Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Ο κίνδυνος καταστροφής των ιερών κειμένων και το παράδειγμα του Ιερεμία

Η εντολή του Θεού για την καταγραφή των προφητειών του Ιερεμία από τον Βαρούχ και η αντίδραση του βασιλιά, ο οποίος κατέστρεψε το βιβλίο, καταδεικνύοντας την αναγκαιότητα της ασάφειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 10

Πᾶσι γὰρ τὰ αὐτὰ ἐγκαλοῦντες, οὕτως αὐτοὺς ἀνεῖλον. Ὅτι δὲ καὶ αὐτὰ τὰ βιβλία κατέκαυσαν ἂν τὰ προφητικὰ, εἰ συνεῖδον τὰ λεγομένα, καὶ τοῦτο παραστῆσαι πειράσομαι ἀπό τινος ἱστορίας, κεκρυμμένης μὲν ὑμῖν, δήλης δὲ ἐσομένης αὐτίκα δὴ μάλα· οὕτω γὰρ αὐτὴν ἀπαγγεῖλαι πειράσομαι. Τίς οὖν ἡ ἱστορία, ἀκούσατε.

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, εἶπε Κύριος πρὸς Ἱερεμίαν· Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἀπὸ τῆς ἡμέρας Ἰωσίου, ἕως τῆς ἡμέρας ταύτης· τουτέστι, πάντα τὰ κακὰ, ἃ λογίζομαι ποιῆσαι αὐτοῖς. Ὅρα τί φιλάνθρωπος ὁ Θεὸς καὶ κηδεμονικός. Ἐπειδὴ γὰρ κατὰ μέρος ἀκοῦσαι οὐκ ἠνείχοντο, Συνάγαγε, φησὶν, αὐτὰ πάντα, καὶ αὔξησον τὸν φόβον, ἵνα κἂν οὕτω βελτίους γένωνται.

Μνημονεύετε τῆς ὑποσχέσεως· τὸ ζητούμενον ἡμῖν δεῖξαι, ὅτι καὶ τὰ βιβλία ἂν αὐτὰ κατέκοψαν, εἰ ἐνόησαν τὰ σήμερον ἐκβάντα πάντα. Ἴσως ἀκούσονται κακὰ (δεῖ γὰρ ἔχεσθαι τῆς ἱστορίας), ἃ λογίζομαι ποιῆσαι αὐτοῖς, καὶ ἀποστραφήσονται ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ἴσως, ὁ Θεὸς λέγει; ἀγνοεῖ, εἰπέ μοι, τὰ ἐσόμενα; οὐκ οἶδεν εἰ ἀκούσονται, ὁ εἰδὼς πάντα πρὶν γενέσεως, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν; ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; Τίνος δὲ ἕνεκεν ἔλεγεν, Ἴσως ἀκούσονται; Καὶ γὰρ καὶ ταῦτα ἀναγκαῖον ὑμᾶς μανθάνειν, διὰ τοὺς ἐγκαλοῦντας ἄγνοιαν τῷ Μονογενεῖ.

Ἰδοὺ γὰρ καὶ ὁ Πατὴρ ἀγνοοῦντος φθέγγεται ῥήματα· τὸ γὰρ, Ἴσως, ἀγνοοῦντός ἐστιν· ἀλλ᾽ οὐκ ἀγνοεῖ. Ὁπόταν οὖν καὶ παρὰ τοῦ Υἱοῦ ἀκούσῃς τι τοιοῦτον λέγοντος, τὴν αὐτὴν κατάδεξαι ψῆφον. Υἱὸς γὰρ ὢν, πανταχοῦ τὸν Πατέρα μιμεῖται.

