Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Ερωταποκρίσεις περί σοφίας και πνευματικής εργασίας
Εκτενής σειρά ερωταποκρίσεων για τους πνευματικούς κινδύνους, την αληθινή σύνεση, τον αόρατο πόλεμο, τα δάκρυα, τα οράματα και τη νοερά θεωρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερωταποκρίσεις περί σοφίας και πνευματικής εργασίας
Εκτενής σειρά ερωταποκρίσεων για τους πνευματικούς κινδύνους, την αληθινή σύνεση, τον αόρατο πόλεμο, τα δάκρυα, τα οράματα και τη νοερά θεωρία.
ΛΟΓΟΣ ΠΕʹ ΠΕΡΙ ΔΙΑΦΟΡΩΝ ΥΠΟΘΕΣΕΩΝ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ Ἐρώτησις. Ποίῳ δεσμῷ συνδέδεται ἡ καρδία τοῦ ἀνθρώπου τοῦ μὴ τρέχειν εἰς τὰ κακά;
Ἀπόκρισις. Ἐν τῷ ἀκολουθῆσαι διαπαντὸς τῇ σοφίᾳ καὶ πλεονεκτῆσαι ἐν τῇ διδαχῇ τῆς ζωῆς. Ἄλλος γὰρ δεσμὸς ἰσχυρότερος τῇ ἀταξίᾳ τῆς διανοίας οὐκ ἔστιν.
Ἐρώτησις. Ἕως πότε ὁ ὅρος τοῦ στέρξαι τῷ κατακολουθοῦντι τῇ σοφίᾳ, καὶ ἐν τίνι τελειοῦται ἡ μάθησις αὐτῆς;
Ἀπόκρισις. Ὄντως ἀδύνατον φθάσαι ἐν πορείᾳ τὸν ὄρον τοῦτον· ὅτι καὶ οἱ ἅγιοι ἐλλιπεῖς εἰσι πρὸς τὴν τελειότητα αὐτῆς. Τῆς γὰρ ὁδοιπορίας τῆς σοφίας οὐκ ἔστι πέρας. Ἕως δὲ τούτου ὑψοῦται, ἕως οὗ ἂν ἑνώσῃ τῷ Θεῷ τὸν ἀκολουθοῦντα αὐτῇ. Καὶ τοῦτο σημεῖον αὐτῆς, ὅτι ἀπέραντός ἐστιν ἡ κατανόησις αὐτῆς· ὅτι ἡ σοφία αὐτός ἐστιν ὁ Θεός.
Ἐρώτησις. Ποία ἐστὶν ἡ πρώτη τρίβος καὶ ἀρχή, ἥτις ποιεῖ ἡμᾶς πλησιάσαι τῇ σοφίᾳ;
Ἀπόκρισις. Τὸ ἐν πάσῃ δυνάμει καταδιῶξαι τοῦ Θεοῦ τὴν σοφίαν καὶ σπουδάσαι ἐν τῇ καταδιώξει αὐτοῦ ὁλοψύχως ἕως τέλους καὶ αὐτὴν τὴν ζωὴν αὐτοῦ, ἡνίκα δέῃ, ἀποδύσασθαι καὶ ῥίψαι αὐτὴν ἐξ ἑαυτοῦ μὴ ἀμελῆσαι διὰ τὴν ἀγάπην τοῦ Θεοῦ.
Ἐρώτησις. Τίς ἐστιν ὁ ἀξίως ὀνομαζόμενος συνετός;
Ἀπόκρισις. Ὁ ἐν ἀληθείᾳ συνιείς, ὅτι τῆς ζωῆς ταύτης ὅρος ἐστίν, αὐτός ἐστιν ὁ δυνάμενος ὅρον ποιῆσαι ταῖς πλημμελείαις αὑτοῦ. Ποία γὰρ γνῶσις ἢ σύνεσις μείζων ταύτης, τοῦ σοφίσασθαί τινα τὸ ἐξελθεῖν ἐκ ταύτης τῆς ζωῆς ἐν ἀφθαρσίᾳ, μὴ ἔχοντα μέρος μεμιασμένον ἐκ τῆς γλυκύτητος αὐτῆς;
Ἐὰν γὰρ ἄνθρωπός τις λεπτύνων τὰ νοήματα αὑτοῦ, εἰσελθεῖν εἰς τὰ μυστήρια ὅλων τῶν φύσεων, καὶ πλουτῶν ἐν ἐφευρέσει καὶ κατανοήσει ἐν πάσῃ γνώσει, καὶ ἡ ψυχὴ αὐτοῦ ῥερυπωμένη τῷ ῥύπῳ τῆς ἁμαρτίας, καὶ οὐκ ἐκτήσατο μαρτυρίαν ἐν ἐλπίδι ψυχῆς αὑτοῦ, ἀλλὰ δοκεῖ καλῶς φθάσαι εἰς τὸν λιμένα τῆς πεποιθήσεως, οὐκ ἔχει ὁ κόσμος ἀφρονέστερον αὐτοῦ. Ἕως γὰρ τῆς ἐλπίδος τοῦ κόσμου τούτου μόνον μετήνεγκεν αὐτὸν τὰ ἔργα αὐτοῦ ἐν τῷ πρὸς αὐτὸν ἀδιαλείπτῳ δρόμῳ.
Ἐρώτησις. Ποῖός ἐστιν ὁ ἰσχυρότερος ἐν τῇ ἀληθείᾳ;
Ἀπόκρισις. Ὁ εὐδοκῶν ἐν θλίψεσι προσκαίρως, ἐν αἷς κέκρυπται ἡ ζωὴ καὶ ἡ δόξα τῆς νίκης αὐτοῦ, καὶ οὐ ἐπεθύμησε τὸν πλατυσμόν, ἐν ᾧ κέκρυπται ἡ ὀσμὴ τῆς αἰσχύνης, τὸ ἐν παντὶ καιρῷ ποτίζοντα τὸν εὑρίσκοντα αὐτὸν ποτήριον στεναγμοῦ.
Ἐρώτησις. Τί βλάπτει ἆρα ἐν τῇ ὁδοιπορίᾳ τῇ πρὸς Θεόν, ἐάν τις ἐκκλίνῃ ἐκ τῶν ἀγαθῶν ἔργων διὰ τοὺς πειρασμούς;
Ἀπόκρισις. Οὐκ ἐνδέχεταί τινα πλησιάσαι τῷ Θεῷ χωρὶς θλίψεως καὶ οὐ φυλάττεται ἡ δικαιοσύνη αὐτοῦ ἀναλλοίωτος χωρὶς αὐτῆς. Καὶ ἐὰν κόψῃ τὰ ἔργα τὰ αὐξάνοντα αὐτήν, κόπτει καὶ τὰ φυλάσσοντα αὐτήν, καὶ ὡς θησαυρὸς ἀφύλακτος εὑρίσκεται καὶ ὡς ἀθλητὴς γυμνωθεὶς τῶν ὅπλων αὑτοῦ καὶ ὥσπερ ναῦς εὑρίσκεται μὴ ἔχουσα τὰ σκεύη αὑτῆς καὶ ὡς παράδεισος ἐκκοπείσης αὐτοῦ τῆς πηγῆς τοῦ ὕδατος.
Ἐρώτησις. Τίς ἐστιν ὁ πεφωτισμένος ἐν τοῖς νοήμασιν αὐτοῦ;
Ἀπόκρισις. Ὅστις ἔφθασεν εὑρεῖν τὴν πικρότητα τὴν κεκρυμμένην ἐν τῇ γλυκύτητι τοῦ κόσμου καὶ ἐκώλυσε τὸ στόμα αὑτοῦ, τοῦ μὴ πιεῖν ἐκ τούτου, καὶ κλείων τὰς θύρας τῶν αἰσθήσεων αὑτοῦ, ἵνα μήποτε εἰσέλθῃ ἐν αὐτῷ ὁ πόθος τοῦ βίου τούτου καὶ κλέψῃ ἐξ αὐτοῦ τοὺς κρυπτοὺς θησαυροὺς αὐτοῦ.
Ἐρώτησις. Τί ἐστιν ὁ κόσμος, καὶ πῶς γινώσκομεν αὐτὸν καὶ τί βλάπτει τοὺς ἀγαπῶντας αὐτόν;
Ἀπόκρισις. Ὁ κόσμος πόρνη ἐστίν, ἥτις τῇ ἐπιθυμίᾳ τοῦ κάλλους αὑτῆς ἕλκει τοὺς ὁρῶντας εἰς τὸν πόθον αὑτῆς, καὶ ὁ κρατηθεὶς μερικῶς τῷ πόθῳ αὐτοῦ καὶ περιπλακεὶς αὐτῷ, οὐ δύναται ἐξειληθῆναι ἐκ τῶν χειρῶν αὐτοῦ, ἕως ἂν ἀποδύσῃ αὐτὸν τὴν ζωὴν αὐτοῦ. Καὶ ὅταν γυμνώσῃ αὐτὸν ἐκ πάντων καὶ ἐκφέρῃ αὑτὸν ἐκ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ, τότε γνωρίζει αὐτὸν ὁ ἄνθρωπος πλάνου ὄντως καὶ ἀπατεῶνα.
Ὅταν δέ τις ἀγωνίσηται ἐξελθεῖν ἐκ τοῦ σκότους τοῦ κόσμου τούτου, ἕως ἂν ᾖ κεκρυμμένος ἐν αὐτῷ, οὐ δύναται ἰδεῖν τὰς περιπλοκὰς αὐτοῦ. Καὶ οὕτως ὁ κόσμος οὐ μόνον τοὺς μαθητὰς αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ καὶ τοὺς δεδεμένους ἔνδον αὐτοῦ κρατεῖ, ἀλλὰ καὶ τοὺς ἀκτήμονας καὶ ἀσκητὰς καὶ τοὺς κλάσαντας τὰ δεσμὰ αὐτοῦ καὶ προσάπαξ γενομένους ἐπάνωθεν αὐτοῦ· ἰδοὺ ἤρξατο θηρεύειν αὐτοὺς εἰς τὰ ἔργα αὑτοῦ ἔν τισι τρόποις καὶ καταπατεῖ αὑτοὺς καὶ τίθησιν αὐτοὺς κάτωθεν τῶν ποδῶν αὑτοῦ.
Ἐρώτησις. Τί ποιοῦμεν τῷ σώματι, ὅταν περικυκλώσῃ αὐτῷ ἡ ὀδύνη καὶ τὸ βάρος, ὅτι συγχαυνοῦνται αὐτῷ τὸ θέλημα τὸ ἐκ τῆς ἐπιθυμίας τοῦ ἀγαθοῦ καὶ τῆς πρώτης ἰσχύος αὐτοῦ;
Ἀπόκρισις. Τοῦτο γίνεται πολλάκις ἐπί τισιν· ὅτι τὸ ἥμισυ αὐτῶν ἐξῆλθεν ὀπίσω τοῦ Κυρίου, καὶ τὸ ἥμισυ αὐτῶν ἔμεινεν ἐν τῷ κόσμῳ καὶ ἡ καρδία αὐτῶν οὐκ ἐκόπη ἐκ τῶν ἐνταῦθα, ἀλλὰ διεμερίσθησαν καθ’ ἑαυτούς. Καὶ ποτὲ μὲν ἔμπροσθεν βλέπουσι, ποτὲ δὲ ὀπίσω καί, ὡς νομίζω ἐγώ, ὅτι ὁ σοφὸς τοὺς οὕτω μεμερισμένους καὶ προσεγγίζοντας τῇ ὁδῷ τοῦ Θεοῦ παραινεῖ λέγων· «μὴ προσέλθῃς αὐτῷ ἐν δύο καρδίαις», ἀλλ’ ὡς ὁ σπείρων καὶ ὡς ὁ θερίζων πρόσελθε αὐτῷ. Καὶ ὁ Κύριος τοὺς ἀποτασσομένους οὐ τελείως τῷ κόσμῳ, ἀλλὰ μεμερισμένους ὄντας, καὶ τῷ λόγῳ ἢ μᾶλλον τῷ λογισμῷ εἰς τὰ ὀπίσω στρεφομένους ἐκ τῆς προφάσεως τοῦ φόβου τῶν θλίψεων, εἰδώς, καὶ ὅτι τὴν ἐπιθυμίαν τῆς σαρκὸς ἀκμὴν οὐκ ἔρριψαν ἀπ’ αὐτῶν, ὅτε ἠθέλησεν ἀπορρῖψαι τὴν χαύνωσιν τῆς διανοίας ἐξ αὑτῶν, λόγον αὐτοῖς ὡρισμένον εἶπεν· «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, πρῶτον ἀπαρνησάσθω ἑαυτόν», καὶ τὰ ἑξῆς.
Ἐρώτησις. Καὶ ἆρα τί ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν;
Ἀπόκρισις. αʹ. Ἵνα, ὥσπερ ὁ ἑτοιμασθεὶς ἐν τῷ σταυρῷ ἀνελθεῖν, μόνην τὴν ἔννοιαν λαμβάνει τοῦ θανάτου ἐν τῷ λογισμῷ αὐτοῦ, καὶ οὕτως ἐξέρχεται, ὡς ἄνθρωπος μὴ ἐνθυμούμενος πάλιν ἔχειν μέρος ζωῆς ἐν τῇ ζωῇ ταύτῃ τοῦ παρόντος αἰῶνος, οὕτω καὶ ὁ τὸ εἰρημένον πληρῶσαι βουλόμενος. Ὁ γὰρ σταυρός, πρὸς πᾶσαν θλῖψιν ἕτοιμόν ἐστι θέλημα. Καὶ ὅτε ταῦτα πάλιν ἠθέλησε διδάξαι διατί οὕτως ἐστίν, εἶπεν· «ὁ θέλων ζῆσαι ἐν τῷ κόσμῳ τούτῳ, ἀπολέσει ἑαυτὸν ἐκ τῆς ζωῆς τῆς ἀληθινῆς, ὁ δὲ ἀπολύων ἑαυτὸν ὧδε ἕνεκεν ἐμοῦ, εὑρήσει ἑαυτὸν ἐκεῖ». Τουτέστιν ὁ διαβαίνων τὴν ὁδὸν τοῦ σταυροῦ καὶ τὰ διαβήματα αὑτοῦ τιθεὶς ἐν αὐτῇ. Εἰ δέ τις πάλιν μεριμνᾷ τῆς ζωῆς ταύτης, ἀπώλεσεν ἑαυτὸν ἐκ τῆς ἐλπίδος, δι’ ἧς ἐξῆλθε θλιβῆναι· ὅτι ἡ μέριμνα αὕτη οὐκ ἐᾷ αὐτὸν προσεγγίσαι τῇ διὰ Θεὸν θλίψει, ἀλλ’ ἐν τῇ διαμονῇ αὐτοῦ τῇ πρὸς αὐτὴν ἕλκει αὐτὸν κατὰ μικρὸν καὶ ἐκφέρει αὐτὸν ἐκ μέσου τοῦ ἀγῶνος τῆς ζωῆς τῆς μακαριότητος, καὶ αὐξάνει ἐν αὐτῷ ὁ λογισμὸς οὗτος, ἕως ἂν νικήσῃ αὐτόν.
