Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Δεύτερος λόγος: Ανασκόπηση της ασάφειας και η εκπλήρωση των προφητειών

Έναρξη της δεύτερης ομιλίας. Έπαινος για τον ζήλο του ποιμνίου, υπενθύμιση του καλύμματος του Νόμου και ανάλυση της διασάφησης των προφητειών μετά την έκβαση των γεγονότων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 10

Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς Διαθήκης, καὶ εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ περὶ τοῦ μὴ κατηγορεῖν ἀλλήλων. αʹ. Χαίρει μὲν βουκόλος, ἐπειδὰν εὐπαθοῦσαν αὐτῷ καὶ σφριγῶσαν ἴδῃ τῶν βοῶν τὴν ἀγέλην· χαίρει δὲ καὶ γηπόνος, θεωρῶν κομῶντα τὰ λήϊα· ἀλλ᾽ οὔτε γηπόνος ἐπὶ τοῖς ληΐοις, οὔτε βουκόλος ἐπὶ ταῖς βουσὶν οὕτω χαίρουσιν, ὡς ἐγὼ χαίρω νῦν καὶ ἀγάλλομαι, τὴν καλὴν ταύτην ἅλω τῶν πνευματικῶν τούτων δραγμάτων πεπληρωμένην ὁρῶν. Ὅταν γὰρ εἰς ἀκοὰς τοσαύτας καὶ τοιαύτας σπείρηται τῆς εὐσεβείας ὁ λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν. Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον καὶ λιπαρὰν ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγότητα τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεοναζούσης· οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ καταπειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέγοντος πενίαν ἀποκρυπτούσης. Τοῦτο καὶ ἐπὶ τῆς ἁλείας γίνεται τῶν ἰχθύων. Κἂν γὰρ ἄπειροι τυγχάνωσιν ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπιτυγχάνουσι, τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν.

Εἰ δὲ ἐπὶ τῆς ἄγρας ἐκείνης τῶν ἁλιεύεσθαι μελλόντων τὸ πλῆθος τοῦ σαγηνεύοντος πολλάκις παραμυθεῖται τὴν ἀμάθειαν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁλιείας ταύτης τῆς πνευματικῆς τοῦτο συμβήσεται. Καὶ γὰρ ἐκεῖνοι μὲν οἱ ἰχθύες, ὅταν ἴδωσιν ἐμβληθέντα τὰ θήρατρα, εὐθέως ἀποπηδῶσι καὶ ἐξάλλονται· ὑμεῖς δὲ τὸ ἐναντίον ποιεῖτε· ὅταν ἴδητε ἀναστάντα καὶ τὴν σαγήνην ἁπλώσαντα τῆς διδασκαλίας, οὐ μόνον οὐκ ἀποπηδᾶτε καὶ ἐξάλλεσθε, ἀλλὰ καὶ ἐνδοτέρω βαδίζετε πανταχόθεν συντρέχοντες, καὶ τὸν πλησίον ἕκαστος ὠθῶν καὶ θλίβων, πρότερος αὐτὸς ἐπείγεται ἐμπηδῆσαι καὶ ἐμπεσεῖν εἰς τὰ δίκτυα. Διὰ τοῦτο οὐδέποτε κενὴν ἀνεσπάσαμεν τὴν σαγήνην, οὐ διὰ τὴν ἡμετέραν ἐμπειρίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἐπιθυμίαν.

Ἱκανῶς μὲν οὖν ἡμᾶς καὶ πρώην εἱστίασεν ἡ χρυσὸν δόκιμον καὶ καθαρὸν ῥέουσα γλῶττα, καὶ πηγὰς ἔχουσα μέλιτος ἐν τῷ στόματι, ἡ τοῦ μακαρίου, λέγω, Παύλου· μᾶλλον δὲ καὶ κηρίου παντὸς ἀποκρύπτουσα τὴν ἡδονὴν τῇ τῆς πνευματικῆς διδασκαλίας γλυκύτητι.

Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμάζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπεροχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους. Τί οὖν ἦν τὸ ὄφλημα ἐκεῖνο; Ἀνάγκη γὰρ ἀναμνῆσαι ὑμᾶς τὴν ἀρχὴν τοῦ δανείσματος, ὥστε σαφεστέραν ὑμῖν ἀπὸ τῆς ὑποθέσεως γενέσθαι τὴν ἐξήγησιν. Ἐζητήσαμεν τότε, τίνος ἕνεκεν ἀσαφεστέρα τῆς Καινῆς ἡ Παλαιὰ Διαθήκη· τάχα γὰρ μέμνησθε· καὶ μίαν τέως εἰρήκαμεν αἰτίαν, τὴν θηριωδίαν τῶν ἀκουόντων, καὶ μάρτυρα παρηγάγομεν τὸν Παῦλον λέγοντα, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἐδείξαμεν ὅτι καθάπερ Μωϋσῆς εἶχε κάλυμμα ὁ νομοθέτης, οὕτω καὶ ὁ νόμος εἶχε κάλυμμα, τὴν ἀσάφειαν· ἀλλ᾽ οὔτε τοῦ νομοθέτου ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων. Οὐδὲ γὰρ δι᾽ ἑαυτὸν εἶχε κάλυμμα ὁ Μωϋσῆς, ἀλλ᾽ ἐπειδὴ οὐκ ἠδύναντο ὑπενεγκεῖν τὴν δόξαν τοῦ προσώπου αὐτοῦ.

