὶ σπουδαζόμενον, πλὴν τοῦ πολιορκεῖν τε καὶ τιμωρεῖσθαι τοὺς ἀντεχομένους τῆς πίστεως. Ἦν δὲ οὐκ ἐν ταῖς τῶν λεγομένων ἀπειλαῖς μόνον τὰ φόβητρα, ἀλλὰ μετὰ τούτων ἡ ποικίλη τῶν κολαστηρίων κατασκευὴ πᾶσαν ἐπῆγε κατάπληξιν, καὶ πρὸ τῆς πείρας ἐμποιοῦσα τοῖς ἀνθρώποις τὸν φόβον.

Ξίφη τε καὶ πῦρ, καὶ θηρία, καὶ βόθροι καὶ τὰ στρεβλωτικὰ τῶν μελῶν ὄργανα· καὶ σιδηραῖ κατὰ πυρὸς καθέδραι. καὶ ξύλα ὄρθια, οἷς ἐντεινόμενα τῶν ἐνισταμένων τὰ σώματα ταῖς τῶν φοβερῶν ὀνύχων προσβολαῖς κατεξαίνετο, καὶ ἄλλα μυρία πρὸς τὰς πολυειδεῖς βασάνους τῶν σωμάτων ἐξευρημένα παρ᾽ αὐτοῖς ἐπενοεῖτο· καὶ σπουδὴ τοῖς τῶν ἐξουσιῶν τούτων ἐπειλημμένοις ἦν μία, τὸ μηδένα τοῦ ἑτέρου ἐν ὑπερβολῇ πικρίας ἐπιδειχθῆναι πραότερον. Καὶ οἱ μὲν εἰσήγγελλον· οἱ δὲ ἐπεδείκνυον· οἱ δὲ ἠρεύνων τοὺς κεκρυμμένους. Ἄλλοι τοῖς φεύγουσιν ἐπετίθεντο· ἄλλοι δὲ πρὸς τὰς κτήσεις τῶν πιστῶν ὁρῶντες, ὡς ἂν ἐγκρατεῖς γένοιντο τῶν πραγμάτων, ἐπὶ τῷ προσχήματι τῆς εὐσεβείας ἤλαυνον τοὺς ἀντεχομένους τῆς πίστεως. Σύγχυσις δὲ ἦν πᾶσα κατὰ τὸ ἔθνος καὶ ἀμηχανία πολλὴ, πάντων ἀλλήλοις δι᾽ ὑποψίας ὄντων, οὐ πατράσι τῆς παρὰ τῶν τέκνων εὐνοίας ἐν τοῖς φοβεροῖς παραμενούσης, οὐ παισὶ τὸ πιστὸν τῆς πατρικῆς κηδεμονίας ἐγγυωμένης τῆς φύσεως. Ἐμερίζετο δὲ κατ᾽ ἀλλήλων τὰ γένη πρὸς τὰς θρησκείας σχιζόμενα. Καὶ παῖς Ἑλληνίζων πιστῶν γονέων προδότης ἐγίνετο· καὶ κατὰ παιδὸς πεπιστευκότος ἐν ἀπιστίᾳ μένων ὁ πατὴρ κατήγορος ἦν. Καὶ ἀδελφὸς ἐκ τῆς αὐτῆς αἰτίας ἐπολέμει τῇ φύσει, ὅσιον κρίνων τὸν ὁμογενῆ τιμωρήσασθαι, εἰ τῆς εὐσεβείας ἀντέχοιτο.

Ἐντεῦθεν πλήρεις μὲν ἦσαν αἱ ἐρημίαι τῶν ἐλαυνομένων, κεναὶ δὲ τῶν οἰκητόρων αἱ οἰκίαι. Πολλὰ δὲ τῶν δημοσίων οἰκημάτων, ταῖς τῶν καθειργνυμένων ἀπετέτακτο χρείαις. Οὐ γὰρ ἦν ἱκανὰ τὰ δεσμωτήρια χωρεῖν ἐν ἑαυτοῖς τῶν διὰ τὴν πίστιν τιμωρουμένων τὸ πλῆθος. Ἀγοραί τε πᾶσαι καὶ σύλλογοι, κοινοί τε καὶ ἰδιάζοντες, ἀντὶ τῆς συνήθους φαιδρότητος, τὰς τοιαύτας μετελάμβανον συμφορὰς, τῶν μὲν ἐφελκομένων, τῶν δὲ ἀπαγομένων· ἄλλων ἐπὶ τοῖς γινομένοις ἢ γελώντων ἢ δακρυόντων· οὐ νηπίων ἦν ἔλεος, οὐ τιμὴ πολιᾶς, οὐκ ἀρετῆς αἰδὼς εἰσῄει τοῖς δυσμενέσιν· ἀλλ᾽ ὡς ἐν αἰχμαλωσίᾳ, πᾶσα ἡλικία τοῖς πολεμίοις τῆς πίστεως ἔκδοτος ἦν.