Ὁ δὲ ἀπολλύων τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ ἐν τῇ διανοίᾳ αὑτοῦ διὰ τὸν πόθον μου, οὗτος ἀνέγκλητος καὶ ἀβλαβὴς φυλάττεται εἰς τὴν αἰώνιον ζωήν. Καὶ τοῦτό ἐστι τό, «ὁ ἀπολλύων τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν».
βʹ. Λοιπὸν ἐντεῦθεν ἐξ ἑαυτοῦ ἑτοίμασον τὴν ψυχήν σου εἰς ἀφανισμὸν τέλειον ἐκ ταύτης τῆς ζωῆς. Καὶ ἐὰν ἀπόλλῃς σεαυτὸν ἐκ τῆς ζωῆς ταύτης, ἐρεῖ σοι ἐν ταύτῃ τῇ διανοίᾳ· «καὶ δώσω σοι», φησί, «ζωὴν αἰώνιον καθὼς ἐπηγγειλάμην σοι». Ἐὰν δὲ ἐν τῇ ζωῇ ταύτῃ μείνῃς, τὴν ἐπαγγελίαν μου ἐν ἔργῳ ἐνδείξομαί σοι ἐνταῦθα καὶ τὴν βεβαίωσιν τῶν μελλόντων ἀγαθῶν, καὶ τότε εὑρίσκεις τὴν αἰώνιον ζωήν, ὅτε τῆς ζωῆς ταύτης καταφρονήσεις.
Καὶ ὅταν εἰσέλθῃς ἐν τῇ παρασκευῇ ταύτῃ εἰς τὸν ἀγῶνα, τότε καταφρονεῖται ἐν ὀφθαλμοῖς σου πάντα τὰ νομιζόμενα ἐπίπονα καὶ θλιβερά. Ὅταν γὰρ ὁ νοῦς οὕτω παρασκευῇ ταύτῃ εἰς τὸν ἀγῶνα, τότε καταφρονεῖται ἐν ὀφθαλμοῖς σου πάντα τὰ νομιζόμενα ἐπίπονα καὶ θλιβερά. Ὅταν γὰρ ὁ νοῦς οὕτω παρασκευασθῇ, οὐκ ἔχει ἀγῶνα οὔτε θλῖψιν ἐν τῷ καιρῷ τοῦ κινδύνου τοῦ θανάτου. Διὰ τοῦτο ἀκριβῶς δεῖ εἰδέναι, ὅτι, ἐὰν μὴ μισήσῃ ἄνθρωπος τὴν ζωὴν αὑτοῦ ἐν τῷ κόσμῳ διὰ τὴν ἐπιθυμίαν τῆς μελλούσης καὶ μακαρίας ζωῆς, οὐ δύναται τὸ σύνολον ὑπομεῖναι τὰς καθ’ ἑκάστην ὥραν ἐπερχομένας τούτῳ παντοίας θλίψεις καὶ πόνους.
Ἐρώτησις. Ποίῳ τρόπῳ κόπτει ὁ ἄνθρωπος τὴν πρώτην συνήθειαν αὑτοῦ καὶ συνηθίζει ἑαυτὸν ἐν τῇ ζωῇ τῆς ἐνδείας καὶ τῆς ἀσκήσεως;
Ἀπόκρισις. αʹ. Ζῆσαι τὸ σῶμα ἐκτὸς τῆς χρείας αὑτοῦ οὐ πείθεται, ἐφ’ ὅσον περιέρχεται ἐν ταῖς αἰτίαις τῆς τρυφῆς καὶ τῆς χαυνώσεως, καὶ οὐ δύναται τοῦτο ὁ νοῦς κατέχειν ἀπὸ τῶν τοιούτων, ἕως ἂν μὴ ξενωθῇ τὸ ῥηθὲν σῶμα ἐκ πάντων τῶν ποιούντων τὴν χαύνωσιν. Διότι, ὅταν εὕρῃ ἰδεῖν τὴν θεωρίαν τῆς τρυφῆς καὶ τῶν πραγμάτων καὶ βλέπῃ σχεδὸν καθ’ ἑκάστην ὥραν τὰ τῆς χαυνώσεως αἴτια, ἐξυπνίζεται ἐν αὐτῷ ἡ ἐπιθυμία αὐτῶν διάπυρος, καὶ οὕτως ἐρεθίζει ὡς διακαίουσα.
βʹ. Διά τοι τοῦτο καὶ πάνυ καλῶς τῷ ἀκολουθῆσαι ὀφείλοντι ὁ λυτρωτὴς Κύριος ἐνετείλατο, γυμνωθῆναι καὶ ἐξελθεῖν ἐκ τοῦ κόσμου. Διότι πρῶτον ὀφείλει ὁ ἄνθρωπος ῥίψαι τὰς αἰτίας τῆς χαυνώσεως ἐξ αὑτοῦ, καὶ οὕτω προσεγγίσαι τῷ ἔργῳ. Καὶ αὐτὸς δὲ ὁ Κύριος, ὅτε ἤρξατο πολεμεῖν μετὰ τοῦ διαβόλου, ἐν ἐρήμῳ ξηροτάτῃ ἐπολέμησεν αὐτόν. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐξελθεῖν ἐκ τῆς πόλεως τοὺς αἴροντας τὸν σταυρὸν τοῦ Χριστοῦ· «συνεξέλθωμεν αὐτῷ», φησίν, «ἔξωθεν τῆς πόλεως καὶ λάβωμεν τὸν ὀνειδισμὸν αὐτοῦ· ὅτι ἔξω τῆς πόλεως ἔπαθεν». Ἐκ γὰρ τοῦ ἀφορίσαι τινὰ ἑαυτὸν ἐκ τοῦ κόσμου καὶ τῶν αὐτοῦ, ταχέως λανθάνει ὁ ἄνθρωπος τὴν πρώτην αὐτοῦ συνήθειαν καὶ τὴν ἀναστροφήν, καὶ οὐ κοπιᾷ χρόνον πολὺ ἐν τούτοις. Τὸ δὲ πλησιάσαι ἑαυτὸν τῷ κόσμῳ καὶ τοῖς πράγμασιν αὐτοῦ, ταχέως χαυνοῖ τὴν ἰσχὺν τῆς διανοίας αὑτοῦ.
γʹ. Διὸ δεῖ γινώσκειν, ὅτι μεγάλως βοηθεῖ καὶ πρὸς προκοπὴν ὁδηγεῖ τὴν ἐν τῷ ἀθλητικῷ ἀγῶνι τῷ σωτηρίῳ. Προσήκει οὖν καὶ βοηθεῖ ἐν τῷ ἀγῶνι τούτῳ τὸ εἶναι ἐν ἐνδείᾳ καὶ ὑστερήσει τὴν κατάστασιν τοῦ κελλίου τοῦ μοναχοῦ, καὶ ἵνα γένηται τὸ κελλίον αὐτοῦ κενὸν καὶ ἀργὸν ἀπὸ πάντων τῶν κινούντων ἐν αὐτῷ τὴν ἐπιθυμίαν τῆς ἀναπαύσεως. Ὅταν γὰρ αἱ αἰτίαι τῆς χαυνώσεως ἀπέχωσιν ἐκ τοῦ ἀνθρώπου, οὐ κινδυνεύει ἐν τῷ διπλῷ πολέμῳ, τῷ ἐσωτέρῳ καὶ ἐξωτέρῳ. Καὶ οὕτως ἀκόπως νικᾷ ὁ ἄνθρωπος ὁ μακρόθεν ἔχων τὰ πρὸς ἡδονήν, παρὰ τὸν ἐκ τοῦ σύνεγγυς τὰ πρὸς ἐπιθυμίαν αὐτὸν κινοῦντα ἔχοντα. Ὧδε γὰρ ὁ ἀγὼν διπλοῦς ἐστιν.
δʹ Ὅτε γὰρ χρῄζει ὁ ἄνθρωπος εἰς σύστασιν τοῦ σκηνώματος αὑτοῦ, τότε καὶ ἡ χρεία αὐτοῦ εὐκαταφρόνητος γίνεται καὶ οὐδὲ ἐν τῷ ἀναγκαίῳ καιρῷ τῆς μικρᾶς αὐτοῦ μεταλήψεως θεωρεῖ αὐτὴν μετ’ ἐπιθυμίας, καὶ ἐν ὀλίγῳ τινὶ πείθει τὸ σῶμα καὶ τοῦτο ὡς εὐκαταφρόνητον παρ’ ἑαυτῷ βλέπει, καὶ οὐ διὰ τὴν ἡδύτητα τοῦ βρώματος προσεγγίζει αὐτῷ, ἀλλ’ ἵνα τὴν φύσιν ἀντιλάβηται καὶ ἐνισχύσῃ. Αὗται αἱ προφάσεις ταχέως ἀναφέρουσί τινα εἰς τὴν ἄσκησιν ἀθλίπτῳ καὶ ἀλύπῳ λογισμῷ.
εʹ. Προσήκει τοίνυν τῷ σπουδαίῳ μοναχῷ ὀξεῖ τῷ ποδὶ φεύγειν ἀνεπιστρόφως πάντα τὰ πολεμοῦντα τῷ μοναχῷ καὶ μὴ συναναμίγνυσθαι τοῖς πολεμοῦσιν αὐτῷ, ἀλλὰ καὶ ἀπὸ τῆς ψιλῆς θεωρίας αὐτῶν ἐγκρατεύεσθαι καὶ μακρυνθῆναι ἀπὸ τοῦ πλησιασμοῦ αὐτῶν καθ’ ὅσον δύναται. Καὶ τοῦτο λέγω οὐ μόνον περὶ τῆς γαστρός, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐν τῇ πείρᾳ καὶ τῷ πολέμῳ, ἐν οἷς πειράζεται καὶ δοκιμάζεται τοῦ μοναχοῦ ἡ ἐλευθερία.
Ὅταν γὰρ ἔλθῃ ὁ ἄνθρωπος πρὸς τὸν Θεόν, διαθήκην μετὰ τοῦ Θεοῦ ποιεῖ, ἀπέχεσθαι ἐκ πάντων τούτων. Ταῦτα δέ εἰσι, τὸ μὴ ὁρᾷν πρόσωπον γυναικός, καὶ τὸ μὴ ἰδεῖν τὰ πρόσωπα τῶν εὐπρεπῶν, καὶ τὸ μηδενὸς ἐπιθυμεῖν ἢ τρυφᾶν, καὶ τὸ μὴ ἰδεῖν τὴν εὐκοσμίαν τῶν ἐνδυμάτων, καὶ τὸ μὴ ἰδεῖν πᾶσαν τάξιν τῶν κοσμικῶν, μήτε ἀκοῦσαι τῶν λόγων αὐτῶν, μήτε τὰ περὶ αὐτῶν ἐξετάσαι. Διότι πολλὴν δύναμιν κτῶνται τὰ πάθη ἐκ τοῦ πλησιασμοῦ τῶν τοιούτων ἁπάντων πραγμάτων, οἷα χαυνούντων τὸν ἀγωνιστὴν καὶ ἀλλοιούντων τήν τε φρόνησιν καὶ τὴν πρόθεσιν αὐτοῦ. Καὶ ἐὰν αἱ θεωρίαι τῶν καλῶν κινῶσι τὴν προαίρεσιν τοῦ ὄντος ἐν τῷ ζήλῳ ἐκκλίνειν εἰς τὴν ἐργασίαν αὐτῶν, δῆλον ὅτι καὶ τὰ ἐναντίᾳ τούτων ἔχουσιν ἰσχὺν αἰχμαλωτίσαι τὴν διάνοιαν εἰς αὐτά. Καὶ ἐὰν πλέον τι οὐ γένηται μόνον τῇ διανοίᾳ τῇ ἡσυχαζούσῃ, ἀλλ’ εἰς ἀγῶνα πολέμων ἐμβάλλει αὐτόν, καὶ τοῦτο ζημία μεγάλη ἐστίν, ἵνα ἐκ τῆς εἰρήνης εἰς θόλωσίν τις ἑκουσίως ἐμβάλλῃ ἑαυτόν.
στʹ. Καὶ ἐάν τις τῶν γερόντων τῶν ἀσκητῶν καὶ ἀγωνιστῶν ἰδὼν ἀγένειον, τὸν ὅμοιον ταῖς γυναιξίν, ἐλογίσατο τοῦτο ἐπιβλαβὲς τῷ λογισμῷ καὶ ἐπιζήμιον ἐν τῷ ἀγῶνι αὑτοῦ, τίς ἐστιν, ὃς ἐν ἄλλοις ἀμελῆσαι δύναται, ὁπότε οὗτος ὁ ἅγιος οὐ κατεδέξατο εἰσελθεῖν καὶ ἀσπάσασθαι ἀδελφόν; Διότι ἀνέκρινεν ὁ σοφὸς γέρων, ὅτι μόνον ἐὰν ἐνθυμηθῶ ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι ἐστὶν ἐνταῦθά τι τοιοῦτον, τοῦτο μεγάλη μοι ζημία ἐστί. Καὶ διὰ τοῦτο οὐκ εἰσῆλθε καὶ εἶπεν αὐτοῖς· ‘Ἐγὼ μέν, τέκνα, οὐ φοβοῦμαι, ἀλλ’ ὅμως τί θέλω ἐνέγκαι ἑμαυτῷ πόλεμον μάτην;’ Ἡ γὰρ μνήμη τῶν τοιούτων ταραχὴν ἀνόνητον ἐν τῇ διανοίᾳ ποιεῖ. Εἰς ἕκαστον γὰρ τῶν τοῦ σώματος τούτου μελῶν δέλεαρ πρόκειται, καὶ ἔχει πόλεμον μέγαν ὁ ἄνθρωπος εἰς αὐτὰ καὶ ὀφείλει φυλάξασθαι ἑαυτὸν καὶ σμικρύνειν τὸν πόλεμον αὑτοῦ τὸν εἰς αὐτὰ ἐκ τοῦ φεύγειν· ὥσπερ ὅτε ἐγγίζουσι, κἂν βιάζηται ὁ ἄνθρωπος εἰς τὸ ἀγαθόν, ἀλλ’ ὅμως κινδυνεύει ἐξ αὐτῶν θεωρῶν καὶ ἐπιθυμῶν ἀεί.
ζʹ. Καὶ γὰρ φάρμακα πολλὰ θεωροῦμεν ἐν τῇ γῇ κεκαλυμμένα καὶ ἐν τῷ θέρει διὰ τὸν καύσωνα οὐδεὶς γινώσκει αὐτά, ὅταν δὲ νοτισθῶσιν ἐκ τοῦ ὕδατος καὶ ὀσφρανθῶσι τῆς δυνάμεως τῆς ψυχρότητος τοῦ ἀέρος, τότε φαίνεται ἕκαστον εἶδος ποῦ ἦν τεθαμμένον ἐν τῇ γῇ. Οὕτω καὶ ὁ ἄνθρωπος, ὅτε ἐστὶν ἐν τῇ χάριτι τῆς ἡσυχίας καὶ ἐν τῇ θέρμῃ εἰς τὰ πράγματα τοῦ κόσμου, τότε βλέπει πῶς ἕκαστον πάθος ἐγείρεται καὶ κουφίζει τὴν κεφαλὴν αὐτοῦ, καὶ μάλιστα ἐὰν ὀσφρανθῶσιν ὀσμῆς ἀναπαύσεως. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαρρήσῃ τις ὅσον ζῇ ἐν τῷ σώματι αὑτοῦ, ἕως ἂν ἀποθάνῃ, καὶ ἵνα δείξω, ὅτι τὸ φεύγειν καὶ μακρύνειν τινὰ ἑαυτὸν ἀπὸ τῶν αἰτιῶν τῆς κακίας, πάνυ βοηθοῦσιν εἰς τὸν ἀσκητικὸν ἀγῶνα. Διὰ τὰ πράγματα τὰ φέροντα ἡμῖν αἰσχύνην ἐν τῇ μνήμῃ αὐτῶν, δέον ἡμᾶς ᾀεὶ φοβεῖσθαι αὐτὰ καὶ μὴ καταπατῆσαι τὴν συνείδησιν καὶ καταφρονῆσαι αὐτῆς.
