Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁγίας Βερνίκην καὶ Προσδόκην

Ἰωάννης ὁ Χρυσόστομος

Ο διωγμός της Εκκλησίας και η αναχώρηση των μαρτύρων

Η περιγραφή του σκληρού διωγμού, η φυγή της μητέρας και των θυγατέρων της στην Έδεσσα, η θεία προστασία της παρθενίας και οι δοκιμασίες από τους οικείους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

δʹ. Καὶ περὶ μὲν τοῦ θανάτου τοσαῦτα· φέρε δὴ λοιπὸν ἐπὶ τὸ ἐγκώμιον τῶν μαρτύρων ἴωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὴν ἀκρόασιν· καὶ γὰρ καὶ ταῦτα ἀπὸ τοῦ τῶν μαρτύρων ἐγκωμίου τὴν ὑπόθεσιν ἔλαβε· μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῆς Ἐκκλησίας χαλεπὸς, πολέμων ἁπάντων βαρύτατος· διπλοῦς γὰρ οὗτος ὁ πόλεμος ἦν· ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν· ὁ μὲν παρὰ τῶν οἰκείων, ὁ δὲ παρὰ τῶν πολεμίων· ὁ μὲν παρὰ τῶν ἀλλοτρίων, ὁ δὲ παρὰ τῶν γνωρίμων. Καίτοι εἰ καὶ ἁπλοῦς ὁ πόλεμος ἦν, ἀφόρητον ὑπῆρχε τὸ κακὸν, καὶ εἰ ἔξωθεν προσέβαλλε μόνον, μέγα τῶν δεινῶν τὸ μέγεθος ἦν· νυνὶ δὲ διπλοῦς ἦν οὗτος, καὶ τοῦ παρὰ τῶν ἔξωθεν ὁ παρὰ τῶν οἰκείων χαλεπώτερος. Τὸν μὲν γὰρ ὡμολογημένον ἐχθρὸν ῥᾳδίως φυλάττεσθαι δυνατόν· ὁ δὲ φίλου μὲν ἔχων προσωπεῖον, τὰ δὲ ἐχθρῶν διατιθεὶς, δυσάλωτος τοῖς ἐπιβουλευομένοις ἐστί. Διπλοῦς τοίνυν τότε ὁ πόλεμος ἦν, ὁ μὲν ἐμφύλιος, ὁ δὲ παρὰ τῶν ἔξωθεν ἐπιών· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑκάτερος ὁ πόλεμος ἐμφύλιος ἦν. Καὶ γὰρ οἱ ἔξωθεν προσβάλλοντες δικασταὶ καὶ ἄρχοντες καὶ στρατιῶται οὐκ ἀλλόφυλοί τινες ἦσαν, καὶ βάρβαροι, καὶ ἄλλης ἀρχῆς καὶ βασιλείας, ἀλλὰ τοῖς αὐτοῖς διοικούμενοι νόμοις, τὴν αὐτὴν πατρίδα οἰκοῦντες, τῆς αὐτῆς μετέχοντες πολιτείας.

Ὁ μὲν οὖν ἐμφύλιος ἦν ὁ παρὰ τῶν δικαστῶν, ὁ δὲ χαλεπώτερος ὁ παρὰ τῶν συγγενῶν, ὁ καινὸς καὶ παράλογος καὶ πολλῆς γέμων ὠμότητος. Καὶ γὰρ ἀδελφοὺς ἀδελφοὶ παρεδίδοσαν, καὶ πατέρες τέκνα, καὶ ἄνδρες γυναῖκας, καὶ πάντα τὰ τῆς συγγενείας ἐπατεῖτο δίκαια, καὶ πᾶσα ἡ οἰκουμένη ἀνάστατος ἦν, καὶ οὐδεὶς οὐδένα τότε ἐπεγίνωσκεν· ἐκράτει γὰρ ὁ διάβολος μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἐν ἐκείνῳ τοίνυν τῷ θορύβῳ καὶ τῷ πολέμῳ αἱ γυναῖκες αὗται, εἴ γε γυναῖκας αὐτὰς χρὴ καλεῖν· καὶ γὰρ ἐν γυναικείῳ σώματι ἀνδρῶν ἐπεδείξαντο φρόνημα, μᾶλλον δὲ οὐκ ἀνδρῶν ἐπεδείξαντο φρόνημα μόνον, ἀλλὰ καὶ αὐτὴν ὑπερέβησαν τὴν φύσιν, καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἔθεντο· αὗται τοίνυν αἱ γυναῖκες ἀφεῖσαι πόλιν καὶ οἰκίαν καὶ συγγενεῖς πρὸς τὴν ἀλλοτρίαν μετετάξαντο. Ὅταν γὰρ, φησὶν, ὁ Χριστὸς ἀτιμάζηται, μηδὲν ἡμῖν ἔστω τίμιον μηδὲ ἀναγκαῖον· διὰ τοῦτο πάντα ἀφεῖσαι ἐξῆλθον.

Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες· ἓν γὰρ μόνον σπουδάζουσιν, ὅπως τὸ σῶμα τὸ ἑαυτῶν προεξαρπάσωσι τῆς φλογὸς, καὶ τὸν τοῦ πυρὸς φθάσωσι δρόμον μετὰ πολλῆς ἐπιόντα τῆς ταχύτητος· οὕτω δὴ καὶ αὗται ἐποίησαν. Ἰδοῦσαι γὰρ τὴν οἰκουμένην ἅπασαν ἐμπυριζομένην, εὐθέως ἐξεπήδησαν, καὶ ἐξήλαντο τῶν προθύρων τῆς πόλεως, ἓν μόνον ζητοῦσαι, τὴν σωτηρίαν τῆς ἑαυτῶν ψυχῆς παντὶ τρόπῳ διαφυλάξαι. Καὶ γὰρ ἐμπρησμὸς τότε χαλεπὸς ἦν καὶ σκότος ἐκράτει βαθὺ, σκότος τοῦ νυκτερινοῦ τούτου ζοφωδέστερον· καὶ διὰ τοῦτο καθάπερ ἐν σκότῳ τοὺς φίλους ἠγνόουν οἱ φίλοι, καὶ ἄνδρες παρεδίδοσαν γυναῖκας· διὰ τοῦτο τοὺς μὲν ἐχθροὺς παρέτρεχον, τοῖς δὲ φίλοις καὶ τοῖς οἰκείοις προσεῤῥήγνυντο, καὶ νυκτομαχία τις ἦν χαλεπὴ, καὶ πολλοῦ θορύβου τὰ πράγματα ἔγεμε.

Τότε τοίνυν ἐξῆλθον αὗται τὴν πατρίδα ἀφεῖσαι, καὶ τὸν πατριάρχην ζηλώσασαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρητο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Καὶ γὰρ καὶ ταύταις ὁ τοῦ διωγμοῦ καιρὸς ταῦτα παρῄνει, ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας, ὥστε κληρονομῆσαι τὸν οὐρανόν. Ἐξῄει τοίνυν ἐκ τῆς οἰκίας ἡ γυνὴ δύο μεθ᾽ ἑαυτῆς ἔχουσα θυγατέρας. Σὺ δὲ μὴ παραδράμῃς ἁπλῶς ἀκούων, ὅτι ἐξῆλθον γυναῖκες ἐλευθερίως ἀνατραφεῖσαι, μηδέποτε πεῖραν λαβοῦσαι τῶν δεινῶν τούτων, ἀλλὰ ἀναλόγισαι τῇ διανοίᾳ ὅσον ἦν τὸ κακὸν, ὅσην ἔχει τὸ πρᾶγμα δυσκολίαν. Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, διακόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν· ὅπου γυνὴ, καὶ παρθένοι, καὶ διακόνων ἐρημία, καὶ φίλων προδοσία, καὶ θόρυβος, καὶ ταραχὴ, καὶ φόβος ἀφόρητος, καὶ κίνδυνος ἐν αὐταῖς ποικίλος, καὶ περὶ ψυχῆς ὁ δρόμος, καὶ παντάχοθεν οἱ πολέμιοι, ποῖος λόγος τὰ ἀγωνίσματα τῶν γυναικῶν παραστῆσαι δυνήσεται, τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν; Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών· νυνὶ δὲ καὶ τὰς θυγατέρας ἐπήγετο, καὶ ταύτας παρθένους· ὥστε διπλῆ ἡ ἀγωνία, καὶ πολλὴ τῆς φροντίδος ἡ προσθήκη· ὅσῳ γὰρ μέγα τὸ κτῆμα, τοσούτῳ δυσκολωτέρα ἡ φυλακή.