Οὐδὲ ταῖς γυναιξὶν ἐδίδου ἡ φυσικὴ τοῦ γένους ἀσθένεια, τῶν τοιούτων ἀναγκῶν ἐκτὸς μένειν· ἀλλ᾽ εἷς ἦν κατὰ πάντων ὁ τῆς ὠμότητος νόμος, ἴσῳ τῷ μέτρῳ τῆς τιμωρίας τῶν γινομένων ὑπάγων τὸν τῶν εἰδώλων ἀλλοτριούμενον, μὴ διακρίνων τὴν φύσιν. Τότε οὖν ἰδὼν ὁ μέγας ἐκεῖνος τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ὡς οὐ δυναμένων τῶν πολλῶν μέχρι τοῦ θανάτου τῆς εὐσεβείας προαγωνίσασθαι, σύμβουλος γίνεται τῇ Ἐκκλησίᾳ μικρὸν ὑποχωρῆσαι τῇ φοβερᾷ προσβολῇ, κρεῖττον εἶναι ἡγούμενος διὰ φυγῆς τὰς ψυχὰς αὐτῶν περισώσασθαι, ἢ ἑστῶτας ἐπὶ τῆς τῶν ἀγώνων παρατάξεως, λιποτάκτους γενέσθαι τῆς πίστεως· καὶ ὡς ἂν μάλιστα πεισθεῖεν οἱ ἄνθρωποι, μηδένα κίνδυνον φέρειν τῇ ψυχῇ, τὸ τὴν πίστιν διὰ φυγῆς περισώσασθαι, τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι, σύμβουλος τῆς ἀναχωρήσεως γίνεται· αὐτὸς πρὸ τῶν ἄλλων ἀναχωρήσας τῇ τοῦ κινδύνου φορᾷ· ἅμα δὲ καὶ τοῦτο τοῖς κρατοῦσι διὰ σπουδῆς μάλιστα ἦν, τὸ δι᾽ ἐκείνου καθάπερ στρατηγοῦ χειρωθέντος, πᾶσαν διαλῦσαι τῆς πίστεως τὴν παράταξιν, καὶ τούτου χάριν ἐκεῖνον ὑπὸ χεῖρα ποιήσασθαι τοῖς ἐχθροῖς διεσπούδαστο.