ηʹ. Λοιπὸν ἐν τῇ ἐρήμῳ χωρῆσαι τὸ σῶμα τέως πειράσωμεν καὶ ποιήσωμεν κτᾶσθαι τὴν ὑπομονήν· τὸ δὲ μεῖζον πάντων, ἵνα σπουδάζῃ τις, ὅπου δ’ ἂν καὶ ᾖ, ὥστε ἀπέχειν τὸ αἴτιον τοῦ πολέμου (κἂν γὰρ θλίβηταί τις ἴσως, ἀλλ’ ἄφοβός ἐστιν), ἵνα μή, ὅταν ἔλθῃ χρεία, πέση διὰ τὴν ἐγγύτητα αὐτῆς.
Ἐρώτησις. Ὅστις ἀπέρριψε ἐξ ἑαυτοῦ ὅλον τὸν περισπασμὸν καὶ εἰσῆλθεν εἰς τὸν ἀγῶνα, ποία ἐστὶν ἡ ἀρχὴ αὐτοῦ ἐν τῷ πολέμῳ τῆς ἁμαρτίας, καὶ πόθεν ἄρχεται τῆς πάλης;
Ἀπόκρισις. αʹ. Τοῦτο πᾶσι γνώριμόν ἐστιν, ὅτι ἑκάστῳ ἀγῶνι τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας ὁ κόπος τῆς ἀγρυπνίας καὶ τῆς νηστείας ἐστὶν ἡ ἀρχή, καὶ μάλιστα τῷ ἀνταγωνιζομένῳ πρὸς τὴν ἐν ἡμῖν ἔνδον ἁμαρτίαν. Καὶ τὸ σημεῖον τοῦ μίσους τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας αὐτῆς ἐκ τούτου ὁρᾶται τοῖς ἀνταγωνιζομένοις πρὸς τὸν ἀόρατον πόλεμον τοῦτον· ἐν τῇ νηστείᾳ ἄρχονται καὶ μετὰ ταύτην ἡ ἀγρυπνία τῆς νυκτὸς συνεργεῖ πρὸς τὴν ἄσκησιν.
βʹ. Ὁ ἐν πάσῃ τῇ ζωῇ αὑτοῦ τὴν ὁμιλίαν τῆς συζυγίας ταύτης ἀγαπῶν, οὗτος φίλος τῆς σωφροσύνης γίνεται. Καθὼς ἡ ἀνάπαυσις τῆς γαστρὸς ἀρχὴ πάντων τῶν κακῶν καὶ ἡ χαυνότης τοῦ ὕπνου ἡ ἐξάπτουσα τὴν ἐπιθυμίαν τῆς πορνείας, οὕτως ἡ ὁδὸς τοῦ Θεοῦ ἡ ἁγία καὶ πάσης ἀρετῆς ὁ θεμέλιος ἡ νηστεία ὑπάρχει καὶ ἡ ἀγρυπνία καὶ ἡ ἐγρήγορσις ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ, ἐν σταυρώσει τοῦ σώματος ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα ἐξ ἐναντίας τῆς γλυκύτητος τοῦ ὕπνου. Ἡ νηστεία ὑπερασπισμός ἐστι πάσης ἀρετῆς καὶ ἀρχὴ τοῦ ἀγῶνος καὶ στέφανος τῶν ἐγκρατῶν καὶ τὸ κάλλος τῆς παρθενίας καὶ τοῦ ἁγιασμοῦ καὶ ἡ λαμπρότης τῆς σωφροσύνης καὶ ἡ ἀρχὴ τῆς ὁδοῦ τοῦ Χριστιανισμοῦ καὶ ἡ μήτηρ τῆς προσευχῆς καὶ ἡ πηγὴ τῆς σωφροσύνης καὶ τῆς φρονήσεως καὶ ἡ διδάσκαλος τῆς ἡσυχίας καὶ ἡ προηγουμένη πάντων τῶν καλῶν ἔργων. Καθὼς ἀκολουθεῖ τοῖς ἐρρωμένοις ὀφθαλμοῖς ἡ ἐπιθυμία τοῦ φωτός, οὕτως ἀκολουθεῖ τῇ νηστείᾳ τῇ μετὰ διακρίσεως γινομένῃ, ἡ ἐπιθυμία τῆς εὐχῆς.
γʹ. Ὅταν γὰρ ἄρξηταί τις νηστεύειν, ἐκ τούτων εἰς τὴν ἐπιθυμίαν τῆς ὁμιλίας τοῦ Θεοῦ ἐπιθυμεῖ ἐλθεῖν ἐν τῇ διανοίᾳ αὑτοῦ. Οὐ γὰρ καρτερεῖ τὸ σῶμα νηστεῦον ὑπνῶσαι ἐν τῇ στρωμνῇ αὐτοῦ ὅλην τὴν νύκτα. Ὅταν ἡ σφραγὶς τῶν νηστειῶν ἐπιτέθειται τῷ στόματι τοῦ ἀνθρώπου, ὁ λογισμὸς αὐτοῦ ἐν κατανύξει μελετᾷ καὶ ἡ καρδία αὐτοῦ εὐχὴν βρύει καὶ ἡ στυγνότης ἐπὶ τὸ πρόσωπον αὐτοῦ κεῖται καὶ οἱ αἰσχροὶ διαλογισμοὶ πόρρω ἀπέχουσιν ἀπ’ αὐτοῦ, ἱλαρότης οὐχ ὁρᾶται ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ ἐχθρός ἐστιν τῶν ἐπιθυμιῶν καὶ τῶν ματαίων συντυχιῶν. Οὐδέποτε εἶδέ τις νηστευτὴν ἐν διακρίσει, δουλωθέντα ὑπὸ τῆς κακῆς ἐπιθυμίας. Δόμος μέγας εἰς πᾶν ἀγαθόν ἐστιν ἡ νηστεία ἡ μετὰ διακρίσεως, καὶ ὁ ἀμελῶν αὐτῆς, πᾶν ἀγαθὸν διασείει. Διότι αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ τεθεῖσα τῇ φύσει ἡμῶν ἐξ ἀρχῆς εἰς παραφυλακὴν κατὰ τῆς γεύσεως τῆς τροφῆς, καὶ ἐκεῖθεν ἐξέπεσεν ἡ ἀρχὴ τοῦ πλάσματος ἡμῶν. Ὅμως, ὅθεν γέγονεν ὁ ἀφανισμὸς ὁ πρῶτον, ἐκεῖθεν ἄρχονται οἱ ἀθληταὶ εἰς τὸν φόβον τοῦ Θεοῦ, ὅταν ἄρξωνται φυλάττειν τοὺς νόμους αὐτοῦ.
δʹ. Καὶ ὁ Σωτὴρ δέ, ὅτε ὡράθη τῷ κόσμῳ ἐν τῷ Ἰορδάνῃ, ἐντεῦθεν ἤρξατο. Μετὰ γὰρ τὸ βάπτισμα ἐξήνεγκεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον καὶ ἐνήστευσεν ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα. Ὁμοίως καὶ πάντες οἱ ἐξερχόμενοι ἀκολουθῆσαι ὀπίσω αὐτοῦ ἐπὶ τούτῳ τῷ θεμελίῳ βάλλουσι τὴν ἀρχὴν τοῦ ἀγῶνος αὑτῶν. Ὅπλον γάρ ἐστιν εἰργασμένον ὑπὸ τοῦ Θεοῦ, καὶ τίς ἀμελῶν εἰς αὐτὸ οὐ μεμφθήσεται; Καὶ εἰ ὁ ἐκθέμενος τὸν νόμον νηστεύει, τίς ἐκ τῶν τηρούντων τὸν νόμον οὐ χρὴ νηστεύειν; Διὰ τοῦτο ἕως τότε τὸ γένος τῶν ἀνθρώπων οὐκ ἐγίνωσκε τὴν νίκην, οὐδὲ ὁ διάβολός ποτε ἐπειράθη τῆς ἥττης αὑτοῦ ἐκ τῆς φύσεως ἡμῶν, ἀλλ’ ἐν τούτῳ τῷ ὅπλῳ ἠτόνησεν ἐξ ἀρχῆς, καὶ ὁ Κύριος ἡμῶν ἦν ὁ ἀρχηγὸς καὶ πρωτότοκος τῆς νίκης, τοῦ δοῦναι τὸν πρῶτον στέφανον τῆς νίκης ἐπὶ τῆς κεφαλῆς τῆς φύσεως ἡμῶν.
εʹ. Καὶ ὅταν ἴδῃ τοῦτο τὸ ὅπλον ἐπί τινα τῶν ἀνθρώπων ὁ διάβολος, εὐθέως φοβεῖται ὁ ἀντικείμενος καὶ τύραννος, καὶ εὐθὺς ἐνθυμεῖται καὶ εἰς μνήμην ἔρχεται τῆς ἥττης αὑτοῦ τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ τοῦ Σωτῆρος, καὶ ἡ δύναμις αὐτοῦ κλᾶται, καὶ ἐν τῇ θεωρίᾳ τοῦ ὅπλου τοῦ δοθέντος ἡμῖν ὑπὸ τοῦ ἀρχιστρατήγου ἡμῶν καίεται. Ποῖον ὅπλον δυνατώτερον αὐτοῦ καὶ θάρσος παρέχον τῇ καρδίᾳ ἐν τῇ πάλῃ τῇ κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ὡς ἡ γινομένη πεῖνα ὑπὲρ τοῦ Χριστοῦ; Ὅσον γὰρ μοχθεῖ τὸ σῶμα καὶ κακοπαθεῖ ἐν τῷ καιρῷ, ἐν ᾧ περικυκλοῖ τὸν ἄνθρωπον ἡ φάλαγξ τῶν δαιμόνων, τοσοῦτον ἀντιλαμβάνεται ἡ καρδία αὐτοῦ ὑπὸ τῆς πεποιθήσεως. Καὶ ὁ ἐνδυόμενος τὸ τῆς νηστείας ὅπλον, ἐν ζήλῳ πυρπολεῖται ἐν παντὶ καιρῷ.
στʹ. Καὶ ὁ ζηλωτὴς γὰρ Ἠλίας ἡνίκα ἐζήλωσεν ὑπὲρ τοῦ νόμου τοῦ Θεοῦ, εἰς τοῦτο τὸ ἔργον τῆς νηστείας διῆγεν. Ὑπομιμνῄσκει γὰρ τὸν κτησάμενον αὐτὴν τὰ ἐντάλματα τοῦ Πνεύματος, καὶ μεσίτης ἐστὶν ἡ νηστεία τοῦ παλαιοῦ νόμου καὶ τῆς χάριτος τῆς δοθείσης ἡμῖν παρὰ τοῦ Χριστοῦ. Καὶ ὁ ἀμελῶν εἰς αὐτήν, καὶ εἰς τὰ ὑπόλοιπα τῶν ἀγωνισμάτων χαῦνός ἐστι καὶ ἀμελὴς καὶ ἀσθενὴς καὶ ἀρχὴν καὶ σημεῖον κακὸν τῆς χαυνώσεως δεικνύει τῆς ψυχῆς αὑτοῦ καὶ δίδωσι τόπον νίκης τῷ πολεμοῦντι αὐτόν· διότι γυμνὸς καὶ ἄοπλος εἰσέρχεται εἰς τὸν ἀγῶνα, καὶ ἔκδηλός ἐστιν ὅτι χωρὶς νίκης ἐξέρχεται ἐξ αὐτοῦ, διότι τὰ μέλη αὐτοῦ οὐκ ἐφόρεσεν τὴν θέρμην τῆς πείνης τῆς νηστείας. Τοιαύτη ἐστὶν ἡ νηστεία, καὶ ὁ διαμένων ἐν αὐτῇ, ἀσάλευτος ἔσται ἡ διάνοια αὐτοῦ καὶ πρὸς ἀπάντησιν ἑτοίμη καὶ ἀποτροπὴν πάντων τῶν δυσχερῶν παθῶν.
ζʹ. Λέγεται περὶ πολλῶν μαρτύρων, ὅτι ἐν τῇ ἡμέρᾳ, ἐν ᾗ προσεδόκων δέξασθαι τὸν στέφανον τοῦ μαρτυρίου, εἰ προεγίνωσκον ἢ ἐξ ἀποκαλύψεως ἢ φάσεώς τινος τῶν ἑταίρων αὑτῶν τοῦτο, τῇ νυκτὶ ἐκείνῃ οὐκ ἐγεύοντό τινος, ἀλλὰ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἵσταντο ἀγρυπνοῦντες ἐν τῇ εὐχῇ, δοξάζοντες τὸν Θεὸν ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐξεδέχοντο τὴν ὥραν ἐκείνην, ὥς τινες ἑτοιμασθέντες εἰς τοὺς γάμους, ἐκδεχόμενοι ἀπαντῆσαι τῷ ξίφει ἐν τῇ νηστείᾳ αὑτῶν. Καὶ ἡμεῖς τοίνυν, οἱ εἰς τὴν ἀόρατον μαρτυρίαν κληθέντες, τοῦ δέξασθαι τοὺς στεφάνους τοῦ ἁγιασμοῦ, νήψωμεν καὶ μηδέποτε ἐν μέλει τινὶ καὶ μέρει τοῦ σώματος ἡμῶν δοθῇ τοῖς ἐχθροῖς ἡμῶν σημεῖον τῆς ἀρνήσεως.