Ἐξῄει τοίνυν παρθένους ἔχουσα, καὶ οὐκ ἔχουσα κατακρύψαι αὐτὰς ἐν θαλάμοις· καίτοι ἴστε, ὅτι καὶ θάλαμοι καὶ γυναικωνίτιδες, καὶ θύραι, καὶ μοχλοὶ, καὶ φύλακες, καὶ προφύλακες, καὶ θεραπαινίδες, καὶ τιθηνοὶ, καὶ μητρὸς προσεδρία, καὶ πατρὸς πρόνοια, καὶ πολλὴ παρὰ τῶν γονέων ἐπιμέλεια γίνεται, ὥστε διατηρηθῆναι τὸ τῆς παρθενίας ἄνθος, καὶ μόλις οὕτω διασώζεται· ἐκείνη δὲ πάσης ταύτης τῆς φυλακῆς ἔρημος ἦν· πῶς οὖν αὐτὰς διασῶσαι εἶχεν; Ἐκ τῆς τῶν θείων νόμων φυλακῆς. Οὐκ εἶχε στέγην περιβάλλουσαν, ἀλλ᾽ εἶχε τὴν κραταιὰν χεῖρα ἄνωθεν σκέπουσαν· οὐκ εἶχε θύραν οὐδὲ μοχλὸν, ἀλλ᾽ εἶχε τὴν ἀληθινὴν θύραν ἀποτειχίζουσαν τὴν ἐπιβουλήν. Καὶ καθάπερ ἐν μέσοις τοῖς Σοδόμοις ἐπολιορκεῖτο μὲν ἡ τοῦ Λὼτ οἰκία, οὐδὲν δὲ ἔπασχε δεινόν· ἀγγέλους γὰρ εἶχεν ἔνδον· οὕτω δὴ καὶ αἱ μάρτυρες αὗται μεταξὺ Σοδόμων καὶ πάντων τῶν πολεμίων οὖσαι, καὶ πολιορκούμεναι πανταχόθεν, οὐδὲν ἔπασχον δεινόν· τὸν γὰρ τῶν ἀγγέλων Δεσπότην εἶχον ἐν ταῖς αὐτῶν οἰκοῦντα ψυχαῖς· καὶ εἰς τὴν ὁδὸν ἐλθοῦσαι τὴν ἔρημον οὐδὲν ἔπαθον· εἶχον γὰρ τὴν ἀληθινὴν ὁδὸν τὴν πρὸς οὐρανὸν αὐτὰς ἄγουσαν.

Διὰ τοῦτο ἐν τοσούτῳ πολέμῳ, καὶ θορύβῳ, καὶ κύμασιν ἀπειλημμέναι μετὰ ἀσφαλείας ἐβάδιζον· καὶ τὸ θαυμαστὸν, ὅτι διὰ τῶν λύκων τὰ πρόβατα ἤγετο, διὰ τῶν λεόντων αἱ ἀμνάδες ἐχώρουν, καὶ οὐδεὶς αὐτὰς εἶδεν ἀκολάστοις ὀφθαλμοῖς, ἀλλ᾽ ὥσπερ τοὺς Σοδομίτας ἐγγὺς τῆς θύρας ἐστηκότας οὐκ ἠφίει τὴν εἴσοδον ὁρᾷν ὁ Θεὸς, οὕτω καὶ τότε τὰς πάντων ἐτύφλωσεν ὄψεις, ὥστε μὴ προδοθῆναι τὰ παρθενικὰ σώματα.