Ὁ δὲ ἦν ἔρημόν τινα καταλαβὼν λοφιὰν, ἔχων μεθ᾽ ἑαυτοῦ τὸν ἐκ νεωκόρου κατ᾽ ἀρχὰς προσαχθέντα τῇ πίστει, ἤδη τῇ χάριτι τῆς διακονίας ὑπηρετούμενον. Τῶν δὲ διωκόντων κατ᾽ ἴχνος ἑπομένων ἐν πλήθει πολλῷ, μηνύσαντος αὐτοῖς τὸν τόπον τινὸς ἐν ᾧ κατεκρύπτετο· οἱ μὲν ἐν κύκλῳ τὴν ὑπώρειαν τῆς λοφιᾶς διαλαβόντες ἐφύλαττον, ὅπως ἂν μηδαμόθεν αὐτῷ γένοιτο διαφυγεῖν, εἴπερ εἰς τοῦτο τραπείη· οἱ δὲ προσβάντες τῷ ὄρει, κατὰ πᾶν μέρος διερευνώμενοι, ἤδη καταφανεῖς ἐγίνοντο τῷ μεγάλῳ, κατ᾽ εὐθεῖαν πρὸς αὐτὸν ἀνατρέχοντες. Ἐκεῖνος δὲ διακελευσάμενος τῷ μετ᾽ αὐτοῦ, στερεᾷ τε καὶ ἀδιστάκτῳ τῇ πεποιθήσει στῆναι πρὸς τὸν Θεὸν, καὶ καταπιστεῦσαι τὴν σωτηρίαν αὐτῷ, τὰς χεῖρας εἰς προσευχὴν ἀνατείναντα, καὶ μηδὲ εἰ πλησίον γένοιντο οἱ διώκοντες ἐκκρουσθῆναι τῷ φόβῳ τὴν πίστιν· ὑπόδειγμα δὲ τῆς παραγγελίας ἑαυτὸν ἐποίει τῷ διακόνῳ, βλέπων τε πρὸς οὐρανὸν ἀμετατρέπτῳ ὄμματι, καὶ τεταμέναις ταῖς χερσὶν ἐν ὀρθίῳ τῷ σχήματι· καὶ οἱ μὲν ἐν τούτοις ἦσαν. Οἱ δὲ πρὸς αὐτοὺς ἀναδραμόντες, πανταχῆ τὸν τόπον περισκεψάμενοι, καὶ πᾶσαν ἔνστασιν θάμνου, καὶ πᾶσαν πέτρας προσβολὴν, καὶ πᾶσαν ἐκ χαράδρας κοιλότητα μετὰ πάσης ἀκριβείας διερευνησάμενοι, πάλιν τὴν ὑπώρειαν καταλαμβάνουσιν, ὡς φόβῳ τῶν διερευνωμένων εἰς φυγὴν τραπόντων τοῖς κάτω περιεστοιχισμένοις ὑπὸ χεῖρα γενέσθαι.

Ὡς οὖν οὔτε παρὰ τούτων εὑρέθη, καὶ παρ᾽ ἐκείνοις οὐκ ἦν· ὁ δὲ τὸν τόπον τῆς τοῦ μεγάλου διαγωγῆς κατασκεψάμενος σημείοις ὑπέγραφεν, ἐν ᾧ διεβεβαιοῦντο οἱ ζητοῦντες μηδένα ἑωρακέναι, πλὴν εἰ μὴ δύο δένδρα μόνον μικρὸν ἀπ᾽ ἀλλήλων διεστηκότα. Ἀνακεχωρηκότων δὲ τῶν ζητούντων, ὑπολειφθεὶς ὁ μηνυτὴς, καὶ καταλαβὼν ἐν προσευχῇ αὐτόν τε τὸν μέγαν καὶ τὸν σὺν αὐτῷ, καὶ γνοὺς τὴν θείαν φρουρὰν, δι᾽ ἧς ἐκεῖνοι δένδρα τοῖς διώκουσιν ἐνομίσθησαν, προσπίπτει τε αὐτῷ, καὶ πιστεύει τῷ λόγῳ. Καὶ ὁ πρὸ βραχέος διώκτης, εἷς τῶν φευγόντων ἐγένετο.

Μενόντων τοίνυν κατὰ τὴν ἔρημον χρόνον πολὺν (ἐπεκράτει γὰρ ὁ κατὰ τῆς πίστεως πόλεμος, χαλεπῶς τοῦ καθηγουμένου κατὰ τῶν προστιθεμένων τῷ λόγῳ τῆς εὐσεβείας λυσσῶντος), καὶ πάντων πρὸς φυγὴν τετραμμένων· ἐπειδὴ τὸ κατὰ τὸν μέγαν αὐτοῖς ἀπ᾽ ἐλπίδος ἦν, ὡς οὐκ ἂν ὑπὸ χεῖρά ποτε γενόμενον τοῖς διώκουσι· τότε κατὰ τῶν ὑπολοίπων τὴν λυσσώδη μανίαν ἑαυτῶν τρέψαντες, πανταχῆ κατὰ τὸ ἔθνος διηρευνῶντο πάντας ὁμοίως ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας, ὅσοις τὸ ὄνομα τοῦ Χριστοῦ τὸ σεβάσμιον ἦν· καὶ εἷλκον ἐπὶ τὴν πόλιν, καὶ τὰ δεσμωτήρια κατεπλήρουν, ἀντ᾽ ἄλλης τινὸς ἀδικίας ἔγκλημα ποιούμενοι κατ᾽ αὐτῶν τὴν εὐσέβειαν, ὡς μηδενὶ τότε τῶν κοινῶν προσασχολεῖσθαι τὰ δικαστήρια, ἢ τοῦτο μόνον διὰ σπουδῆς τοῖς κρατοῦσιν εἶναι, τὸ πάντας αἰκισμοὺς καὶ παντοίας στρεβλώσεις δι᾽ ἐπινοίας ἐπάγειν κατὰ τῶν ἀντεχομένων τῆς πίστεως.