Ἀλλ᾽ οἱ μὲν τῶν ἀγώνων καιροὶ τούτων ἀναμενέτωσαν, ἵνα μὴ τῆς προκειμένης ὑποθέσεως ἐκπέσωμεν· εἴπωμεν δὲ, τίνος ἕνεκεν λέγει, Ἴσως ἀκούσονται. Εἰ εἶπεν, ὅτι ἀκούσονται, χωρὶς τοῦ Ἴσως, ψευδὲς ἦν· οὐ γὰρ ἔμελλον ἀκούσεσθαι. Εἰ εἶπε τὸ ἀληθὲς, ὅτι οὐκ ἀκούσονται, περιττῶς ἔπεμπε τὸν προφήτην τοῖς οὐκ ἀκουσομένοις. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ ἵνα μὴ ἡ πρόγνωσις αὐτοῦ νομισθείη ἀναγκαστική τις εἶναι τῆς παρακοῆς, διὰ τοῦτο ἐπαμφιβόλως τέθεικε τὰ ῥήματα, ἵνα μὴ λέγωσί τινες, ὅτι προεῖπεν ὁ Θεὸς, καὶ πάντως ἔδει γενέσθαι· ὃ καὶ περὶ τοῦ Ἰούδα λέγουσι. Προεῖπε, φησὶν, ὅτι προδότης ἔσται, καὶ διὰ τοῦτο προδότης ἐγένετο. Ὢ τῆς ἀνοίας, ὢ τῆς ἀναισχυντίας. Οὐδὲ γὰρ ἡ πρόγνωσις, ἄνθρωπε, τῆς πονηρίας αἰτία· μὴ γένοιτο. Οὐ γάρ ἐστιν ἀναγκαστικὴ τῶν μελλόντων ἔσεσθαι, ἀλλὰ προγνωστικὴ μόνον. Οὐκ ἐπειδὴ προεῖπεν ὁ Χριστὸς, διὰ τοῦτο ἐγένετο ἐκεῖνος προδότης· ἀλλ᾽ ἐπειδὴ προδότης ἔμελλε γενέσθαι, διὰ τοῦτο προεῖπεν ὁ Χριστός.

Ἵνα οὖν μὴ καὶ ἐνταῦθα λέγωσιν, ὅτι εἶπεν ὅτι οὐκ ἀκούσονται, καὶ ἀπέκλεισεν αὐτοῖς τῆς μετανοίας τὴν ὁδὸν, προλαβὼν ἀνέσπασεν αὐτῶν τὴν πρόφασιν, εἰπὼν τῷ προφήτῃ, Ἴσως ἀκούσονται. εʹ. Μνημονεύετε τῆς ὑποσχέσεως· διὰ γὰρ τοῦτο συνεχῶς ὑμᾶς ὑπομιμνήσκω, ἵν᾽ ὅταν ἐπαγάγω τὸ συμπέρασμα, μὴ ἐπιλάθησθε τοῦ ζητηθέντος ἡμῖν ἐν ἀρχῇ κεφαλαίου. Τί δὲ ἦν τοῦτο; Ὅτι εἰ ᾔσθοντο οἱ Ἰουδαῖοι, ὅτι ἔμελλεν αὐτοῖς συμβήσεσθαι τὰ κατειληφότα αὐτοὺς δεινὰ (ταῦτα δὴ λέγω τὰ νῦν κατέχοντα αὐτοὺς), αὐτὰ τὰ βιβλία ἂν κατέκοψαν, καὶ οὐκ ἂν ἐφείσαντο οὐδὲ τῶν θείων γραμμάτων. Ἀλλ᾽ ἐπὶ τὴν ἱστορίαν ἔλθωμεν. Ταῦτα ἀκούσας ὁ Ἱερεμίας, καλεῖ τὸν μαθητὴν αὐτοῦ Βαροὺχ υἱὸν Νηρίου, καὶ λέγει πρὸς αὐτόν· Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά. Τί γέγονε; σὺ ἐπετάγης παρὰ τοῦ Θεοῦ, καὶ τὸν μαθητὴν πέμπεις; ἆρα μὴ δειλιᾷς; ἆρα μὴ ἀγωνιᾷς; ἆρα μὴ δέδοικας; εἰ σὺ δέδοικας, πῶς ὁ μαθητὴς τολμήσει;