Ἐρώτησις. Πῶς εἰσί τινες πολλάκις καὶ πολλοὶ ἔχοντες τὰ ἔργα ταῦτα ἴσως, καὶ τῆς γαλήνης καὶ ἀναπαύσεως τῶν παθῶν, καὶ τῆς εἰρήνης τῶν λογισμῶν οὐκ αἰσθάνονται;
Ἀπόκρισις. Τὰ πάθη τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, ὦ ἀδελφέ, οὐχὶ ἐν τοῖς σωματικοῖς κόποις μόνον διορθοῦνται, οὐδὲ τοὺς λογισμοὺς κωλύουσιν ἐπὶ τῶν ἐξυπνιζομένων ἀεὶ διὰ τῶν αἰσθήσεων. Οἱ γὰρ κόποι οὗτοι φυλάττουσι τὸν ἄνθρωπον ἐκ τῶν ἐπιθυμιῶν, ἵνα μὴ νικηθῇ ἐξ αὐτῶν, καὶ ἐκ τῆς πλάνης τῶν δαιμόνων, τὴν δὲ εἰρήνην καὶ τὴν γαλήνην οὐ παρέχουσι τῇ ψυχῇ. Τὰ γὰρ ἔργα καὶ οἱ κόποι τότε τὴν ἀπάθειαν παρέχουσι τῇ ψυχῇ καὶ νεκροῦσι τὰ μέλη τὰ ἐν τῇ γῇ καὶ δωροῦνται τὴν ἀνάπαυσιν τῶν λογισμῶν, ὅταν κοινωνήσωμεν τῇ ἡσυχίᾳ· ἡνίκα γὰρ αἱ αἰσθήσεις τὰ ἔξω παύσωνται τῆς ταραχῆς καὶ ἐπιμείνωσιν ἐν τῇ ἐργασίᾳ τῆς σοφίας καιρόν τινα. Ἕως γὰρ ἂν στερηθῇ ὁ ἄνθρωπος τῆς ἀπαντήσεως τῶν ἀνθρώπων καὶ τὰ μέλη αὑτοῦ ἐκ τῆς διαχύσεως τῶν λογισμῶν, καὶ συναγάγῃ ἑαυτὸν πρὸς ἑαυτόν, οὐ μὴ δυνηθῇ γνωρίσαι τὸ πάθος αὑτοῦ. Ἡ ἡσυχία γάρ, καθὼς ἔφη ὁ ἅγιος Βασίλειος, ἀρχὴ τῆς καθάρσεως τῆς ψυχῆς ἐστίν. Ἡνίκα γὰρ τὰ ἔξω μέλη παύσωνται τῆς στάσεως τῆς ἐξωτέρας καὶ τοῦ περισπασμοῦ τοῦ εἰς τὴν ἔξω χώραν, τότε στρέφεται ἡ διάνοια ἀπὸ τῶν ἐξωτέρων περισπασμῶν καὶ τοῦ μετεωρισμοῦ καὶ καθ’ ἑαυτὴν ἠρεμεῖ καὶ ἐξυπνίζεται ἡ καρδία ἐξερευνῆσαι τὰς ἐννοίας τὰς ἔσωθεν τῆς ψυχῆς. Καὶ ἐὰν ὑπομείνῃ ἐν τούτοις καλῶς, ἔρχεται κατ’ ὀλίγον ὁ ἄνθρωπος ὁδεύειν εἰς τὴν καθαρότητα τῆς ψυχῆς.
Ἐρώτησις. Καὶ οὐ δύναται ἆρα ἐν τῇ ἀναστροφῇ τῇ ἔξω τῆς θύρας καθαρθῆναι ἡ ψυχή;
Ἀπόκρισις. Δένδρου καθ’ ἡμέραν ποτιζομένου, πότε ξηραίνεται ἡ ῥίζα αὐτοῦ; καὶ σκεῦος δεχόμενον καθ’ ἡμέραν προσθήκην, πότε μειοῦται; Καὶ ἐὰν ἡ καθαρότης οὐδὲν ἄλλο ἐστίν, εἰ μὴ τὸ λαθεῖν τὴν ἀναστροφὴν ἐλευθερίας καὶ ἐξελθεῖν τῆς συνηθείας αὐτῆς, πῶς καὶ πότε θελήσει καθαρθῆναι τὴν ψυχὴν αὑτοῦ, ὅστις πρακτικῶς ἐν ἑαυτῷ ἢ ἐν ἄλλοις διὰ τῶν αἰσθήσεων ἀνακαινίζει τὴν μνήμην τῆς παλαιᾶς συνηθείας ἐν ἑαυτῷ, ὅπερ ἐστὶν ἡ ἐπίγνωσις τῆς κακίας; Πότε δύναται καθαρθῆναι τὴν ψυχὴν αὐτοῦ ἐκ τούτου, ἢ πότε σχολάσαι ἐκ τῶν ἀνταγωνισμάτων τῶν ἐξωτέρων, ἵνα ἂν θεάσηται ἑαυτόν; Ἐὰν γὰρ ἡ καρδία καθ’ ἡμέραν ῥυποῦται, πότε καθαίρεται ἐκ τοῦ ῥύπου; Ἀλλ’ οὐδὲ πρὸς τὴν ἐνέργειαν τὴν ἐξωτέραν δύναται ἀντιστῆναι, καὶ πόσῳ μᾶλλον καθαρίσαι οὐ δύναται τὴν καρδίαν, ὅτι ἐν μέσῳ τοῦ στρατοπέδου ἵσταται καὶ ἐδέχεται καθ’ ἡμέραν τὴν συνεχῆ ἀγγελίαν τοῦ πολέμου ἀκοῦσαι· καὶ πῶς τολμᾷ κηρύξαι εἰρήνην τῇ ψυχῇ αὐτοῦ;
Ἐὰν δὲ ἐκ τούτου μακρυνθῇ, τότε δύναται κατὰ μικρὸν τὰ πρῶτα καταπαῦσαι τὰ ἔσω· ἐπεί, ἕως ἂν ἄνωθεν ὁ ποταμὸς οὐ φράττηται, ἐκ τῶν κάτω τὰ ὕδατα αὐτοῦ οὐ ξηραίνεται. Ὅταν δὲ ἔλθῃ τις εἰς τὴν ἡσυχίαν, τότε δύναται ἡ ψυχὴ διακρίναι τὰ πάθη καὶ ἐξερευνῆσαι ἐν συνέσει τὴν ἑαυτῆς σοφίαν. Τότε καὶ ὁ ἔσω ἄνθρωπος ἐξυπνίζεται εἰς τὸ ἔργον τοῦ πνεύματος, καὶ ἡμέρᾳ τῇ ἡμέρᾳ αἰσθάνεται τῆς κρυπτῆς σοφίας τῆς ἀνθούσης ἐν τῇ ψυχῇ αὐτοῦ.
Ἐρώτησις. Τίνα εἰσὶ τὰ ἀκριβῆ τεκμήρια καὶ τὰ σημεῖα τὰ πλησιάζοντα, ἐξ ὧν καὶ δι’ ὧν αἰσθάνεταί τις, ὅτι ἤρξατο βλέπειν ἐν ἑαυτῷ καρπὸν κρυπτὸν ἐν τῇ ψυχῇ;
Ἀπόκρισις. αʹ. Ὅταν ἀξιωθῇ τις τῆς χάριτος τῶν δακρύων τῶν πολλῶν τῶν χωρὶς βίας γινομένων. Ὡς γὰρ ὅρος τις ἐτέθησαν τὰ δάκρυα τῇ διανοίᾳ μεταξὺ τῶν σωματικῶν καὶ τῶν πνευματικῶν, καὶ μεταξὺ τῆς ἐμπαθείας καὶ τῆς καθαρότητος. Ἕως ἂν δέξηταί τις τὸ χάρισμα τοῦτο, ἀκμὴν ἐν τῷ ἐξωτέρῳ ἀνθρώπῳ ἐστὶν ἡ ἐνέργεια τοῦ ἔργου αὐτοῦ καὶ ἀκμὴν οὐκ ᾐσθήθη παντελῶς τῆς ἐνεργείας τῶν κρυπτῶν τοῦ πνευματικοῦ ἀνθρώπου.
Ὅταν γὰρ ἄρξηταί τις ἐᾶν τὰ σωματικὰ τοῦ νῦν αἰῶνος καὶ ἐντὸς τοῦ ὅρου τούτου τοῦ ὄντος ἔξωθεν τῆς φύσεως ὁρᾶται διαβαίνων, εὐθὺς εἰς τὴν χάριν ταύτην τῶν δακρύων φθάνει καὶ ἐκ τῆς πρώτης μονῆς τῆς πολιτείας τῆς κρυπτῆς ἄρχονται καὶ τὰ δάκρυα ταῦτα καὶ ἀπάγουσιν αὐτὸν εἰς τὴν τελειότητα τῆς ἀγάπης τοῦ Θεοῦ. Καὶ ὅσον προβαίνει ἐκεῖσε, τοσοῦτον πλουτεῖ ἐν αὐτοῖς, ἕως ἂν πίνῃ αὐτὰ ἐν τῇ τροφῇ αὑτοῦ καὶ ἐν τῷ πόματι αὑτοῦ ἐκ τῆς πολλῆς αὐτῶν διαμονῆς.
βʹ. Καὶ τοῦτό ἐστι τὸ σημεῖον τῆς ἀκριβείας, ὅτι ἐξῆλθεν ἡ διάνοια ἐκ τοῦ κόσμου τούτου καὶ ᾐσθήθη τοῦ κόσμου ἐκείνου τοῦ πνευματικοῦ. Ὅσον δὲ πλησιάζει τῷ κόσμω τούτῳ ἐν τῇ διανοίᾳ αὑτοῦ ὁ ἄνθρωπος, τοσοῦτον ἐλαττοῦται ἐκ τῶν δακρύων τούτων, καὶ ὅταν ἡ διάνοια τελείως στερίσκεται τῶν δακρύων τούτων, καὶ τοῦτο τὸ σημεῖόν ἐστιν, ὅτι ἔστιν ὁ ἄνθρωπος τεθαμμένος ἐν τοῖς πάθεσιν.
γʹ. Εἰσί τινα μὲν τῶν δακρύων καίοντα, καὶ εἰσὶ δάκρυα πιαίνοντα. Πάντα οὖν τὰ δάκρυα τὰ ἐκ τῆς κατανύξεως καὶ τῆς ὁσίας καρδίας ἐξερχόμενα διὰ τὰς ἁμαρτίας, ταῦτα ξηραίνουσι τὸ σῶμα καὶ καίουσι καὶ πολλάκις καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ἐκ τούτων αἰσθάνεται βλάβης ἐν τῇ ἐξόδῳ αὐτῶν. Καὶ πρῶτον μὲν ταύτῃ τῇ τάξει τῶν δακρύων ἐξ ἀνάγκης ἀπαντᾷ ὁ ἄνθρωπος, καὶ δι’ αὐτῶν ἀνοίγεται αὐτῷ θύρᾳ εἰσελθεῖν εἰς τὴν τάξιν τὴν δευτέραν, τὴν κρείττονα ταύτης, ἥπερ ἐστὶ χώρα χαρᾶς, ἐν ᾗ δέχεται ὁ ἄνθρωπος τὸ ἔλεος. Ταῦτα δέ εἰσι τὰ δάκρυα τὰ προχεόμενα ἐκ τῆς συνέσεως, ἃ ὡραΐζουσι καὶ πιαίνουσι τὸ σῶμα, καὶ ἀβιάστως ἀφ’ ἑαυτῶν κατέρχονται, καὶ οὐ μόνον, ὡς εἴρηται, πιαίνουσι τὸ σῶμα τοῦ ἀνθρώπου, ἀλλὰ καὶ ἡ ὅρασις τοῦ ἀνθρώπου ἀλλοιοῦται. «Καρδίας» γάρ, φησίν, «εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει».
Ἐρώτησις. Τίς ἐστιν ἡ ἀνάστασις τῆς ψυχῆς, ἥν φησιν ὁ Ἀπόστολος, «εἰ συνηγέρθητε τῷ Χριστῷ»;
Ἀπόκρισις. Ἐν τῷ εἰπεῖν τὸν Ἀπόστολον, «ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, αὐτὸς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν», ψυχῆς ἀνάστασιν, τὴν τῆς παλαιότητος ἔξοδον ἔδειξεν, ὅτι ταύτην δεῖ καλεῖν, τουτέστιν, ἵνα γένηται καινὸς ὁ ἄνθρωπος, μηδὲν ἔχων τοῦ παλαιοῦ ἀνθρώπου, καθὼς λέγει, «καὶ δώσω αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν». Τότε γὰρ εἰκονίζεται ὁ Χριστὸς ἐν ἡμῖν διὰ πνεύματος σοφίας καὶ ἀποκαλύψεως τῆς ἐπιγνώσεως αὑτοῦ.
Ἐρώτησις. Τί ἐστι, κατὰ συντομία, ἡ δύναμις τῆς πράξεως τῆς ἡσυχίας;
Ἀπόκρισις. Ἡ ἡσυχία τὰς αἰσθήσεις τὰς ἔξω νεκροῖ καὶ τὰς ἔσω κινήσεις ἐγείρει, ἡ δὲ ἔξω ἀναστροφὴ τὰ ἐναντία τούτων πράττει, ἤγουν τὰς ἔξω αἰσθήσεις ἐγείρει, καὶ τὰς ἔσω κινήσεις νεκροῖ.
Ἐρώτησις. Τί ἐστιν ἡ αἰτία τῶν ὁράσεων καὶ τῶν ἀποκαλύψεων, ὅτι τινὲς ὁρῶσι, τινὲς δὲ κοπιῶσιν ὑπὲρ αὐτοὺς καὶ οὐκ ἐνεργεῖ τοσοῦτον ἡ ὅρασις ἐν αὐτοῖς;
Ἀπόκρισις. αʹ. Αἰτίαι τούτων πολλαί εἰσι. Καὶ αἱ μὲν αὐτῶν οἰκονομικαὶ καὶ τοῦ κοινοῦ χάριν, αἱ δὲ πρὸς παρηγορίαν τῶν ἀσθενῶν καὶ θάρσος καὶ διδαχήν. βʹ. Καὶ πρῶτον μέν, διὰ τὸ ἔλεος τοῦ Θεοῦ οἰκονομοῦνται διὰ τοὺς ἀνθρώπους ταῦτα πάντα, καὶ πρὸς τοὺς τρεῖς τρόπους τῶν ἀνθρώπων τούτων οἰκονομοῦνται τὰ πράγματα τῶν τοιούτων, ὡς ἐπὶ τὸ πολύ· ἢ πρὸς τοὺς ἁπλουστέρους καὶ ὑπερβαλλόντως ἀκάκους, ἢ πρός τινας τελείους καὶ ἁγίους, ἢ πρὸς τοὺς ἔχοντας ζῆλον ἔμπυρον Θεοῦ καὶ ἀπεγνωκότας τοῦ κόσμου καὶ ἀποταξαμένους τελείως καὶ ἀναχωρήσαντας τῆς μετὰ τῶν ἀνθρώπων κατοικίας καὶ ὀπίσω τοῦ Θεοῦ γυμνοὺς ἐξελθόντας, μὴ προσδοκήσαντας βοήθειάν τινα ἐκ τῶν ὁρωμένων· καὶ ἐπιπίπτει αὐτοῖς δειλία ἐκ τοῦ ἰδιασμοῦ αὐτῶν ἢ περικυκλοῖ αὐτοὺς κίνδυνος θανάτου ἐκ τοῦ λιμοῦ ἢ ἐκ τῆς ἀρρωστίας ἢ ἀπό τινος περιστάσεως καὶ θλίψεως, ὥστε αὐτοὺς ἐγγίζειν τῇ ἀπογνώσει. Αἱ παρακλήσεις οὖν αἱ γινόμεναι πρὸς τοὺς τοιούτους καὶ πρὸς τοὺς ὑπερέχοντας αὐτοὺς ἐν κόποις μὴ γινόμεναι, τῆς συνειδήσεως λέγω.
γʹ. Ἡ δὲ δευτέρα αἰτία ἐστὶν ἀκριβῶς αὕτη· ὅσον τις ἔχει παράκλησιν ἀνθρωπίνην ἢ ἔκ τινος τῶν ὁρωμένων, οὐ γίνονται τοιαῦται παρακλήσεις πρὸς αὐτόν, εἰ μὴ δι’ οἰκονομίαν τινὰ χάριν τοῦ κοινοῦ. Ἡμῖν δὲ ὁ λόγος περὶ ἀναχωρητῶν ἐστι. Καὶ μάρτυς τῶν λεγομένων εἷς τῶν πατέρων ὑπὲρ ταύτης παρακαλέσας καὶ ἀκούσας, ‘ἀρκεῖ σοι ἡ παράκλησις καὶ ἡ ὁμιλία τῶν ἀνθρώπων’.
εʹ. Καὶ ἄλλος τις ἐν τούτῳ τῷ τρόπῳ ὅτε ἦν ἐν τῇ ἀναχωρήσει καὶ ἔζη ἐν τῇ ἀναστροφῇ τῆς ἀναχωρήσεως, ἦν ἐν πάσῃ ὥρᾳ τῆς παρακλήσεως τῆς ἐκ τῆς χάριτος κατατρυφῶν, ὅτε δὲ προσήγγισε τῷ κόσμῳ, ἐζήτησεν αὐτὴν κατὰ τὸ ἔθος καὶ οὐχ εὗρε καὶ ἐδεήθη τοῦ Θεοῦ δηλῶσαι αὐτῷ τὴν αἰτίαν, λέγων· Μή τι, Κύριε, διὰ τὴν ἐπισκοπὴν ἀπέστη ἀπ’ ἐμοῦ ἡ χάρις; Καὶ ἐρρέθη αὐτῷ· Οὐχί· ἀλλ’ ὅτι ὁ Θεὸς πρόνοιαν ποιεῖται τῶν ἐν ἐρήμῳ διαγόντων καὶ ἀξιοῖ αὐτοὺς τῶν τοιούτων παρακλήσεων.
Οὐκ ἐνδέχεται γὰρ εἶναί τινι τῶν ἀνθρώπων παράκλησιν ὁρωμένην καὶ δέχεσθαι καὶ ταύτην, εἰ μή τί γε διά τινα τῶν εἰρημένων οἰκονομίαν κεκρυμμένην καὶ μόνῳ τῷ οἰκονομοῦντι τὰ τοιαῦτα ἐγνωσμένην.
Ἐρώτησις. Εἰ ταυτόν ἐστιν ὅρασις καὶ ἀποκάλυψις, ἢ οὔ;
Ἀπόκρισις. Οὐχί, ἀλλὰ διάφορά ἐστιν. Ἡ ἀποκάλυψις πολλάκις λέγεται κατὰ τῶν δύο· διότι γὰρ τὸ κρυπτὸν φανεροῦται, πᾶσα ὅρασις λέγεται ἀποκάλυψις, ἡ ἀποκάλυψις δὲ οὐ λέγεται ὅρασις. Ἡ ἀποκάλυψις γὰρ ὡς ἐπὶ τὸ πολὺ περὶ τῶν γινωσκομένων καὶ ὑπὸ τοῦ νοῦ γευομένων καὶ νοουμένων λαμβάνεται.
Ἡ ὅρασις δὲ ἐκ παντὸς τρόπου γίνεται ὡς ἐν εἰκόνι καὶ τύποις, ὥσπερ πάλαι πρὸς τοὺς ἀρχαίους ἐγίνετο, ὡς ἐν ὕπνῳ βαθεῖ ἢ ἐν ἐγρηγόρσει, καὶ ποτὲ μὲν ἀκριβῶς, ποτὲ δὲ ὡς ἐν φάσματι καὶ ἀμυδρῶς πως. Διὸ καὶ αὐτὸς ὁ ὁρῶν πολλάκις οὐ γινώσκει, εἴτε ἐγρηγορῶν θεωρεῖ εἴτε καθεύδων. Ἔστι δὲ καὶ διὰ φωνῆς ἀκούειν ἀντιλήψεις, ποτὲ δὲ καὶ τύπον τινὰ ὁρᾶν, ποτὲ δὲ τρανώτερον πρόσωπον πρὸς πρόσωπον. Καὶ ἡ ὅρασις καὶ ἡ ὁμιλία καὶ ἡ ἐρώτησις καὶ ἡ μετ’ αὐτῆς συντυχία δυνάμεις εἰσὶν ἅγιοι, ὁρώμεναι τοῖς ἀξίοις καὶ τὰς ἀποκαλύψεις ποιοῦσαι. Καὶ ἐν τοῖς ἐρημικωτέροις τόποις καὶ ἐν τοῖς διεστηκόσι ἀπὸ τῶν ἀνθρώπων αἱ τοιαῦται ὑποθέσεις γίνονται, ὅπου ἀναγκαίως δέεται αὐτῶν ὁ ἄνθρωπος, διὰ τὸ μὴ ἔχειν αὐτὸν ἄλλην ἀντίληψιν ἢ παράκλησιν ἐκ τόπου. Αἱ δὲ ἀποκαλύψεις αἱ ἐν τῷ νοῖ αἰσθανόμεναι διὰ καθαρότητος καὶ δεκτικαί εἰσι καὶ μόνων τῶν τελείων καὶ γνωστικῶν ὑπάρχουσιν.
Ἐρώτησις. Εἰ ἔφθασέ τις εἰς τὴν καθαρότητα τῆς καρδίας, τί ἐστι τὸ σημεῖον αὐτῆς; Καὶ πότε γινώσκει ὁ ἄνθρωπος ὅτι ἦλθεν ἡ καρδία αὐτοῦ εἰς καθαρότητα;
Ἀπόκρισις. Ὅταν πάντας ἀνθρώπους καλοὺς θεωρῇ καὶ οὐ φαίνηταί τις αὐτῷ ἀκάθαρτος καὶ βέβηλος, τότε ἐστὶν ἀληθῶς καθαρὸς τῇ καρδίᾳ. Πῶς γὰρ πληροῦται ὁ λόγος τοῦ Ἀποστόλου ὁ φάσκων τὸ «ὑπερέχοντας ἑαυτῶν ἡγεῖσθαι πάντας ἐπίσης», ἐξ εἰλικρινοῦς καρδίας ἐὰν μὴ φθάσῃ τὸ εἰρημένον, ὅτι «ὀφθαλμὸς ἀγαθὸς οὐκ ὄψεται πονηρά»;
Ἐρώτησις. Τί ἐστιν ἡ καθαρότης καὶ ἕως πότε ὁ ὅρος αὐτῆς;
Ἀπόκρισις. Ἡ καθαρότης ἐστὶν ἡ λήθη τῶν τρόπων τῆς γνώσεως τῶν παρὰ φύσιν, τῶν ἐν τῷ κόσμῳ εὑρεθέντων ὑπὸ τῆς φύσεως. Ὁ ὅρος δὲ τοῦ ἐλευθερωθῆναι καὶ ἔξω αὐτῶν εὑρεθῆναι οὗτός ἐστι· τὸ ἐλθεῖν τὸν ἄνθρωπον εἰς τὴν πρώτην τῆς φύσεως αὑτοῦ ἁπλότητα καὶ ἀκακίαν καὶ ὡς νήπιόν τινα γενέσθαι, χωρὶς τῶν ἐλαττωμάτων μόνον τοῦ νηπίου.
Ἐρώτησις. Καὶ ἐνδέχεταί τινα εἰσελθεῖν εἰς τὴν τάξιν ταύτην;
Ἀπόκρισις. Ναί. Ἰδοὺ γὰρ ἦλθόν τινες εἰς τὸ μέτρον τοῦτο, ὥσπερ δὴ καὶ ὁ ἀββᾶς Σισώης ἦλθεν εἰς τὸ μέτρον τοῦτο, ὣς καὶ τὸν μαθητήν, εἰ ἔφαγεν ἐρωτᾶν, ἢ οὐκ ἔφαγε. Καὶ ἄλλος τις τῶν πατέρων ἦλθεν εἰς τοιαύτην ἁπλότητα καὶ ἀκεραιότητα μικροῦ δεῖν τῶν νηπίων, ὥστε ἐπιλαθέσθαι αὐτὸν τῶν ὧδε παντελῶς, τοσοῦτον, ὡς καὶ ἐσθίειν αὐτὸν πρὸ τῆς μεταλήψεως, εἰ μή τί γε ὑπὸ τῶν μαθητῶν αὐτοῦ ἐκωλύετο. Καὶ ἦγον αὐτὸν ὡς νήπιον οἱ μαθηταὶ αὐτοῦ κοινωνῆσαι. Καὶ τῷ μὲν κόσμῳ νήπιος ἦν, τὴν δὲ ψυχὴν πρὸς Θεὸν τέλειος.
Ἐρώτησις. Ποίαν μελέτην καὶ ἀδολεσχίαν δεῖ ἔχειν τὸν ἀσκητὴν ἐν τῷ ἡσυχαστηρίῳ αὐτοῦ καθήμενον ἐν ἡσυχίᾳ, καὶ τί ὀφείλει διηνεκῶς ἐργάζεσθαι, ἵνα μὴ σχολάσῃ ὁ νοῦς αὐτοῦ εἰς λογισμοὺς ματαίους;
Ἀπόκρισις. αʹ. Περὶ μελέτης καὶ ἀδολεσχίας ἐρωτᾷς, πῶς γίνεται ὁ ἄνθρωπος νεκρὸς ἐν τῷ κελλίῳ αὑτοῦ. Ἄνθρωπος ἆρα σπουδαῖος καὶ νήφων τῇ ψυχῇ ἐρωτήσεως δεῖται, καθ’ ἑαυτὸν ὑπάρχων, πῶς διάξει; Τί γὰρ ἄλλο ἐστὶν ἡ μελέτη τοῦ μοναχοῦ ἐν τῷ κελλίῳ αὑτοῦ, εἰ μὴ ὁ κλαυθμός; Ἐκ τοῦ κλαυθμοῦ ἆρά γε εὐκαιρεῖ πρὸς ἄλλον λογισμὸν ἀτενίσαι; Καὶ ποία μελέτη κρείσσων ταύτης ὑπάρχει; Αὐτὸ γὰρ τὸ κάθισμα τοῦ μοναχοῦ καὶ ἡ μόνωσις αὐτοῦ τὴν ὁμοίωσιν τῆς ἐν τῷ τάφῳ διαγωγῆς, τῆς ἀπεχούσης ἀπὸ τῆς χαρᾶς τῶν ἀνθρώπων, διδάσκει αὐτόν.
Ὅτι τὸ πένθος ἐστὶν ἡ πρᾶξις αὐτοῦ, καὶ αὐτὴ γὰρ ἡ ἐπωνυμία τοῦ ὀνόματος αὐτοῦ εἰς τοῦτο καὶ παρακαλεῖ καὶ προτρέπεται αὐτόν· πενθικὸς γὰρ ὀνομάζεται, τουτέστι πικρὸς τῇ καρδίᾳ. Καὶ πάντες δὲ οἱ ἅγιοι πενθοῦντες ἐξεδήμησαν ἐκ τοῦ βίου τούτου.
Καὶ εἰ οἱ ἄγιοι ἐπένθουν καὶ τὰ ὄμματα αὐτῶν ἐπληροῦντο ἀεὶ τῶν δακρύων, ἕως ἐκ τοῦ βίου τούτου ἐξεδήμησαν, τίς μὴ κλαύσῃ; Ἡ παράκλησις τοῦ μοναχοῦ ἐκ τοῦ κλαυθμοῦ αὐτοῦ τίκτεται. Καὶ εἰ οἱ τέλειοι καὶ νικηφόροι ἔκλαυσαν ὧδε, ὁ πεπληρωμένος τραυμάτων πῶς ὑποίσει ἡσυχάσαι ἐκ τοῦ κλαυθμοῦ;
Ὁ ἔχων τὸν νεκρὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ κείμενον καὶ αὐτὸς ἑαυτὸν νενεκρωμένον ὁρῶν ταῖς ἁμαρτίαις, χρήζει διδασκαλίας, ποίῳ λογισμῷ χρήσεται τοῖς δάκρυσιν; Ἡ ψυχή σου τεθανατωμένη ταῖς ἁμαρτίαις καὶ κειμένη ἐνώπιόν σου, ἥτις βελτιωτέρα ἐστὶ παρὰ σοὶ ὑπὲρ ὅλον τὸν κόσμον, καὶ οὐ δέεται κλαυθμοῦ;
βʹ. Ἐὰν οὖν εἰς τὴν ἡσυχίαν εἰσέλθωμεν καὶ ἐν αὐτῇ καρτερήσωμεν μεθ’ ὑπομονῆς, πάντως δυνάμεθα διαμεῖναι ἐν τῷ κλαυθμῷ. Διὰ τοῦτο ἐν διανοίᾳ συνεχεῖ δεηθῶμεν τοῦ Κυρίου, ὅπως τοῦτο παράσχῃ ἡμῖν. Ἐὰν γὰρ ταύτην τὴν χάριν κομισώμεθα τὴν κρείττονα τῶν λοιπῶν χαρισμάτων καὶ ὑπερβάλλουσαν, δι’ αὐτῆς εἰς τὴν καθαρότητα εἰσερχόμεθα, καὶ ὅταν εἰσέλθωμεν εἰς αὐτήν, ἔκτοτε οὐ μὴ ἀρθῇ ἀφ’ ἡμῶν ἡ καθαρότης, ἕως τῆς ἐξόδου ἡμῶν τῆς ἐκ τοῦ βίου τούτου.
γʹ. Μακάριοι οὖν οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι οὐκ ἔστι καιρός, ἐν ᾧ οὐκ ἀπολαύουσι τῆς τρυφῆς τῶν δακρύων ταύτης, καὶ ἐν αὐτῇ ἀεὶ ὁρῶσι τὸν Κύριον καὶ ἔτι τῶν δακρύων ἐν τοῖς ὀφθαλμοῖς αὑτῶν ἀξιοῦνται τῆς θεωρίας τῶν ἀποκαλύψεων αὐτοῦ ἐν τῷ ὕψει τῆς προσευχῆς αὑτῶν. Καὶ οὐκ ἔστιν αὐτοῖς εὐχὴ ἐκτὸς δακρύων. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου, ὅτι «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται». Ἐκ τοῦ πένθους γὰρ ἔρχεταί τις εἰς τὴν καθαρότητα τῆς ψυχῆς. Διὰ τοῦτο εἰπὼν ὁ Κύριος, ὅτι «αὐτοὶ παρακληθήσονται», οὐκ ἡρμήνευσε ποίαν παράκλησιν. Ὅταν γὰρ ἀξιωθῇ ὁ μοναχὸς διὰ τῶν δακρύων περάσαι τὴν χώραν τῶν παθῶν καὶ καταντῆσαι εἰς τὴν πεδιάδα τῆς καθαρότητος τῆς ψυχῆς, τότε ἀπαντᾷ αὐτῷ ἡ τοιαύτη παράκλησις. Εἴ τις οὖν διαπερᾷ ἐκ τῶν ἐφευρόντων αὐτὴν ἐνταῦθα καὶ ἐν ταύτῃ ἀπαντᾷ τῇ παρακλήσει τῇ μὴ εὑρισκομένῃ ὧδε, καὶ τότε συνιεῖ ποίαν παράκλησιν τὸ τέλος τοῦ πένθους ὑποδέχεται, ἣν διὰ τῆς καθαρότητος ὁ Θεὸς τοῖς πενθοῦσι δίδωσι. Διότι οὐκ ἐνδέχεταί τινα ἀδιαλείπτως πενθοῦντα ὑπὸ τῶν παθῶν διοχλεῖσθαι. Ἀπαθῶν γὰρ τοῦτό ἐστι τὸ χάρισμα, τὸ δακρύειν καὶ πενθεῖν.
δʹ. Καὶ εἰ τὸν πρὸς καιρὸν πενθοῦντα καὶ κλαίοντα δύνανται τὰ δάκρυα οὐ μόνον ὁδηγῆσαι πρὸς ἀπάθειαν, ἀλλὰ καὶ τὸν νοῦν αὐτοῦ παντελῶς ἀπαλεῖψαι καὶ τῶν παθῶν τῆς μνήμης ἀπαλλάξαι, τί εἴπωμεν περὶ τῶν νυκτὸς καὶ ἡμέρας ἐν γνώσει ἐχόντων τὴν ἐργασίαν ταύτην; Τὴν ἐκ τοῦ κλαυθμοῦ γινομένην βοήθειαν οὐδεὶς γινώσκει, εἰ μὴ μόνοι ἐκεῖνοι, οἱ ἐκδεδωκότες τὰς ἑαυτῶν ψυχὰς εἰς τὸ ἔργον τοῦτο. Πάντες οἱ ἅγιοι ἐφίενται τῆς εἰσόδου ταύτης, ὅτι διὰ τῶν δακρύων ἀνοίγεται ἡ θύρα ἔμπροσθεν αὐτῶν, τοῦ εἰσελθεῖν εἰς τὴν χώραν τῆς παρακλήσεως, ἐν ᾗ χώρᾳ τὰ χρηστότατα ἴχνη τοῦ Θεοῦ καὶ σωτήρια εἰκονίζονται δι’ ἀποκαλύψεων.
Ἐρώτησις. Διὰ τὸ εἶναί τινας ἀδυνάτως ἔχοντας πρὸς τὸ ἀδιαλείπτως πενθεῖν διὰ τὴν ἀσθένειαν τοῦ σώματος, τί δεῖ ἔχειν αὐτοὺς πρὸς φυλακὴν τοῦ νοός, ἵνα μὴ τὰ πάθη, σχολάσαντος αὐτοῦ, ἐπαναστῶσιν αὐτῷ;
Ἀπόκρισις. αʹ. Οὐ δύνανται τὰ πάθη ἐπαναστατῆσαι κατὰ τῆς ψυχῆς καὶ ταράξαι τὸν ἀσκητήν, σχολαζούσης τῆς καρδίας ἐκ τῶν τοῦ βίου ἐν τῇ ἀναχωρήσει αὐτοῦ τῇ ἀπεχούσῃ ἀπὸ παντὸς περισπασμοῦ, εἰ μὴ ῥᾳθυμήσῃ καὶ ἀμελήσῃ ἐκ τῶν δεόντων.
Ἐξαιρέτως γὰρ ἐὰν σχολάσῃ ἐν τῇ μελέτῃ τῶν θείων Γραφῶν διὰ τῆς ἐξετάσεως τῶν νοημάτων αὐτῶν ἀνενόχλητος διαμένει ἀπὸ τῶν παθῶν αὐτός. Διὰ γὰρ τὴν πλεονάζουσαν καὶ διαμένουσαν ἐν αὐτῷ κατανόησιν τῶν θείων Γραφῶν, δραπετεύουσιν ἐξ αὐτοῦ οἱ μάταιοι λογισμοί, καὶ οὐ δύναται ὁ νοῦς αὐτοῦ ἀποστατῆσαι ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν, ἤτοι τῆς ἐνθυμήσεως, οὐδὲ προσέχειν τῷ βίῳ τούτῳ τὸ σύνολον, διὰ τὴν μεγίστην ἡδονὴν τῆς ἀδολεσχίας αὐτοῦ ὑπεραιρόμενος τούτων ἐν τῇ πολλῇ ἡσυχίᾳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
βʹ. Ὅθεν καὶ ἐπιλήσμων γίνεται ἑαυτοῦ καὶ τῆς φύσεως αὑτοῦ, καὶ γίνεται ὥσπερ ἄνθρωπος ἐξεστηκώς, μὴ ποιούμενος μνήμην τοῦ αἰῶνος τούτου παντελῶς, ἐξαιρέτως ἀδολεσχῶν καὶ διανοούμενος τὰ περὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ καὶ λέγων· ‘Δόξα τῇ Θεότητι αὐτοῦ. Παράδοξα καὶ ἐξαίσια ἅπαντα τὰ ἔργα αὐτοῦ· εἰς ὕψος τὴν ἐμὴν εὐτέλειαν ἀνήγαγον, εἰς οἷα ἠξίωσέ με ἀδολεσχεῖν καὶ ἐν ποίοις λογισμοῖς κατατολμῆσαι καὶ ἀπολαῦσαι τὴν ἐμὴν ψυχήν’. Καὶ ἐν τοῖς θαυμασίοις τούτοις ἀναστρεφόμενος καὶ ἐκπληττόμενος ἀεί, μεθύσκεται πάντοτε καὶ γίνεται ὥσπερ ἐν τῇ μετὰ τὴν ἀνάστασιν διαγωγῇ. Πάνυ γὰρ ἡ ἡσυχία συνεργεῖ τῇ χάριτι ταύτῃ. Διότι εὑρίσκει χώραν ὁ νοῦς αὐτοῦ διαμεῖναι ἐν ἑαυτῷ ἐν τῇ εἰρήνῃ τῇ εὑρεθείσῃ αὐτῷ ἐκ τῆς ἡσυχίας. Σὺν τούτοις δέ, καὶ ἐντεῦθεν κινεῖται εἰς μνήμην κατὰ τὴν θέσιν τῆς διαγωγῆς αὑτοῦ. Καὶ γὰρ λαμβάνων κατὰ νοῦν τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ τὴν ἐλπίδα τὴν ἀποκειμένην τοῖς δικαίοις τοῖς ἐν τῇ ζωῇ ἐκείνῃ τῇ πνευματικῇ καὶ ἐν Θεῷ κινουμένοις καὶ τὴν καινὴν ἐκείνην ἀποκατάστασιν, οὐκ ἐνθυμεῖται οὐδὲ μνημονεύει τῶν τοῦ κόσμου τούτου. Καὶ ὅταν ἐν τούτοις μεθυσθῇ, πάλιν μετανίσταται ἐκεῖθεν ἐν θεωρίᾳ αὐτοῦ περὶ τοῦ αἰῶνος τούτου, ἐν ᾧ ἐστιν ἀκμήν, καὶ λέγει ἐκπληκτικῶς· «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως καὶ συνέσεως καὶ φρονήσεως καὶ οἰκονομίας τοῦ ἀνεξιχνιάστου Θεοῦ.
Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ».
γʹ. Ἡνίκα γὰρ αἰῶνα ἄλλον τοιοῦτον θαυμαστὸν ἡτοίμασεν, ἵνα εἰς αὐτὸν εἰσάξῃ πάντας τοὺς λογικοὺς καὶ φυλάξῃ αὐτοὺς ἐν τῇ ἀπεράντῳ ζωῇ, τίς ἡ αἰτία ἆρα τοῦ ποιῆσαι αὐτὸν τὸν κόσμον τοῦτον πρῶτον καὶ πλατῦναι αὐτὸν καὶ πλουτῆσαι τοῦτον οὕτως ἐν τῷ πυκασμῷ καὶ τῷ πλήθει τῶν εἰδῶν καὶ τῶν φύσεων καὶ θέσθαι ἐν αὐτῷ αἰτίας καὶ ὕλας καὶ ἀνταγωνίσματα τῶν πολλῶν παθῶν; Καὶ πῶς ἐν πρώτοις ἔθετο ἡμᾶς ἐν αὐτῷ καὶ ἔπηξεν ἐν ἡμῖν τὴν ἀγάπην τῆς πολυζωΐας αὐτοῦ καὶ ἐξαίφνης μεταίρει ἡμᾶς ἐξ αὐτοῦ διὰ θανάτου καὶ διαφυλάττει ἡμᾶς καιρὸν οὐ μικρὸν ἐν ἀναισθησίᾳ καὶ ἀκινησίᾳ καὶ ἀφανίζει τὰς μορφὰς ἡμῶν καὶ ἐκχέει τὴν κρᾶσιν ἡμῶν, καὶ συμμίσγει αὐτὴν ἐν τῇ γῇ, καὶ παραχωρεῖ καταλυθῆναι καὶ ἐκτακῆναι καὶ ῥυῆναι τὴν κατασκευὴν ἡμῶν, ἕως οὗ παντελῶς ἀπογένηται τῆς ἀνθρωπίνης κατασκευῆς· καὶ τότε ἐν τῷ καιρῷ, ἐν ᾧ ὥρισεν ἐν τῇ προσκυνητῇ σοφίᾳ αὑτοῦ, ὅτε θέλει, ἐγερεῖ ἡμᾶς ἐν σχήματι ἄλλῳ, ἐν ᾧ γινώσκει, καὶ εἰσφέρει ἡμᾶς εἰς κατάστασιν ἄλλην.
δʹ. Ταῦτα δὲ οὐχ ἡμεῖς μόνοι οἱ ἄνθρωποι ἐλπίζομεν, ἀλλὰ καὶ αὐτοὶ οἱ ἅγιοι ἄγγελοι, οἱ μὴ ἔχοντες χρείαν τοῦ κόσμου τούτου, διὰ τὸ παράδοξον τῆς φύσεως αὐτῶν παρὰ βραχύ τι τῆς τελειότητος ὄντες, ἐκδέχονται τὴν ἡμῶν ἔγερσιν ἐκ τῆς φθορᾶς, τὸ πότε ἐγείρεται τὸ γένος ἡμῶν ἐκ τοῦ χοὸς καὶ ἀνακαινίζει ἡ φθορὰ αὐτοῦ. Δι’ ἡμᾶς γὰρ ἐκ τῆς εἰσαγωγῆς κωλύονται, ὅτι ἐφάπαξ τὴν ἄνοιξιν τῆς θύρας τοῦ καινοῦ αἰῶνος ἐνδέχονται.
Καὶ γὰρ ἡ κτίσις αὕτη τῶν ἀγγέλων μεθ’ ἡμῶν ἀναπαύσεται ἐκ τῆς βαρύτητος τοῦ σώματος, τῆς οὔσης ἐν ἡμῖν, ὡς λέγει ὁ Ἀπόστολος· «καὶ ὅτι καὶ αὐτὴ ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, ὅπως ἐλευθερωθῇ ἐκ τῆς δουλείας τῆς φθορᾶς ἐν τῇ ἐλευθερίᾳ τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», μετὰ τὴν παντελῆ κατάλυσιν τοῦ αἰῶνος τούτου ἐξ ὅλης τῆς καταστάσεως αὐτοῦ, καὶ ἀποκατασταθῆναι τὴν φύσιν ἡμῶν ἐν τῇ πρώτῃ καταστάσει.
εʹ. Καὶ λοιπὸν ἐκ τούτου ὑψοῦται ἐν τῷ νοῒ αὑτοῦ εἰς τὰ πρὸ καταβολῆς τοῦ κόσμου τούτου, ὅτε οὐκ ἦν κτίσις τις οὔτε οὐρανὸς οὔτε γῆ οὔτε ἄγγελοι, οὐδὲ ἓν τῶν γεγονότων· καὶ πῶς ἐξαίφνης τὰ πάντα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ἐν τῷ εὐδοκῆσαι αὐτὸν μόνον καὶ πᾶν πρᾶγμα τετελειωμένον παρέστη ἐνώπιον αὐτοῦ. Καὶ αὖθις κάτεισιν ἐν τῷ νοῒ αὑτοῦ ἐπὶ πάσας τὰς δημιουργίας τοῦ Θεοῦ καὶ προσέχει εἰς τὰς θαυματουργίας τῶν κτισμάτων αὐτοῦ καὶ εἰς τὴν σοφίαν τῶν ποιημάτων αὐτοῦ, λέγων ἐν ἐκπλήξει καθ’ ἑαυτόν· Ὦ τοῦ θαύματος, πῶς ἡ οἰκονομία αὐτοῦ καὶ ἡ πρόνοια ὑπερβαίνει πᾶσαν ἔννοιαν καὶ ἡ θαυμαστὴ αὐτοῦ δύναμις ἰσχυροτέρα πάντων τῶν ποιημάτων αὐτοῦ; Καὶ πῶς τὴν κτίσιν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, ἤγουν τὰ πλήθη τῶν διαφόρων πραγμάτων, τὰ ἀναρίθμητα;
Καὶ πῶς πάλιν μέλλει διαφθεῖραι αὐτὴν ἐκ τῆς θαυμαστῆς ταύτης εὐταξίας καὶ ἐκ τοῦ κάλλους τῶν φύσεων καὶ ἐκ τοῦ δρόμου τοῦ εὐτάκτου τῶν κτισμάτων, ὥρας καὶ καιροὺς καὶ τὴν συνάφειαν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, μεταβολὰς συνεργοὺς τοῦ χρόνου, τὰ ἐκ τῆς γῆς ποικίλα ἄνθη, τὰς καλλίστας οἰκοδομὰς τῶν πόλεων καὶ τὰ ἐν αὐταῖς ὡραῖα παλάτια καὶ τὸν ταχύτατον τῶν ἀνθρώπων δρόμον, τὴν φύσιν αὐτῶν τὴν μοχθηρὰν ἀπὸ τῆς εἰσόδου αὐτῆς ἕως τῆς ἐξόδου;
στʹ. Καὶ πῶς ἐξαίφνης καταργεῖται ἡ θαυμαστὴ τάξις αὕτη καὶ ἥξει ἄλλος αἰὼν καὶ παντελῶς ἡ μνήμη τῆς πρώτης ταύτης κτίσεως οὐκ ἀναβήσεται ἐν καρδίᾳ τινὸς καὶ ἀλλοίωσις ἄλλη γενήσεται καὶ ἄλλοι διαλογισμοὶ καὶ ἄλλη μέριμνα, καὶ πάλιν ἡ τῶν ἀνθρώπων φύσις οὐ μὴ μνημονεύσῃ τοῦ κόσμου τούτου, οὐδὲ τῆς προτέρας ὅλως ἀναστροφῆς αὐτοῦ. Δεσμευθήσεται γὰρ ὁ νοῦς αὐτῶν εἰς τὴν θεωρίαν ἐκείνης τῆς καταστάσεως καὶ οὐ μὴ σχολάσῃ ὁ νοῦς αὐτῶν παλινδρομῆσαι ἔτι πρὸς πάλην αἵματος καὶ σαρκός. Σὺν γὰρ τῇ φθορᾷ τοῦ αἰῶνος τούτου, παραυτίκα ἀρχὴν λαμβάνει ὁ μέλλων. Καὶ ἐρεῖ τότε πᾶς ἄνθρωπος τοιαῦτα· Ὦ μῆτερ, ἡ ἐπιλησθεῖσα ἐκ τῶν τέκνων αὑτῆς, ὧν ἐγέννησε καὶ ἐσόφισε καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ συναγομένων εἰς ἀλλότριον κόλπον καὶ γινομένων τέκνων ἀληθινῶν τῆς στείρας τῆς μηδέποτε τεκούσης. «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, εἰς τὰ τέκνα ἃ ἔτεκέ σοι ἡ γῆ».