Ἔνθα δὴ καὶ μᾶλλον πᾶσι κατάδηλον γίνεται, τὸ μηδὲν ἀθεεὶ τὸν μέγαν ἐκεῖνον βουλεύεσθαι. Φυλάξας γὰρ ἑαυτὸν διὰ τῆς φυγῆς τῷ λαῷ, κοινὴ συμμαχία τοῖς ὑπὲρ τῆς πίστεως ἀγωνιζομένοις ἅπασιν ἦν. Καθάπερ γὰρ περὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι πόῤῥωθεν ἀφεστηκὼς τῆς τῶν Ἀμαληκιτῶν παρατάξεως, διὰ προσευχῆς ἐνετίθει τοῖς ὁμοφύλοις κατὰ τῶν ὑπεναντίων τὴν δύναμιν· κατὰ τὸν αὐτὸν τρόπον κἀκεῖνος, οἷον ἐφορῶν τῷ ὀφθαλμῷ τῆς ψυχῆς τὰ γινόμενα, τὴν θείαν ἐπεκαλεῖτο συμμαχίαν ὑπὲρ τῶν ἐναθλούντων τῇ ὁμολογίᾳ τῆς πίστεως. Καί ποτε μετὰ τῶν συνόντων κατὰ τὸ σύνηθες τῷ Θεῷ προσευχόμενος, ἀθρόως ἀγῶνός τε καὶ θορύβου καταπλησθεὶς, ἔνδηλος ἦν ἐν τοῖς παροῦσιν οἷον ξενιζόμενος, καὶ ἐναγωνιῶν τῷ θεάματι, καὶ τὴν ἀκοὴν ἐπέχων, καθάπερ ἤχου τινὸς πρὸς αὐτὸν διαβαίνοντος. Καὶ διαγενομένου διαστήματος οὐκ ὀλίγου, μείνας πάντα τὸν ἐν τῷ μέσῳ χρόνον, ἀκλινὴς καὶ ἀκίνητος, εἶθ᾽ ὥσπερ τοῦ προκειμένου θεάματος εἰς ἀγαθὸν καταλήξαντος, πάλιν ἐπανῆλθέ τε πρὸς τὸ σύνηθες, καὶ ἀνευφήμησε τὸν Θεὸν ἐν λαμπροτάτῃ φωνῇ, τὸν ἐπινίκιόν τε καὶ εὐχαριστήριον ὕμνον ἐπιφθεγξάμενος, ὃν πολλαχῆ τῆς ψαλμῳδίας τοῦ Δαβὶδ ἀκούομεν λέγοντος, τὸ Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.

Τῶν δὲ περὶ αὐτὸν θαυμαστικῶς διατεθέντων, καὶ μαθεῖν ἀξιούντων, ὅ τί ποτε εἴη τὸ ἐν ὀφθαλμοῖς αὐτοῦ γενόμενον θέαμα, εἰπεῖν λέγεται, μέγα πτῶμα κατὰ τὴν ὥραν ἐκείνην ἑωρακέναι, καταπαλαισθέντος τοῦ διαβόλου ὑπὸ νεανίου τινὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. Τῶν δὲ ἀγνοούντων ἔτι τὸ εἰρημένον, σαφέστερον αὐτοῖς διηγεῖται, ὅτι συμμαχίᾳ κρείττονι κατὰ τὴν ὥραν ἐκείνην νεανίας τις τῶν εὐπατριδῶν, τοῖς ἱδρῶσι τῆς πίστεως ἐνηγωνίσατο, προσαχθεὶς ὑπὸ τῶν δημίων τῷ ἄρχοντι.

Προσέθηκε δὲ καὶ τὸ ὄνομα, Τρωάδιον αὐτὸν ὀνομάσας· καὶ ὅτι μετὰ πολλὰς βασάνους, αἷς γενναίως ἐνεκαρτέρησε, τὸν διὰ τῆς μαρτυρίας ἀνεδήσατο στέφανον. Ἐκπλαγεὶς δὲ πρὸς τὴν ἀκοὴν ὁ διάκονος, καὶ οὔτε ἀπιστεῖν τινι τῶν λεγομένων τολμῶν· καὶ ἅμα κρεῖττον τῆς ἀνθρωπίνης φύσεως εἶναι νομίσας, τὸ πόῤῥωθεν ὄντα τῆς πόλεως, μηδενὸς ἀνθρώπου τὰ κατ᾽ αὐτὸν διαγγείλαντος, ὡς ἐφεστῶτα τοῖς πράγμασι λέγειν πρὸς τοὺς συνόντας περὶ τῶν ἐκεῖ γενομένων, ἱκέτης γίνεται τοῦ διδασκάλου ὀφθαλμοῖς ἐπιτραπῆναι καὶ γνῶναι τὰ πεπραγμένα· καὶ μὴ κωλυθῆναι παρ᾽ αὐτοῦ γενέσθαι μέχρι τῶν τόπων αὐτῶν, ἐν οἷς τὸ θαῦμα ἐγένετο. Τοῦ δὲ φοβερὸν εἶναι λέγοντος, τὸ ἐν μέσῳ τῶν φονευτῶν γενέσθαι, καὶ πολλάκις ἐξ ἐπηρείας τοῦ ἀντικειμένου τι τῶν ἀβουλήτων παθεῖν, ἐπιθαρσεῖν ἔλεγεν ὁ διάκονος τῇ τῶν εὐχῶν αὐτοῦ συμμαχίᾳ, φθεγξάμενος ταύτην πρὸς αὐτὸν τὴν φωνήν· Σύ με παράθου τῷ Θεῷ, καὶ οὐδείς μοι φόβος καὶ τῶν πολεμίων καθάψεται. Τοῦ δὲ καθάπερ συνέμπορον αὐτῷ τὴν τοῦ Θεοῦ βοήθειαν διὰ τῆς εὐχῆς συνεκπέμψαντος, πεποιθὼς τὴν ὁδὸν διῄει, πρὸς οὐδένα τῶν ἀπαντώντων ἐπιστρεφόμενος. Ἑσπέριος δὲ τῆς πόλεως ἐντὸς γεγονὼς, καὶ κοπώδης ἐκ τῆς ὁδοιπορίας γενόμενος, λουτρῷ θεραπεῦσαι τὸν κόπον ἀναγκαῖον ᾠήθη.

Ἐπεκράτει δὲ κατὰ τὸν τόπον ἐκεῖνον δαίμων τις ἀνθρωποκτόνος ἐπιχωριάζων τῷ λουτρῷ, οὗ ἡ φθοροποιὸς δύναμις ἐνεργὸς μετὰ σκότος κατὰ τῶν προσεγγιζόντων ἐγίνετο, καὶ τούτου χάριν ἄβατον τὸ λουτρὸν ἦν ἐκεῖνο μετὰ τὰς ἡλίου δυσμὰς καὶ ἀνενέργητον· ᾧ παραστὰς ἠξίου τὸν ἐπιτεταγμένον ἀνοῖξαι τὴν θύραν, δοῦναί τε τὴν εἴσοδον αὐτῷ καὶ μὴ φθονῆσαι τῆς ἐκ τοῦ λουτροῦ θεραπείας. Τοῦ δὲ μαρτυρουμένου μηδένα τῶν κατὰ τὴν ὥραν ἐκείνην κατατολμώντων τοῦ ὕδατος ἰδίοις ὑποστρέψαι ποσὶν, ἀλλὰ πάντων μετὰ τὴν ἑσπέραν κατακρατεῖν τὸ δαιμόνιον, καὶ πολλοὺς ὑπ᾽ ἀγνοίας ἤδη παθεῖν τὰ ἀνήκεστα, οὓς ἀντὶ τῆς ἐλπισθείσης ἀνέσεως θρῆνοι καὶ οἰμωγαὶ διεδέξαντο· ταῦτα καὶ τὰ τοιαῦτα διεξιόντος, οὐδὲν μᾶλλον ἐκεῖνος ὑφίει τῆς ἐπιθυμίας, ἀλλ᾽ ἐνέκειτο παντὶ τρόπῳ καταναγκάζων αὐτὸν, εἰς τὰ ἐντὸς παραδέξασθαι. Ὁ δὲ τὸ μὴ συγκινδυνεῦσαι τῇ ἀγνοίᾳ τοῦ ξένου, κέρδος ποιούμενος, τὴν κλεῖν ἐπ᾽ αὐτῷ ποιησάμενος, πόῤῥω τοῦ λουτροῦ ἀπαλλάσσεται. Ἐπειδὴ δὲ γυμνωθεὶς ἐντὸς ἦν, πολύτροποί τινες φόβων καὶ καταπλήξεων ἀφορμαὶ παρὰ τοῦ δαιμονίου συνεσκευάζοντο, φάσματα παντοδαπὰ πυρὶ καὶ καπνῷ μεμιγμένην τὴν φύσιν ἐπιδεικνύμενα, ἐν ἀνθρώπων καὶ θηρίων μορφῇ τοῖς ὀφθαλμοῖς ἐμπίπτοντα, ταῖς ἀκοαῖς ἐνηχοῦντα, τῷ ἄσθματι προσεγγίζοντα, κύκλῳ περὶ τὸ σῶμα χεόμενα.

Ὁ δὲ τὴν σφραγίδα ἑαυτοῦ προβαλλόμενος, καὶ τὸ τοῦ Χριστοῦ ἀνακαλῶν ὄνομα, ἀπαθὴς τὸν πρῶτον διεξῆλθε τὸν οἶκον. Ἐπὶ δὲ τὸ ἐνδότερον χωρήσας, χαλεπωτέροις ἐνέτυχε τοῖς θεάμασιν, εἰς φοβερωτέραν μετασκευασθέντος τοῦ δαιμονίου τὴν ὄψιν· καὶ ἅμα σεισμῷ κατακλονεῖσθαι τὸν οἶκον ᾤετο, καὶ τὸ ἔδαφος ὑποῤῥηγνύμενον γυμνὴν ὑποδεικνύειν τὴν κάτω φλόγα, σπινθῆράς τε φλογώδεις ἀπὸ τῶν ὑδάτων ἐκπέμπεσθαι, καὶ πάλιν αὐτῷ τὸ ἴσον ὅπλον ἡ σφραγὶς, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα, καὶ ἡ διὰ τῶν εὐχῶν τοῦ διδασκάλου βοήθεια, τὰ φοβερὰ τῶν φαινομένων τε καὶ γινομένων διέχεεν.

Ἀνεθεὶς δὲ ἤδη τῷ ὕδατι, καὶ πρὸς τὴν ἔξοδον σπεύδων, πάλιν ἐκωλύετο, τοῦ δαιμονίου τῆς θύρας ἀντειλημμένου. Ἀλλὰ καὶ τοῦτο πάλιν τὸ κώλυμα διὰ τῆς ἴσης δυνάμεως αὐτομάτως ἐλύετο, τῇ σφραγίδι τῆς θύρας ὑποχωρούσης. Ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ προὐκεχωρήκει τὰ πάντα, ἐκβοῆσαι λέγεται πρὸς αὐτὸν ἀνθρωπίνῃ φωνῇ τὸ δαιμόνιον, μὴ ἐπ᾽ αὐτῷ τὴν δύναμιν ἐκείνην λογίσασθαι, δι᾽ ἧς τὸν ὄλεθρον ἔφυγεν· ἡ γὰρ φωνὴ τοῦ παραθεμένου αὐτὸν τῷ φυλάσσοντι τὸ ἀπαθὲς ἐχαρίσατο.

Διασωθεὶς τοίνυν κατὰ τὸν εἰρημένον τρόπον, ἔκπληξιν παρεῖχε τοῖς ἐπιστατοῦσι τοῦ τόπου, οὐδενὸς τῶν πώποτε κατὰ τὴν ὥραν ἐκείνην κατατολμησάντων τοῦ ὕδατος ἐν τοῖς ζῶσι φανέντος. Ἐπεὶ δὲ τούτοις τὰ καθ᾽ ἑαυτὸν διηγήσατο, καὶ τὰ κατὰ τὴν πόλιν τῶν μαρτύρων ἀνδραγαθήματα τοῦτον ἔγνω γεγενημένα τὸν τρόπον, ὃν ἐπὶ τῆς ἐρημίας ὁ μέγας διάγων προδιηγήσατο, προσθεὶς τοῖς περὶ αὐτοῦ διηγήμασί τε καὶ θαύμασι, δι᾽ ὧν τε εἶδε, καὶ δι᾽ ὧν ἤκουσε, καὶ δι᾽ ὧν τῇ ἑαυτοῦ πείρᾳ τῆς τοῦ μεγάλου πίστεως ἐδιδάχθη τὴν δύναμιν, ᾗ προσεμαρτύρησε τὸ δαιμόνιον, πάλιν ἀνατρέχει πρὸς τὸν διδάσκαλον· τοῖς τε κατ᾽ αὐτὸν, καὶ τοῖς μετὰ ταῦτα κοινὸν ἀφεὶς φυλακτήριον, τὸ διὰ τῶν ἱερέων ἕκαστον ἑαυτὸν τῷ Θεῷ παρατίθεσθαι. Καὶ νῦν ἐστι μὲν κατὰ πᾶσαν τὴν Ἐκκλησίαν, ἐξαιρέτως δὲ παρ᾽ ἐκείνοις ἡ τοιαύτη φωνὴ, τῆς τότε γεγενημένης τῷ ἀνδρὶ παρὰ τοῦ Γρηγορίου βοηθείας μνημόσυνον. Τῆς δὲ τυραννίδος ἐκείνης ἤδη κατὰ θείαν συμμαχίαν διαλυθείσης, καὶ πάλιν εἰρήνης τὴν ἀνθρωπίνην ζωὴν διαδεξαμένης, καθ᾽ ἣν ἄνετος ἦν κατ᾽ ἐξουσίαν προκειμένη πᾶσιν ἡ περὶ τὸ Θεῖον σπουδὴ, καταβὰς πάλιν ἐπὶ τὴν πόλιν, καὶ πᾶσαν περινοστήσας ἐν κύκλῳ τὴν χώραν, προσθήκην ἐποιεῖτο τοῖς ἁπανταχοῦ λαοῖς τῆς περὶ τὸ Θεῖον σπουδῆς, τὰς ὑπὲρ τῶν ἐνηθληκότων τῇ πίστει πανηγύρεις νομοθετήσας.

Καὶ διαλαβόντες ἄλλος ἀλλαχῆ τῶν μαρτύρων τὰ σώματα, κατὰ τὴν ἐτήσιον τοῦ ἐνιαυσιαίου κύκλου περίοδον συνιόντες, ἠγάλλοντο τῇ τιμῇ τῶν μαρτύρων πανηγυρίζοντες. Καὶ γὰρ δὴ καὶ τοῦτο τῆς μεγάλης αὐτοῦ σοφίας ἀπόδειξις ἦν, ὅτι πρὸς καινὸν βίον μεταῤῥυθμίζων πᾶσαν ἀθρόως τὴν κατ᾽ αὐτὸν γενεὰν, οἷόν τις ἡνίοχος ἐπιστὰς τῇ φύσει, καὶ τοῖς τῆς πίστεως καὶ θεογνωσίας χαλινοῖς ἀσφαλῶς αὐτοὺς ὑποζεύξας, ἐνεδίδου τι μικρὸν τῷ ζυγῷ τῆς πίστεως δι᾽ εὐφροσύνης ὑποσκιρτᾷν τὸ ὑπήκοον. Συνιδὼν γὰρ ὅτι ταῖς σωματικαῖς θυμηδίαις τῇ περὶ τὰ εἴδωλα πλάνῃ παραμένει τὸ νηπιῶδες τῶν πολλῶν καὶ ἀπαίδευτον· ὡς ἂν τὸ προηγούμενον τέως ἐν αὐτοῖς μάλιστα κατορθωθείη, τὸ πρὸς Θεὸν ἀντὶ τῶν ματαίων σεβασμάτων βλέπειν, ἐπαφῆκεν αὐτοῖς ταῖς τῶν ἁγίων μαρτύρων ἐμφαιδρύνεσθαι μνήμαις, καὶ εὐπαθεῖν, καὶ ἀγάλλεσθαι, ὡς χρόνῳ ποτὲ κατὰ τὸ αὐτόματον πρὸς σεμνότερόν τε καὶ ἀκριβέστερον μετατεθησομένου τοῦ βίου, καὶ πρὸς ἐκεῖνο καθηγουμένης τῆς πίστεως, ὅπερ δὴ καὶ ἐν τοῖς πολλοῖς ἤδη κατωρθώθη, πάσης θυμηδίας ἀπὸ τῶν τοῦ σώματος ἡδέων πρὸς τὸ πνευματικὸν τῆς εὐφροσύνης εἶδος μετατεθείσης.