Ἀλλ᾽ οὐδὲν τούτων· πρόσκειται γὰρ ἡ αἰτία· εἰπὼν γὰρ, Γράψον καὶ ἀνάγνωθι, ἐπήγαγεν· Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Ὢ μεγαλοψυχίας. Ἐν τῷ δεσμωτηρίῳ ἦν, καὶ τῆς προφητείας οὐκ ἀφίστατο. Προσέχωμεν τῇ ἀνδρείᾳ τοῦ δικαίου, καὶ τῇ τῆς διανοίας φιλοσοφίᾳ. Οὐκ εἶπε πρὸς ἑαυτόν· Τοσαῦτά μοι δεινὰ συμβέβηκε διὰ τὴν παῤῥησίαν ταύτην· μυρίους ἀνήλωσα λόγους, καὶ οὐδὲν ὤνησα, οὐδὲ ἐγένετό μοί τι πλέον, ἀλλ᾽ ἢ τὸ δεδέσθαι μόνον· καὶ οὔπω με τῶν δεσμῶν ἀπέλυσεν ὁ Θεὸς, καὶ πάλιν πέμπει με πρὸς τοὺς θῆρας ἐκείνους; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ᾽ ἓν μόνον ἐσκόπει, ὅπως ἀνυσθῇ τὸ ἐπίταγμα τοῦ Δεσπότου· καὶ ἐπεὶ δι᾽ ἑαυτοῦ οὐκ ἴσχυσε, διὰ τοῦ μαθητοῦ κατεσκεύασεν αὐτό. Ἀνάγνωθι γὰρ, φησὶν, αὐτοῖς, καὶ εἰπὲ πάντα τὰ κακά.

Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Καὶ ἔλεγεν Ἱερεμίας, καὶ ἔγραφεν ὁ Βαροὺχ ἐν βιβλίῳ. Νηστείας καιρὸς ἦν, ὅτε ταῦτα ἐγίνετο· ἑορτὴ ἐφειστήκει, πάντας καλοῦσα πρὸς τὴν μητρόπολιν· ἔδει γὰρ κοινὸν γενέσθαι τὸν σύλλογον, ἐπειδὴ περὶ ἀναγκαίων πραγμάτων ἔμελλεν ἡ ἐκκλησία ἔσεσθαι. Εἰσῆλθε πρὸς τοὺς ἄρχοντας ὁ Βαροὺχ, καὶ ἀνέγνω εἰς τὰ ὦτα τῶν ἀρχόντων πάντας τοὺς λόγους τούτους· καὶ εἶπε καὶ τὴν αἰτίαν· Ἴσως γὰρ, φησὶ, πεσεῖται τὸ ἔλεος ὑμῶν ἐνώπιον Κυρίου· ἵνα μὴ νομίσωσιν ὅτι ὡς κατήγορος ἔλεγεν, ἀλλὰ μαθόντες ὅτι θεραπεῦσαι αὐτοὺς ἀφῖκται, ἐπιεικέστεροι γένωνται.

Τί οὖν ἐκεῖνοι; Δέον χάριτας ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, ἀλλ᾽ ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ. Καὶ πέμψας, φησὶν, ὁ βασιλεὺς τὸν Ἰουδὴν, ἕνα τινὰ τῶν παρεστηκότων αὐτῷ, ἐκέλευσε κομισθῆναι τὸ βιβλίον. Καὶ ἐκάθητο ὁ βασιλεὺς ἐν οἴκῳ χειμερινῷ· μὴν γὰρ ἔννατος ἦν, τουτέστι Νοέμβριος· ἔννατον ἀπὸ τοῦ Ξανθικοῦ ἀριθμῶν λέγει· δεῖ γὰρ καὶ ταῦτα ἀκριβῶς εἰδέναι. Εἰ γὰρ ἀπὸ τοῦ Δίου ἠρίθμει, οὐκ ἔμελλεν ἔσεσθαι τότε χειμών. Τίνος οὖν ἕνεκεν καὶ τοῦτο πρόσκειται; Ἐκ τῶν μετὰ ταῦτα εἴσῃ σαφῶς. Καὶ ἐσχάρα πυρὸς ἔμπροσθεν αὐτοῦ· ἀνθρακιὰ, φησὶ, διότι ψῦχος ἦν.