Ὅτε γοῦν ἐπέστρεφε πρὸς Κύριον, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω καὶ ὁ νόμος, ἐπεὶ οὐδέπω ἠδύνατο μαθεῖν τὰ τέλεια διδάγματα καὶ φιλοσοφίας γέμοντα, τά τε περὶ Χριστοῦ καὶ τῆς Καινῆς Διαθήκης (πάντα γὰρ ἐκεῖνα ἐναπέκειτο, καθάπερ ἐν θησαυρῷ, τῇ παλαιᾷ Γραφῇ), κάλυμμα εἶχεν, ἐκείνοις μὲν συγκαταβαίνων, ἡμῖν δὲ τηρῶν τὸν πλοῦτον ἅπαντα, ἵν᾽, ὅταν παραγένηται ὁ Χριστὸς, καὶ ἐπιστρέψωμεν πρὸς αὐτὸν, περιαιρεθῇ τὸ κάλυμμα. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἡμᾶς ἀξίαν ἤγαγεν ἡ τοῦ Χριστοῦ παρουσία, εἰς τὴν τάξιν ἀνάγουσα Μωϋσέως. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Καὶ τίνος ἕνεκεν ἐλέγετο τότε, εἰ μὴ ἔμελλεν αὐτοῖς σαφῆ εἶναι τὰ λεγόμενα; Ἵνα τοῖς μετὰ ταῦτα γένηται χρήσιμα. Προφητείας γὰρ ἀξίωμα τοῦτό ἐστιν, οὐχ ὅταν τὰ παρόντα ἀπαγγείλῃ πράγματα, ἀλλ᾽ ὅταν τὰ μέλλοντα προαναφωνήσῃ. Προφητεία δὲ ὅταν συνεσκιασμένως λέγηται, μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γίνεται σαφεστέρα, πρὸ δὲ τῆς ἐκβάσεως οὐδαμῶς.

Ὥστε, ἐπειδὴ τότε μὲν ἐλέγετο συνεσκιασμένως, ἀσαφῆ ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ πράγματα, διὰ τοῦτο σαφέστερα ἦν τὰ λεγόμενα. Καὶ ἵνα μάθητε, ὅτι προφητεία, κἂν πρὸ πολλοῦ λέγηται τοῦ χρόνου, συνεσκιασμένως δὲ λέγηται, ἀσαφεστέρα γίνεται ἀναμένουσα τὴν ἐκ τῶν πραγμάτων ἔκβασιν, ἀπ᾽ αὐτῶν τῶν μαθητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν. Λύσατε τὸν ναὸν τοῦτον, τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός.

Ἐπειδὴ γὰρ ἐδίωκε τοὺς διὰ τῆς καπηλείας εἰς τὸν ναὸν ἐνυβρίζοντας, λέγουσιν ἐκεῖνοι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Καὶ πρὸς τοῦτό φησι· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Τοῦτο προφητεία τίς ἐστιν· οὔπω γὰρ ἦν ἐκβεβηκὼς ὁ σταυρὸς, οὐδὲ ἡ λύσις τοῦ ναοῦ, οὐδὲ ἡ τριήμερος ἀνάστασις, ἢν αὐτὸς ἐποιήσατο Καὶ ὅρα πῶς τὰ ἀμφότερα μετὰ ἀκριβείας ᾐνίξατο, καὶ τὴν τόλμαν τὴν ἐκείνων, καὶ τὴν οἰκείαν αὐτοῦ δύναμιν.

Ἀλλ᾽ ὅμως οὐκ ᾔδεισαν τὰ λεγόμενα. Καὶ τὸ μὲν Ἰουδαίους ἀγνοεῖν, οὐδὲν θαυμαστόν· λέγει δὲ, ὅτι οὐδὲ οἱ μαθηταὶ αὐτοῦ συνῆκαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν· Καὶ τότε ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς.

βʹ. Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας; Τῇ γὰρ παρουσίᾳ δῆλαι ἔμελλον γίνεσθαι καὶ σαφεῖς. Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Διὰ τί οὐκ εἶχον ἁμαρτίαν, εἰ αἱ προφητεῖαι προέλεγον; Ὅτι προέλεγον μὲν, οὐκ ἦσαν δὲ σαφεῖς, οὐδὲ δῆλαι πρὸ τῆς παρουσίας τοῦ προλεγομένου.

Εἰ γὰρ καὶ τότε σαφεῖς ἦσαν αὐτοῖς καὶ δῆλαι, δῆλον ὅτι καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἁμαρτίαν εἶχον· εἰ δὲ ἁμαρτίαν οὐκ εἶχον, εὔδηλον ὅτι διὰ τὴν ἀσάφειαν αὐτῶν καὶ τὸ συνεσκιάσθαι τὰ λεγόμενα. Οὐδὲ γὰρ ἀπῃτοῦντο τὴν εἰς τὸν Χριστὸν πίστιν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Τίνος οὖν ἕνεκεν προελέγετο τότε; Ἵν᾽, ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ᾽ ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προανεκηρύττετο χρόνων· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτούς. Μία μὲν οὖν αὕτη τῆς ἀσαφείας αἰτία, ἣν καὶ διὰ πλειόνων ἀπεδείξαμεν μαρτυριῶν ἐν τῇ προτέρᾳ διαλέξει. Ἵν᾽ οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν Διαθήκην. Ἄλλο γάρ ἐστι μηδὲν ὅλως εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα ἐπικείμενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν.