Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Ασκητικός βίος, οράματα και θαυματουργικές ιάσεις

Η αφιέρωση του αγίου στον ασκητικό βίο, οι θείες αποκαλύψεις μέσω των Αποστόλων και τα θαύματα θεραπείας ασθενών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 12

Ὁ δὲ τότε ἱερατεύων, μαθὼν τὰ περὶ Ἰωάννου, ἠβουλήθη χειροτονῆσαι αὐτόν, ἵν’ ὅπως καὶ διάδοχος αὐτοῦ γενηθῇ. Ὁ δὲ θεῖος οὗτος, ἀναμαθών, λάθρᾳ ἀναχωρήσας εἰς τὴν ἰδίαν πατρίδα οἴκαδε ἐπανῄει, ὀκτὼ τοίνυν τότε καὶ δέκατον ἔτος ἄγων τῆς ἡλικίας, ὥστε πάντας θαυμάσαι τὴν ἐπικειμένην αὐτῷ σύνεσιν.

Ὁ δὲ μακάριος Μελέτιος ἐπιτρέπει αὐτῷ συχνῶς πλησιάζειν αὐτοῦ, ἐρασθεὶς τοίνυν τοῦ κάλλους τῆς καρδίας αὐτοῦ, προφητικῷ ὄμματι προκαθοπτριζόμενος τοῦ μακαρίου τὴν ἔκβασιν. Παρεκάλει δὲ αὐτὸν τὸν μοναδικὸν ὑπελθεῖν βίον· διεκωλύθη δ’ ὅμως ἐκ τῶν συχνῶν τῆς μητρὸς παρακλήσεων.

Ὡς γὰρ ἔγνω ταῦτα αὐτὸν βουλευόμενον, ἐπιλαμβάνει τῆς δεξιᾶς καὶ ἀποδυρομένη ἔλεγε πρὸς αὐτόν· «Ὦ τέκνον ἡδύτατον, τοῦ σοῦ μὲν πατρὸς οὐκ ἀπήλαυσα ἐπὶ πολύ, ὡς ἠθέλησε κύριος. Ἱκετεύω οὖν σέ, τέκνον, μὴ δευτέρᾳ χηρείᾳ με περιβαλεῖν. Τί, τέκνον, ἐμοὶ ἡ ζωή; Οὐδὲν ἕτερον ἐκδέχομαι καθ’ ἡμέραν εἰ μὴ τὸν θάνατον. Ὅταν οὖν τῇ γῇ παραδώσῃς με καὶ τοῖς ὀστέοις τοῦ πατρός σου ἀναμείξῃς, τότε πέλου ἀποδημίας μακρᾶς.» Ταῦτα καὶ τὰ τοιαῦτα ἡ μήτηρ λέγουσα ἔπεισε τότε μὴ χωρισθῆναι, ἀλλὰ μεῖναι ἐν τῇ πόλει καὶ διάγειν ἐν ταπεινότητι. Τότε οὖν Ζήνων ὁ ἐπίσκοπος Ἱεροσολύμων ἀναγνώστην καθίστησι τὸν μακάριον Ἰωάννην. Εὐθέως οὖν ἤρξατο ἄκραν σκληραγωγίαν. Καὶ τοὺς κατ’ Ἰουδαίους ἓξ λόγους συνέταξεν. Χρόνου δὲ οὐ πολλοῦ διϊππεύοντος, τέλει τοῦ βίου ἐχρήσατο καὶ ἡ μακαρία αὐτοῦ μήτηρ· καὶ ταύτην ἐντίμως κηδεύσας καὶ πάντα τὰ ἐνυπάρχοντα αὐτῷ τοῖς πτωχοῖς διανείμας, καὶ οὕτως ἤρξατο τῆς ἄκρας ἀρετῆς ἐργάτης δόκιμος ἀναφανῆναι. Καὶ τοὺς πέλας αὐτῷ παρέδωκεν ὅρους περὶ ὠφελείας ψυχῆς, προσευχῆς, ἀσκήσεως, μελέτης γραφῶν καὶ μιμεῖσθαι τὰς πολιτείας τῶν ἁγίων· δι’ ὧν εἰς πόθον θεῖον τοὺς πάντας ἐκίνει καὶ εἰς μετάνοιαν ἦγεν καὶ εἰς ἀρετὴν ἀνεκόμιζε.

Φήμη δὲ τότε μεγάλη διέδραμεν πανταχοῦ περὶ αὐτοῦ περὶ ὧν ἠξιώθη ὑπὸ θεοῦ χαρισμάτων. Ὁρᾷ γάρ ποτε ἱστάμενος ἐν προσευχῇ ὁ μακάριος ἄνδρας δύο φωτοειδεῖς καὶ ἐν δόξῃ ἀνεκφράστῳ περικειμένους· εἶχε μὲν οὖν ὁ εἷς τόμον ἐν τῇ χειρί, ὁ δ’ ἄλλος κατέχων κλεῖδα. Ὁ δὲ τούτους θεασάμενος ἔμφοβος ἦν. Οἱ δὲ λέγουσιν αὐτῷ· «Θάρσει, ἀνὴρ ἐπιθυμιῶν, ὅτι διὰ σοῦ ηὐδόκησεν ὁ θεὸς σαβαώθ σε τὰ ἀπόκρυφα τῆς γραφῆς· καὶ δώσει σοι τὸ πανάγιον αὐτοῦ πνεῦμα νόον αἰγλήεντα.

Δέξαι τοῦτον τὸν χάρτην ἐκ τῶν χειρῶν μου· ἐγὼ γάρ εἰμι Ἰωάννης ὁ ἐν τῷ μυστικῷ δείπνῳ ἀναπεσὼν ἐν τῷ στήθει τοῦ κυρίου ἡμῶν.» Ὁ δ’ ἕτερος ἐκτείνας τὴν χεῖρα λέγει αὐτῷ· «Λάβε, Ἰωάννη, ταύτην τὴν κλεῖδα· ἐγὼ γάρ εἰμι Πέτρος ὁ τοῦ κυρίου μαθητής· καὶ λέγω σοι ὅτι ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ καὶ ὅσ’ ἂν δήσῃς δεδεμένα ἔσται.» Ὁ δὲ τὸν αὐχένα σὺν τοῖς γόνασι κλίνας λέγει· «Τίς ἐγώ εἰμι, κύριοί μου, ὁ ἁμαρτωλὸς πρὸς ταῦτα; Οὐκ εἰμὶ ἄξιος τοιαύτης κατατολμῆσαι διακονίας.» Οἱ δὲ λέγουσιν· «Ἀνδρίζου καὶ ἴσχυε· μὴ ἀποκρύψῃς τὴν δοθεῖσάν σοι χάριν. Λάλησον, φώτισον τὸν τοῦ κυρίου λαὸν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.» Ὁ δὲ ἔκτοτε ἤρξατο συνιέναι τὰς θείας γραφὰς καὶ ἑρμηνεύειν τὰς ἐν αὐταῖς δυσνοήτους λέξεις, συγγραψάμενός τε καὶ βίβλους πρὸς ὠφέλειαν τῶν θελόντων σωθῆναι.

Ἀνήρ τις ἦν τότε πλούσιος λελωβημένος τὸν ὀφθαλμὸν ἐκ τῆς ἡμικρανίας νόσου· ὃς τότε πολλὰ χρήματα διακενώσας τοῖς ἰατροῖς οὐδὲν ὅλως ἴσχυσε τυχεῖν θεραπείας· ὁ δὲ παρὰ πολλῶν ἤκουε· «Διὰ τοῦ Ἰωάννου τὰς χάριτας ἰαθήσῃ.» Ὃς καὶ ἐν αὐτῷ ὠκέως παραγενόμενος καὶ παρ’ αὐτοῦ ηὐλογηθεὶς τὴν ἴασιν εἴληφεν, ὥστε πάντας θαυμάσαι ἐπὶ τῷ παραδόξῳ θεάματι.

Ἕτερος δὲ πάλιν ἐν Ἀντιοχείᾳ ὀνόματι Ἀρχέλαος, ἀξιωματικὸς ὤν, ἐξήνθησεν αὐτῷ λέπρα σφοδρή· καὶ πολλὰ κοπιάσας ἐν ἰατροῖς, οὐδὲν ὄφελος ἰατρείας εἴληφε· καὶ μετὰ ταῦτα πρὸς Ἰωάννην ὕστατον ἔρχεται καί φησιν αὐτῷ· «Ἱκέτευσον τὸν θεὸν δι’ ἐμοῦ τοῦ ἀποστῆναι ἀπ’ ἐμοῦ ἡ λέπρα.» Ὁ δὲ πρὸς αὐτόν· «Σύνταξον τῷ θεῷ τοῦ κενῶσαι πλοῦτον εἰς χεῖρας πτωχῶν· καὶ ἰαθήσῃ.» Ὁ δὲ συνταξάμενος καὶ δι’ εὐχῶν τοῦ ἁγίου ὑγιὴς ἀναδείκνυται. Πάντας τοίνυν ἐνουθέτει, ἐδίδασκεν τὰ θεῖα λόγια τῶν γραφῶν· καὶ πολλοὶ δι’ αὐτοῦ τὴν ὁδὸν τοῦ εὐαγγελίου ἐβάδισαν.

Τότε τοίνυν πάλιν γυνή τις, ὀνόματι Χριστῖνα, αἱμορροίας ἐσχηκυῖα ἐπὶ ἑπταετῆ χρόνον καὶ πολλὰ τῶν ὑπαρχόντων ἀναλωσαμένη δι’ ὠφέλειαν παρ’ ἰατρῶν, ἀνίατρος ἔμενε. Καὶ δὴ τὸ τοῦ Ἰωάννου ὄνομα ἐμεγαλύνετο πανταχοῦ. Τούτη τοίνυν ἐπάρασα πρὸς αὐτὸν καὶ τὸ γεγονὸς δῆλον αὐτῷ ἐποίησεν καὶ δι’ εὐχῆς τὴν ἴασιν ἔσχηκεν. Καὶ δέδωκεν αὐτῇ ἐντολὴν τοῦ διάγειν ἐν τῷ θελήματι τοῦ θεοῦ.

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις λέων πάμμεγας <ἦν> ἐμφωλεύων τοῖς ἐκείνοις ὄρεσι· καὶ πολλὰ κτήνη καὶ ἄνθρωποι δι’ αὐτοῦ ἀνηλώθησαν· ὅθεν τοὺς πάντας σφοδρῶς φοβεῖσθαι· πρὸς Ἰωάννην κατέτρεχον καὶ τὸ γεγονὸς τοῦ θηρὸς ἀναγγέλλοντες. Ὁ δὲ ἐν τῷ ὄρει ἔνθα ὁ θὴρ ἔκειτο παραγενόμενος κατέχων ἐν τῇ χειρὶ τὸ σταυρικὸν ὅπλον· καὶ δὴ τοῦτον καὶ πάντας ὁ θὴρ θεασάμενος, κεχηνὼς πρὸς αὐτοὺς διεξέθορεν. Καὶ συνεγγὺς τοίνυν γενόμενος—ὅρα τοῦ μακαρίου τὰ θαύματα—, τὸν σταυρὸν πρὸς τὸν θῆρα ἀράμενος καὶ αὐτὸν τύψας παραχρῆμα ἐλάκισεν. Καὶ πάντες ἐν μιᾷ ψυχῇ τε καὶ στόματι τὸν θεὸν ηὐχαρίστουν καὶ τὸν τούτου γνήσιον δοῦλον Ἰωάννην διηνεκῶς ἐμεγάλυνον.