Ὁρᾶτε πῶς οὐδὲν παραλιμπάνεται τῇ θείᾳ Γραφῇ; Καὶ ἀνθρακιὰ πυρὸς ἔμπροσθεν αὐτοῦ· καὶ περιεστήκεισαν οἱ σατράπαι· ἐκομίσθη τὸ βιβλίον μυρίων γέμον καλῶν (ἡ γὰρ τῶν κακῶν προφητεία κακῶν ἀναίρεσις ἦν), καὶ ἀνεγινώσκετο. Μνημονεύετέ μοι, παρακαλῶ, τῆς ὑποσχέσεως. Καὶ ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν τὴν σμίλην ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε τὸ βιβλίον ἅπαν. Εἶδες πῶς οὐ φείδονται οὐδὲ τῶν βιβλίων; πῶς οὐδὲ τῶν γραμμάτων τῶν θείων ἀπέχονται; Ἐπειδὴ αἰχμαλωσίαν εἶχε τῆς Ἱερουσαλὴμ, κατέκοψε· καὶ οὐχ εὑρὼν τὸν προφήτην, εἰς τὰ γράμματα τὴν ὀργὴν ἀφῆκεν. Ὁ τοίνυν τοῖς ἀψύχοις οὕτω πολεμῶν, εἰ τὸν ψυχὴν ἔχοντα εὗρε, τί οὐκ ἂν εἰργάσατο; Καθάπερ γὰρ τὰ χαλεπὰ τῶν θηρίων, ἐπειδὰν ἐπιλάβωνται τῶν πυκτευόντων αὐτοῖς, εἶτα ἐκεῖνοι διαφύγωσι καταλιπόντες ἐν τῷ στόματι τῶν θηρίων ἃ περίκεινται δέρματα, λοιπὸν αὐτὰ περιτρώγουσι παραμυθούμενα τὸν θυμόν· οὕτω δὴ καὶ ὁ βασιλεὺς ἐποίησεν. Οὐχ εὗρε τὸν ἔχοντα τὸ βιβλίον, καὶ αὐτὸ τὸ βιβλίον κατέκοψε· καὶ οὐ κατέκοψε μόνον, ἀλλὰ καὶ ἐνέβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἵνα μηδὲ λείψανον μείνῃ τῶν γραμμάτων ἐκείνων. Ἀλλ᾽ οὐδέπω πᾶσαν ἔγνωτε αὐτοῦ τὴν μανίαν· εἴσεσθε δὲ σαφῶς, ἐὰν μετὰ ἀκριβείας τῷ διηγήματι προσέχητε.

Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν· ἀλλ᾽ Ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας ἢ τέσσαρας, ἐξέτεμεν αὐτό. Οὐκ ἀνέμεινεν οὐδὲ τὸ τέλος τῆς ἀναγνώσεως, ἀλλ᾽ ἐξ αὐτῶν τῶν προοιμίων εὐθέως ἐξηγριώθη.

Διὰ ταῦτα οὐκ ἦν ἀσφαλὲς τοῖς προφήταις Ἰουδαίοις λέγειν μετὰ σαφηνείας πάντα τὰ ἐσόμενα δεινά. Εἰ γὰρ πρόσκαιρον οὐκ ἤνεγκεν αἰχμαλωσίαν ἀκοῦσαι, τὴν διηνεκῆ πῶς ἂν ὑπέμεινε μαθεῖν; Καὶ οὐδὲ μέχρι τούτου ἔστη ὁ βασιλεύς· ἀλλ᾽ ἔπεμψε, φησὶ, ζητεῖν πανταχοῦ τὸν προφήτην, ἀλλ᾽ οὐχ εὗρεν αὐτόν· ἔκρυψε γὰρ αὐτὸν ὁ Θεός. Ἐκεῖνον μὲν τόπῳ τότε ἔκρυψε, τοὺς δὲ ἄλλους προφήτας τῇ ἀσαφείᾳ τῶν λεγομένων.