ζʹ. Καὶ τότε ἀδολεσχεῖ ὡς ἐξεστηκὼς καὶ λέγει· Ἆρα πόσον καιρὸν συνίσταται οὗτος ὁ αἰών, καὶ πότε ἀρχὴν λαμβάνει ὁ μέλλων; Καὶ πόσον ἆρα πάλιν κατεύδουσι τὰ σκηνώματα ταῦτα καιρὸν ἐν τῷ σχήματι τούτῳ καὶ τὰ σώματα ἔσονται τῷ χοῒ ἅμα συμμεμιγμένα, καὶ πῶς ἆρα γίνεται ἡ διαγωγὴ ἐκείνη; Καὶ ἐν ποίᾳ μορφῇ αὕτη ἡ φύσις ἀνίσταται καὶ συνίσταται, καὶ ἐν ποίῳ τρόπῳ ἔρχεται εἰς τὴν δευτέραν κτίσιν;
ηʹ. Καὶ ἐν τῷ εἰς ταῦτα καὶ τὰ τοιαῦτα ἀδολεσχεῖν, ἐπιπίπτει ἐπ’ αὐτὸν ἔκστασις καὶ ἔκπληξις καὶ ἥσυχος σιωπή, εἶθ’ οὕτως ἀνίσταται τῇ ὥρᾳ ἐκείνῃ καὶ γόνυ κλίνει καὶ εὐχαριστίας ἀναπέμπει καὶ δοξολογίας μετὰ δακρύων ἱκανῶν τῷ μόνῳ σοφῷ Θεῷ, τῷ ἐν τοῖς πανσόφοις ἔργοις αὑτοῦ δοξαζομένῳ ἀεί.
θʹ. Μακάριος λοιπόν, ὅστις τοιούτων ἠξιώθη. Μακάριος οὗ ἡ μελέτη αὐτοῦ αὕτη ἐστὶν ἡμέρας τε καὶ νυκτός. Μακάριος, ὅστις ἐν τούτοις τε καὶ τοῖς τοιούτοις ἀδολεσχεῖ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὑτοῦ. Ἐὰν δὲ ἐν τῇ ἀρχῇ τῆς ἡσυχίας αὑτοῦ ὁ ἄνθρωπος οὐκ αἰσθάνηται τῆς δυνάμεως τῶν τοιούτων θεωριῶν, διὰ τὸν μετεωρισμὸν τοῦ νοὸς αὑτοῦ, καὶ οὐ δύναται ἔτι ὑψωθῆναι ἐπὶ τὰς δυνάμεις τῶν προρρηθέντων θαυμασίων τοῦ Θεοῦ, μὴ ἀκηδιάσῃ καὶ ἐάσῃ τὸ ἤρεμον τῆς ἡσύχου αὑτοῦ διαγωγῆς.
Οὐδὲ γὰρ εὐθέως ἐν τῷ σπείρειν τὸν ἐργάτην ἐν τῇ γῇ σὺν τῷ σπεῖραι τὸν σπόρον θεωρεῖ καὶ τὸν στάχυν. ιʹ. Διότι ἀκολουθεῖ τῷ σπόρῳ ἀκηδία καὶ κόπος καὶ πόνος τῶν ἰδίων μελῶν καὶ ἐκκοπὴ τῶν ἐντέρων καὶ χωρισμὸς τῶν συνήθων.
Μετὰ δὲ τὸ ὑπομεῖναι ταῦτα, ἔρχεται καιρὸς ἕτερος, ἐν ᾧ τότε ἥδεται καὶ σκιρτᾷ καὶ ἀγάλλεται καὶ εὐφραίνεται ὁ ἐργάτης. Καὶ ποῖος οὗτος; Ὅταν ἐσθίῃ ἐκ τοῦ ἄρτου τοῦ ἱδρῶτος αὑτοῦ καὶ μένῃ τετηρημένη ἐν τῇ ἡσυχίᾳ ἡ ἀδολεσχία αὑτοῦ.
Πολλὴν γὰρ ἡδονὴν καὶ ἀτελεύτητον κινεῖ ἐν τῇ καρδίᾳ καὶ πρὸς ἔκπληξιν ἀνεκλάλητον ἐλαύνει τὸν νοῦν ταχέως ἡ ἡσυχία καὶ ἡ ῥηθεῖσα ἐν αὐτῇ ἀδολεσχία μεθ’ ὑπομονῆς. Καὶ μακάριος ἐκεῖνος, ὅστις καρτερεῖ ἐν αὐτῇ, ὅτι ἐνώπιον τούτου ἠνοίχθη αὕτη ἡ θεόβρυτος πηγή, καὶ ἔπιεν ἐκ ταύτης καὶ ἡδύνθη, καὶ οὐ μὴ παύσηται τοῦ πίνειν ἐξ αὐτῆς ἀεὶ καὶ πάντοτε κατὰ πᾶσαν ὥραν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, ἕως συντελείας καὶ πέρατος τῆς ὅλης ἰδίας προσκαίρου ταύτης ζωῆς.
Ἐρώτησις. Τί ἐστι τὸ περιεκτικὸν τῶν κόπων ὅλων τοῦ ἔργου τούτου, ἤγουν τῆς ἡσυχίας, ἵνα τις, καταντήσας εἰς αὐτό, μάθῃ ὅτι τὴν τελειότητα τῆς πολιτείας ἔφθασεν;
Ἀπόκρισις. Ὅταν ἀξιωθῇ τις τῆς διαμονῆς τῆς προσευχῆς. Ὅταν γὰρ φθάσῃ ταύτην, πρὸς τὴν ἄκραν πασῶν τῶν ἀρετῶν ἔφθασε, καὶ τοῦ λοιποῦ κατοικητήριον τοῦ ἁγίου Πνεύματος ἐγένετο. Εἰ γάρ τις τὴν χάριν τοῦ Παρακλήτου ἀκριβῶς οὐκ ἐδέξατο, τὴν διαμονὴν ταύτης τῆς προσευχῆς τελειῶσαι ἐν ἀνέσει οὐ δύναται. Τὸ Πνεῦμα γάρ, φησίν, ὅταν κατοικήσῃ ἔν τινι τῶν ἀνθρώπων, οὐ παύεται ἐκ τῆς προσευχῆς. Αὐτὸ γὰρ τὸ Πνεῦμα ἀεὶ προσεύχεται. Τότε, οὔτε ἐν τῷ καθεύδειν αὐτὸν οὔτε ἐν ἐγρηγόρσει ἡ προσευχὴ ἐκ τῆς ψυχῆς αὐτοῦ κόπτεται, ἀλλ’ ἐὰν ἐσθίῃ καὶ ἐὰν πίνῃ, καὶ ἐὰν κοιμᾶται καὶ ἐάν τι πράττῃ, καὶ ἕως ἐν βαθεῖ ὕπνῳ αἱ εὐωδίαι καὶ οἱ ἀτμοὶ τῆς προσευχῆς ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναδίδονται ἄνευ κόπου. Καὶ χωρισμὸν τότε ἡ προσευχὴ οὐκ ἔχει, ἀλλὰ πάσας τὰς ὥρας αὑτοῦ, κἂν ἡσυχάσῃ ἔξωθεν αὐτοῦ ἡ τοιαύτη, ἀλλ’ οὖν πάλιν ἡ αὐτὴ λειτουργεῖ ἐν αὐτῷ κρυπτῶς. Τὴν σιγὴν γὰρ τῶν καθαρῶν προσευχὴν λέγει τις τῶν χριστοφόρων, ἐπειδὴ οἱ λογισμοὶ αὐτῶν θεῖαι κινήσεις εἰσίν, αἱ κινήσεις δὲ τῆς καθαρᾶς καρδίας καὶ διανοίας φωναὶ πρᾳεῖαί εἰσιν, ἐν αἷς κρυπτῶς τῷ κρυπτῷ ψάλλουσιν.
Ἐρώτησις. Τίς ἐστιν ἡ πνευματικὴ προσευχή, καὶ πῶς ταύτης ἀξιοῦται ὁ ἀγωνιζόμενος;
Ἀπόκρισις. αʹ. Ψυχικαὶ κινήσεις εἰσὶ τῇ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος κοινωνοῦσαι δι’ ἀκριβοῦς ἁγνείας καὶ καθαρότητος. Καὶ εἷς ἐκ τῶν μυρίων ἀνθρώπων ταύτης ἀξιοῦται, μυστήριον γὰρ καταστάσεως τῆς μελλούσης καὶ πολιτείας ἐστί· διότι ὑψοῦται, καὶ ἡ φύσις μένει ἐκ τῆς ὅλης κινήσεως καὶ μνήμης τῶν ἐνθάδε ἀνενέργητος. Καὶ οὐχὶ προσευχὴν προσεύχεται, ἀλλ’ αἰσθήσει αἰσθάνεται ἡ ψυχὴ τῶν πνευματικῶν πραγμάτων τοῦ αἰῶνος ἐκείνου, τῶν ὑπερβαλλόντων τὴν ἔννοιαν τῶν ἀνθρώπων, ἐν οἷς τὸ κατανοῆσαι ἐν αὐτοῖς, διὰ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματός ἐστιν. Ὅπερ ἐστὶν ἡ νοητὴ θεωρία καὶ ἡ κίνησις, καὶ ζήτησις τῆς προσευχῆς ἐστιν· ἀλλ’ ἐκ τῆς προσευχῆς ἔλαβεν ἀφορμήν. Διὰ τοῦτο γὰρ καί τινες τοιοῦτοι τὴν τελειότητα ἤδη τῆς καθαρότητος ἔφθασαν. Καὶ οὐκ ἔστιν ὥρα, ἐν ᾗ ἡ κίνησις αὐτῶν ἡ ἐσωτέρα οὐκ ἔστιν ἐν προσευχῇ, ὡς προείπομεν.
Καὶ ὅτε παρακύψει τὸ Πνεῦμα τὸ ἅγιον, ἐν προσευχῇ εὑρίσκει τούτους ἀεί, καὶ ἐξ αὐτῆς τῆς προσευχῆς ἐκφέρει αὐτοὺς πρὸς θεωρίαν, ἥτις λέγεται πνευματικὴ ὅρασις. Οὐ χρῄζουσι γὰρ σχήματος μακρᾶς προσευχῆς, οὐδὲ στάσεως καὶ τάξεως τῆς πολλῆς λειτουργίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ μνήμη τοῦ Θεοῦ, καὶ εὐθὺς αἰχμαλωτίζονται ἐν τῇ ἀγάπῃ αὐτοῦ. Ὅμως τῆς στάσεως τῆς προσευχῆς τῆς εἰς τέλος οὐκ ἀμελοῦσιν, ἡνίκα τὴν τιμὴν μερίζουσι τῇ προσευχῇ, καὶ ἵστανται τοῖς ποσὶν εἰς τὰς δεδηλωμένας ὥρας, ἐκτὸς τῆς ἀδιαλείπτου.
βʹ. Εἴδομεν γὰρ τὸν ἅγιον Ἀντώνιον ἱστάμενον ἐν τῇ εὐχῇ τῆς ἐνάτης ὥρας, ὅτι ᾐσθάνετο τὸν νοῦν αὑτοῦ ὑψωθέντα. Καὶ ἄλλος ἐκ τῶν πατέρων ἐκτείνας τὰς χεῖρας ἱστάμενος ἐν τῇ προσευχῇ αὑτοῦ, ἦλθεν εἰς ἔκστασιν τέσσαρας ἡμέρας. Καὶ ἄλλοι πολλοὶ οὕτως ἐν τῷ προσεύχεσθαι ἀπὸ τῆς πολλῆς μνήμης τοῦ Θεοῦ καὶ τῆς ἀγάπης αὐτοῦ ᾐχμαλωτίζοντο καὶ εἰς ἔκστασιν ἤρχοντο. Ἀξιοῦται δὲ ὁ ἄνθρωπος ταύτης, ὅταν ἀποδύηται τὴν ἁμαρτίαν ἔσωθεν καὶ ἔξωθεν διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Κυρίου, τῶν ἐναντίων τῆς ἁμαρτίας. Ἅς τινας ἐντολάς, ἐάν τις ἀγαπήσῃ καὶ κατὰ τάξιν αὐταῖς χρήσηται, ἐξ ἀνάγκης αὐτῶν γίνεται τὸ τῶν πολλῶν ἀνθρωπίνων πραγμάτων ὑπεξελθεῖν, τουτέστι τὸ σῶμα ἀπεκδύσασθαι καὶ ἔξωθεν αὐτοῦ γενέσθαι, ὡς εἰπεῖν, οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν χρείαν. Οὐκ ἔστι τις ἐν τῷ τρόπῳ τοῦ νομοθέτου ἀναστρεφόμενος καὶ ταῖς ἐντολαῖς τούτου χρώμενος, καὶ ἀπέμεινεν ἡ ἁμαρτία ἐν αὐτῷ. Διὰ τοῦτο ὁ Κύριος μονὴν παρ’ αὐτῷ ποιεῖν τῷ τὰς ἐντολὰς φυλάξαντι ὑπέσχετο ἐν τῷ Εὐαγγελίῳ.
Ἐρώτησις. Ποία ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος;
Ἀπόκρισις. Ὅταν τις ἀξιωθῇ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ.
Ἐρώτησις. Καὶ πόθεν γινώσκει τις, ὅτι ἔφθασεν εἰς ταύτην;
Ἀπόκρισις. Ὅταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ἡ καρδία αὐτοῦ κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς. Ἔθος γὰρ ἔχει ἡ ἀγάπη ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν ἐξάπτειν δάκρυα. Καὶ τοιοῦτος ὤν, οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων. Διότι οὐ λείπει αὐτῷ ἀεὶ ὕλη φέρουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ, ὥστε καὶ ἐν τῷ ὕπνῳ αὑτοῦ συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπῃ πρᾶξαι τὰ τοιαῦτα. Καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν ταύτῃ.
Ἐρώτησις. Ἐὰν μετὰ τὸν πολὺν κόπον καὶ μόχθον καὶ ἀγῶνα, ὃν ἐκτήσατο ὁ ἄνθρωπος, ἀναιδεύηται ὁ λογισμὸς τῆς ὑπερηφανίας προσβαλεῖν αὐτῷ, διότι ὕλην ἔλαβεν ἐκ τοῦ κάλλους τῶν ἀρετῶν αὑτοῦ, καὶ λογίζηται τὸν πολὺν κόπον, ὃν ὑπέμεινεν, ἐν τίνι κρατήσει τὸν λογισμὸν αὑτοῦ καὶ ἀσφάλειαν τῇ ψυχῇ αὑτοῦ κτήσηται τοῦ μὴ πεισθῆναι αὐτῷ;
Ἀπόκρισις. αʹ. Ὅταν γνῷ τίς, ὅτι οὕτω πίπτει ἀπὸ τοῦ Θεοῦ ὡς φύλλον ξηρὸν ἐκ δένδρου, τότε γνωρίζει τὴν δύναμιν τῆς ψυχῆς αὑτοῦ, εἰ ἐν τῇ δυνάμει αὑτοῦ ἐκτήσατο τὰς ἀρετὰς ταύτας καὶ ὑπέμεινεν ὅλους τοὺς ἀγῶνας τοὺς ὑπὲρ αὐτῶν ἐν τῷ συστεῖλαι τὸν Κύριον τὴν οἰκείαν βοήθειαν ἐξ αὐτοῦ καὶ αὐτὸν μόνον εἰσελθεῖν μετὰ τοῦ διαβόλου παραχωρεῖ παλαῖσαι καὶ οὐ συνέρχεται αὐτῷ ὁ Κύριος, ὡς ἔχει ἔθος συνεισελθεῖν μετὰ τῶν ἀγωνιζομένων ἐν τῷ ἀγῶνι αὐτῶν καὶ συνεργῆσαι· τότε φανεροῦται ἡ δύναμις αὐτοῦ, μᾶλλον δὲ ἡ ἧττα αὐτοῦ καὶ ἡ ἀπορία αὐτοῦ. Ἔστι γὰρ ἡ πρόνοια τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἐν παντὶ καιρῷ, φυλάττουσα αὐτοὺς καὶ ἐνισχύουσα, καὶ ἐν αὐτῇ νικᾷ πᾶν τάγμα τῶν ἀνθρώπων, ἐὰν ἐν τῷ ἀγῶνι τῆς μαρτυρίας καὶ τοῖς πάθεσιν αὐτῆς γένηται ἄνθρωπος καὶ ἐν τοῖς λοιποῖς δυσχερέσι τοῖς ὑπὲρ Θεοῦ γινομένοις καὶ δι’ αὐτὸν ὑπομενομένοις.
βʹ. Καὶ ταῦτα δῆλα καὶ φανερά εἰσι καὶ οὐκ ἔχουσι δισταγμόν. Πῶς γὰρ δύναται ἡ φύσις, ἵνα νικήσῃ τὴν δύναμιν τῶν γαργαλισμάτων τῶν ἀπαύστως ἐν τοῖς μέλεσι τῶν ἀνθρώπων κινουμένων καὶ λυπούντων αὐτοὺς καὶ νικῆσαι δυναμένων κατὰ κράτος αὐτούς; Καὶ πῶς ἄλλοι τὴν νίκην ποθοῦσι καὶ ἀγαπῶσι, καὶ αὐτοὶ οὐ δύνανται ἡνίκα ἀνταγωνίζονται σφοδρῶς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἡττῶνται ἐξ αὐτῶν, καὶ ἐν πόνῳ καὶ πένθει καὶ μόχθῳ εἰσὶν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, σὺ δὲ εὐκόλως δύνασαι βαστάζειν τὰς δυσκολίας τοῦ σώματος, τοσοῦτον δυσχερεῖς οὔσας, καὶ οὐ πολὺ στενοχωρεῖσθαι; Καὶ πῶς ἐνδέχεται τὸ ἄλλως ἐμπαθὲς σῶμα πρὸς τὴν τομὴν τοῦ σιδήρου παλαίειν, καὶ σύνθλασιν μελῶν ὑπομένειν καὶ πᾶν εἶδος κολάσεως, καὶ οὐχ ἡττᾶσθαι ὑπὸ τῶν παθῶν, καὶ ὁ μηδὲ πληγὴν ὑπομένων ἀκάνθην κεντοῦσαν τὸν ὄνυχα αὐτοῦ, καὶ ταύτης τῆς ποικιλίας τῶν βασάνων μὴ αἰσθανόμενος κατὰ τὸ ἔθος τῆς φύσεως, εἰ μὴ ἑτέρα δύναμις ἐκτὸς τῆς φυσικῆς δυνάμεως ἑτέρωθεν πρόσεστιν, ἀπείργουσα ἐξ αὐτοῦ τὴν ἰσχὺν τῶν βασάνων; Καὶ ἐπειδὴ περὶ τῆς προνοίας τοῦ Θεοῦ διελέχθημεν, οὐκ ὀκνητέον καὶ ἱστορίας τινὸς ψυχωφελοῦς ὑπομνησθῆναι ὑψούσης τὸν ἄνθρωπον ἐν τοῖς ἀγῶσιν αὐτοῦ.
Διήγησις. αʹ. Νεώτερός τις, ὀνόματι Θεόδωρος, βασανισθεὶς κατὰ παντὸς τοῦ σώματος αὐτοῦ καὶ ἐρωτηθεὶς ὑπό τινος, πῶς ᾔσθου τῶν βασάνων, ἀπεκρίθη, ὅτι ἐν προοιμίοις ᾐσθανόμην, ὕστερον δὲ εἶδόν τινα νεανίσκον ἀποσπογγίζοντα τὸν ἱδρῶτα τοῦ ἀγῶνός μου καὶ ἐνισχύοντά με καὶ παρέχοντά μοι ἀναψυχὴν ἐν τῇ ἀθλήσει μου. Ὢ τῶν τοῦ Θεοῦ οἰκτιρμῶν.
Πόσον ἐγγίζει ἡ χάρις αὐτοῦ τοῖς ἀθλοῦσι διὰ τὸ ὄνομα αὐτοῦ τοῦ ὑπομένειν μετὰ χαρᾶς ὑπὲρ αὐτοῦ τὰ πάθη. βʹ. Μὴ ἀγνωμονήσῃς οὖν εἰς τὴν τοῦ Θεοῦ πρόνοιαν, τὴν πρὸς σὲ γινομένην, ὦ ἄνθρωπε. Ἐὰν δῆλον λοιπὸν ᾖ, ὅτι οὐχὶ σὺ εἶ ὁ νικῶν, ἀλλ’ ὑπάρχεις ὥσπερ ὄργανον, καὶ ὁ Κύριός ἐστιν ὁ νικῶν ἐν σοί, καὶ σὺ λαμβάνει τὸ ὄνομα τῆς νίκης δωρεάν, τίς ἐστιν ὁ κωλύων σε ἐν παντὶ καιρῷ τὴν αὐτὴν δύναμιν αἰτεῖν, καὶ νικῆσαι καὶ ἐγκωμιασθῆναι καὶ τῷ Θεῷ ἐξομολογήσασθαι;
Οὐκ ἤκουσας ἆρα, ὦ ἄνθρωπε, πόσοι ἀθληταὶ ἀπὸ καταβολῆς κόσμου ἐκ τοῦ ὕψους τῶν ἡμερῶν, καὶ ἐκ τοῦ ὕψους τῶν ἀνταγωνισμάτων αὑτῶν πεπτώκασι, πρὸς τὴν χάριν ταύτην ἀγνωμονήσαντες; γʹ. Καθ’ ὅσον πολλαὶ καὶ διάφοροί εἰσιν αἱ δωρεαὶ τοῦ Θεοῦ πρὸς τὸ ἀνθρώπινον γένος, κατὰ τοσοῦτον αἱ διαιρέσεις εἰσὶν ἐν τοῖς δεκτικοῖς πρὸς ἀναλογίαν τῶν δεχομένων αὐτάς. Καὶ ἔτι σμικρότης καὶ μεγαλειότης ἐν ταῖς δωρεαῖς τοῦ Θεοῦ, εἰ καὶ πᾶσαί εἰσιν ὑψηλαὶ καὶ θαυμασταί, ἀλλ’ ἔστι μία ὑπερβάλλουσα τὴν ἄλλην ἐν δόξῃ καὶ ἐν τιμῇ. Καὶ βαθμός ἐστιν ὑπερέχων βαθμοῦ.
δʹ. Καὶ πάλιν τὸ ἀφιερῶσαί τινα ἑαυτὸν τῷ Θεῷ καὶ τὸ πολιτεύσασθαι ἐν τῇ ἀρετῇ, καὶ τοῦτο ἕν ἐστι τῶν μεγάλων χαρισμάτων τοῦ Χριστοῦ. Πολλοὶ γὰρ τῆς χάριτος ταύτης ἐπιλαθόμενοι, ὅτι ἠξιώθησαν ἀφορισθῆναι ἁπὸ τῶν ἀνθρώπων καὶ τῷ Θεῷ ἀφιερωθῆναι, καὶ τῶν χαρισμάτων αὐτοῦ μέτοχοι καὶ ἀντιλήπτορες γενέσθαι, καὶ ἐκλεχθῆναι καὶ διακονίας καὶ λειτουργίας τοῦ Θεοῦ ἀξιωθῆναι, ἀντὶ τοῦ εὐχαριστῆσαι τῷ Θεῷ ἀδιαλείπτως ἐν τῷ στόματι αὐτῶν ὑπὲρ τούτων, ἐξέκλιναν εἰς ὑπερηφανίαν καὶ ὑψηλοφροσύνην· καὶ οὐχὶ ὡς λαβόντες τὴν χάριν τῆς λειτουργίας λειτουργῆσαι αὐτῷ ἐν καθαρᾷ πολιτείᾳ καὶ πνευματικῇ ἐργασίᾳ εἰσίν, ἀλλ’ ὡς τῷ Θεῷ χάριν ποιοῦντες, οὕτω λογίζονται, ἀντὶ τοῦ λογίσασθαι, ὅτι προσελάβετο αὐτοὺς ἐκ τῶν ἀνθρώπων καὶ οἰκείους αὑτοῦ ἀπειργάσατο εἰς γνῶσιν τῶν μυστηρίων αὑτοῦ. Καὶ οὐ τρέμουσιν ἐξ ὅλης τῆς ψυχῆς αὑτῶν ταῦτα διαλογιζόμενοι, μάλιστα θεασάμενοι τοὺς πρὸ αὐτῶν ταῦτα λογισαμένους, πῶς ἐξαίφνης ἤρθη ἐξ αὐτῶν τὸ ἀξίωμα καὶ πῶς ἀπέρριψεν αὐτοὺς ὁ Κύριος ἐν ῥιπῇ ὀφθαλμοῦ ἐκ τῆς μεγίστης, ἧς εἶχον δόξης καὶ τιμῆς, καὶ ἐξέκλιναν εἰς ἀκαθαρσίαν καὶ ἀσέλγειαν καὶ εἰς αἰσχρολογίαν κτηνώδει τρόπῳ.
εʹ. Ἐπειδὴ γὰρ οὐκ ἔγνωσαν τὴν ἑαυτῶν δύναμιν, οὐδὲ ἀδιαλείπτως ἐμνημόνευον τοῦ δεδωκότος αὐτοῖς τὴν χάριν τοῦ λειτουργεῖν αὐτῷ καὶ ἔνδον τῆς βασιλείας αὐτοῦ γενέσθαι καὶ ὁμοδιαίτους τῶν ἀγγέλων εἶναι καὶ τῇ ἀγγελικῇ πολιτείᾳ προσπελάσαι αὐτῷ, ἀπέρριψεν αὐτοὺς ἀπὸ τῆς ἐργασίας αὐτῶν καὶ ἔδειξεν αὐτοῖς ἐν τῇ μεταβολῇ τῆς διαγωγῆς αὐτῶν ἀπὸ τῆς ἡσυχίας, ὅτι οὐκ αὐτῶν ἦν ἡ δύναμις ἐκείνη, τὸ ὑπομεῖναι ἐν εὐτάκτοις πολιτείαις καὶ μὴ ὀχληθῆναι παρὰ τῆς βίας τῆς φύσεως καὶ τῶν δαιμόνων καὶ τῶν λοιπῶν ἄλλων ἐναντιωμάτων, ἀλλὰ δύναμις ἦν τῆς χάριτος αὐτοῦ, ἐνεργοῦσα ἐν αὐτοῖς ἄπερ ὁ κόσμος χωρῆσαι ἢ ἀκοῦσαι οὐ δύναται διὰ τὴν δυσκολίαν αὐτῶν.
Οὗτοι δὲ πολὺν καιρὸν ὑπέμειναν ἐν αὐτοῖς καὶ οὐχ ἡττήθησαν, ἐν οἷς ἦν πάντως δύναμίς τις ἀκολουθοῦσα αὐτοῖς, ἱκανοῦσα ἐν πᾶσι βοηθῆσαι αὐτοῖς, καὶ ἐν πᾶσι διαφυλάξαι αὐτούς. Ἐπειδὴ δὲ ἐπελάθοντο ταύτης τῆς δυνάμεως, ἐπληρώθη ἐν αὐτοῖς ὁ εἰρημένος λόγος τοῦ Ἀποστόλου· «καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει τὸν Δεσπότην αὑτῶν, τὸν συνάψαντα τὸν χοῦν τῇ λειτουργίᾳ τῇ πνευματικῇ, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ τὴν ἀτιμίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν αὐτοῖς ἀπέλαβον».
Ἐρώτησις. Εἰ ἄρα ἔστι τις ἡνίκα τολμήσει δι’ ὅλου παραυτίκα ἀποτασσόμενος τῇ συνοικήσει τῶν ἀνθρώπων καὶ ἐξαίφνης ἐξερχόμενος εἰς ἔρημον ἀοίκητον καὶ φοβερὰν μετὰ ζήλου ἀγαθοῦ, ἆρα τούτου χάριν λιμῷ ἀποθνῄσκει διὰ τὴν ἔνδειαν τῆς σκέπης καὶ τῶν λοιπῶν χρειῶν;
Ἀπόκρισις. Ὁ ἑτοιμάσας τοῖς ἀλόγοις ζώοις πρὸ τοῦ πλάσαι αὐτὰ κατοικητήρια καὶ ἐπιμέλειαν τῶν χρειῶν αὐτῶν ποιούμενος, οὐ μὴ παρίδῃ τὸ πλάσμα αὑτοῦ, ἐξαιρέτως τοὺς φοβουμένους αὐτόν, τοὺς ἁπλῶς καὶ ἀπεριέργως ἀκολουθήσαντας αὐτῷ. Ὁ τῷ Θεῷ ἀνατιθέμενος τὸ θέλημα αὑτοῦ ἐν ἅπασιν, οὐδέποτε μεριμνᾷ περὶ τῆς χρείας τοῦ σώματος αὑτοῦ καὶ τῆς ταλαιπωρίας καὶ τῆς κακοπαθείας αὑτοῦ, ἀλλὰ ποθεῖ τοῦ ἐμμεῖναι ἐν τῷ κρυπτῷ τῆς πολιτείας καὶ ὑπομεῖναι τὴν ζωὴν τῆς ταπεινώσεως· οὐχὶ ὡς δειλιῶν τὰς θλίψεις, ἀλλ’ ὡς ἡδέα καὶ γλυκέα λογίζεται τὴν ἀλλοτρίωσιν ὅλου τοῦ κόσμου, διὰ τὴν καθαρότητα τῆς πολιτείας, μοχθῶν μεταξὺ βουνῶν καὶ ὀρέων, καὶ ὡς πλάνος γίνεται ἐν τῇ χώρᾳ τῶν ἀλόγων ζώων, καὶ μὴ καταδεχόμενος ἀναπαύεσθαι σωματικῶς καὶ ζῆσαι ζωὴν πεπληρωμένην ῥύπων. Καὶ ἡνίκα παραδώσει ἑαυτὸν εἰς θάνατον, καθ’ ἑκάστην ὥραν πενθεῖ καὶ προσεύχεται, ἵνα μὴ στερηθῇ τῆς καθαρᾶς πολιτείας τοῦ Θεοῦ. Καὶ τότε λαμβάνει παρ’ αὐτοῦ τὴν βοήθειαν.
Αὐτῷ ἡ δόξα καὶ ἡ τιμὴ καὶ αὐτὸς ἡμᾶς φυλάξαι ἐν τῇ καθαρότητι αὐτοῦ καὶ ἁγιάσαι ἡμᾶς τῷ ἁγιασμῷ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, εἰς τιμὴν τοῦ ὀνόματος αὐτοῦ, τοῦ δοξάσαι τὸ ἅγιον ὄνομα αὐτοῦ ἐν καθαρότητι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.