εʹ. Πορεύονται τοίνυν εἰς πόλιν Ἔδεσσαν λεγομένην, πόλιν ἀγροικοτέραν μὲν τῶν πολλῶν, εὐσεβεστέραν δέ· τί γὰρ ἐκείνης τῆς πόλεως ἴσον εἶναι ἐνόμισαν ἐν τοσούτῳ κλυδωνίῳ καταφυγὴν εὑρεῖν, καὶ ἐν τοιούτῳ χειμῶνι λιμένα ἔχειν; Καὶ δέχεται ἡ πόλις τὰς ξένας, ξένας μὲν τῆς γῆς, πολίτιδας δὲ τῶν οὐρανῶν· καὶ δεξαμένη τὴν παρακαταθήκην ἐφύλαττεν. Ἀλλὰ μηδεὶς τῶν γυναικῶν ἀσθένειαν καταγιγνωσκέτω, ὅτι ἔφυγον· πρόσταγμα γὰρ ἐπλήρουν δεσποτικὸν τὸ λέγον· Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶν, ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν· ὅπερ καὶ αὗται ἀκούσασαι ἔφυγον, καὶ τέως εἷς αὐταῖς ἐπλέκετο στέφανος· ποῖος δὴ οὗτος; Ὁ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας. Ὅστις γὰρ ἀφῆκεν ἀδελφοὺς καὶ ἀδελφὰς, ἢ πατρίδα, ἢ οἰκίαν, ἢ φίλους, ἢ συγγενεῖς, ἑκατονταπλασίονα λήψεται, φησὶ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἦσαν ἐκεῖ τὸν Χριστὸν ἔχουσαι σύνοικον. Εἰ γὰρ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστιν, ὅπου οὐχὶ συνηγμέναι ἦσαν μόνον, ἀλλὰ καὶ διὰ τὸ ὄνομα αὐτοῦ φεύγουσαι, πῶς οὐ μᾶλλον αὐτοῦ τὴν βοήθειαν ἐπεσπῶντο;

Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρικῆς· οἱ γὰρ οἰκεῖοι τοὺς οἰκείους παραδιδότωσαν, φησὶν, ἄνδρες τὰς γυναῖκας, πατέρες τὰ τέκνα, τέκνα τοὺς πατέρας, ἀδελφοὶ τοὺς ἀδελφοὺς, φίλοι τοὺς φίλους.

Σὺ δέ μοι τῶν ῥημάτων ἐνταῦθα ἀναμνήσθητι τοῦ Χριστοῦ, καὶ θαύμασον αὐτοῦ τὴν πρόῤῥησιν· ταῦτα γὰρ πάντα ἄνωθεν προύλεγε· φησὶ γάρ· Ἀδελφὸς ἀδελφὸν παραδώσει, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς. Προύλεγε δὲ αὐτὰ τότε διὰ τρία ταῦτα· δι᾽ ἓν μὲν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, καὶ ὅτι ἀληθής ἐστι Θεὸς τὰ μηδέπω συμβάντα προορῶν πόῤῥωθεν. Ὅτι γὰρ διὰ τοῦτο προύλεγε τὰ ἐσόμενα, ἄκουσον αὐτοῦ λέγοντος· Διὰ ταῦτα ὑμῖν εἶπον πρὶν ἢ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε, ὅτι ἐγώ εἰμι. Δεύτερον δὲ, ἵνα μηδεὶς τῶν ἐχθρῶν λέγῃ, ὅτι ἀγνοοῦντος αὐτοῦ ἢ ἀσθενοῦντος ταῦτα γίνεται· ὁ γὰρ ἄνωθεν προϊδὼν ἠδύνατο καὶ κωλῦσαι· οὐκ ἐκώλυσε δὲ, ἵνα λαμπρότεροι γένωνται οἱ στέφανοι. Διὰ τοῦτο ταῦτα προύλεγε, καὶ δι᾽ ἕτερον δὲ τρίτον προεῖπε. Ποῖον δὴ τοῦτο; Ἵνα κουφότερον ποιήσῃ τὸν ἀγῶνα τοῖς ἐν τῷ σκάμματι· τὰ μὲν γὰρ ἀπροσδόκητα δεινὰ, ὁποῖα ἂν ᾖ, χαλεπὰ καὶ ἀφόρητα φαίνεται, τὰ δὲ ἐλπισθέντα καὶ προμελετηθέντα κοῦφα καὶ ῥᾴδια γίνεται.

Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ᾽ ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε. Ὁ γὰρ παραδοὺς πατὴρ τὸν υἱὸν πάντως καὶ ἔσφαξε· κἂν γὰρ μὴ τὸ ξίφος ὠθήσῃ, μηδὲ τῇ δεξιᾷ τὴν σφαγὴν ἐργάσηται, ἀλλὰ τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισε· καὶ γὰρ ὁ τῷ φονεύοντι παραδοὺς τὸν φονεύεσθαι μέλλοντα, αὐτὸς τὸν φόνον εἰργάσατο. Ποιήσωμεν οὖν αὐτοὺς, φησὶ, παιδοκτόνους, οἱ δαίμονες ἔλεγον, ποιήσωμεν τοὺς παῖδας πατραλοίας διὰ τῆς προδοσίας· καὶ γὰρ ἐθύοντο αὐτοῖς θυσίαι τοιαῦται τὸ παλαιὸν, καὶ πατέρες ἔσφαττον τέκνα. Καὶ ταῦτα ὁ προφήτης ἐβόα λέγων· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ τοιούτων ἐδίψων αἱμάτων.

Ἐπειδὴ οὖν ἔπαυσε τὰς ἐναγεῖς ταύτας καὶ μυσαρὰς θυσίας ὁ Χριστὸς, ἀνανεώσασθαι πάλιν αὐτὰς ἐφιλονείκουν, ἀλλὰ ἀναισχύντως μὲν εἰπεῖν καὶ φανερῶς, ὅτι σφάξατε τοὺς υἱοὺς ὑμῶν, οὐκ ἐτόλμων· οὐδεὶς γὰρ ἔμελλεν ὑπακούσεσθαι· μεθοδεύουσι δὲ ἑτέρως τὸ πρόσταγμα καὶ σοφίζονται τὸν νόμον, διὰ τῶν δικαστῶν κελεύσαντες πατέρας προδιδόναι παῖδας· οὐδὲν γὰρ ἡμῖν διαφέρει, φησὶν, ἄν τε σφάξῃ τις, ἄν τε παραδῷ πρὸς σφαγὴν τὸν υἱόν· καὶ γὰρ οὗτος κἀκεῖνος παιδοκτόνος ἐστίν. Ἦν τοίνυν ἰδεῖν πατραλοίας, παιδοκτόνους, ἀδελφοκτόνους. θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα· ἀλλ᾽ αἱ γυναῖκες γαλήνης βαθείας ἀπήλαυον. Ἐτείχιζε γὰρ αὐτὰς πάντοθεν ἡ τῶν μελλόντων ἐλπὶς, ἐπεὶ καὶ ἐν ξένῃ οὖσαι οὐκ ἦσαν ἐν ξένῃ· εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρόντων· τὰ γὰρ μέλλοντα μόνον ἑώρων. Τῶν δὴ πραγμάτων ἐν τούτοις ὄντων, ἐφίσταται ὁ πατὴρ ἐν ἐκείνῃ τῇ πόλει στρατιώτας ἔχων πρὸς τὴν σύλληψιν τῆς θήρας· ἐφίσταται ὁ πατὴρ καὶ ἀνὴρ, πατὴρ μὲν τῶν θυγατέρων, ἀνὴρ δὲ τῆς γυναικὸς, εἴ γε πατέρα ἢ ἄνδρα τὸν τὰ τοιαῦτα διακονούμενον χρὴ καλεῖν.