Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀσάφειαν τῶν προφητειῶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ισχύς της κοινής προσευχής και η αλληγορική ερμηνεία του όρου «γη»

Υπογράμμιση της δύναμης που έχει η προσευχή της Εκκλησίας και θεολογική εξέταση της Γραφής όπου οι αμαρτωλοί ονομάζονται αλληγορικά «γη».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 10

Μεγάλη γὰρ ἡμῶν ἀσφάλεια, τῆς ὑμετέρας ἀγάπης ἀπολαύειν διηνεκῶς, δήμου τοιούτου καὶ τοσούτου. Ὁ γὰρ ἀγάπης ἀπολαύων, καὶ εὐχῆς ἀπολαύσεται πάντως. Τοῦτο δὲ ἡλίκον ἐστὶν ἀγαθὸν, δῆλον ἐκεῖθεν· Παῦλος ἐκεῖνος, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ ῥήματα ἀκούσας ἄῤῥητα, ὁ πάσας καταπατήσας τὰς ἀνάγκας τῆς φύσεως, ὁ ἐν ἀσφαλείᾳ τελείᾳ λοιπὸν ὢν, ἐδεῖτο καὶ εὐχῆς τῶν μαθητῶν, καὶ ἔλεγε· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων· καὶ πάλιν, Προσεύχεσθε, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Καὶ πανταχοῦ ὁρᾶτε αὐτὸν καὶ αἰτοῦντα τὰς εὐχὰς τῶν μαθητῶν, καὶ εὐχαριστοῦντα αὐτοῖς μετὰ τὸ λαβεῖν. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι διὰ ταπεινοφροσύνην καταφεύγει ἐπὶ τὰς εὐχὰς τῶν μαθητῶν, δείκνυσιν αὐτῶν καὶ τὴν δύναμιν, οὕτω λέγων· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς· ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας; Ἐπειδὴ γὰρ καθ᾽ ἑαυτοὺς εὐχόμενοι ἀσθενεῖς ἐσμεν, ὅταν δὲ συλλεγῶμεν, ἰσχυροὶ γινόμεθα μᾶλλον, δυσωποῦμεν τὸν Θεὸν τῷ πλήθει καὶ τῇ συμμαχίᾳ. Οὕτω καὶ βασιλεὺς πολλάκις τινὰ παραπέμψας θανάτῳ, ἑνὶ μὲν οὐκ ἐπένευσε δεομένῳ περὶ τοῦ καταδικασθέντος, πόλιν δὲ ὁλόκληρον παρακαλοῦσαν ἐδυσωπήθη, καὶ τὸν ἐπὶ τὸ βάραθρον ἀπαγόμενον διὰ τὸ πλῆθος τῶν παρακαλούντων ἐξήρπασε τῆς καταδίκης, καὶ πρὸς ζωὴν ἐπανήγαγε.

Τοσαύτη ἡ δύναμις τῆς τοῦ πλήθους ἱκετηρίας ἐστί. Διὰ τοῦτο καὶ ἐνταῦθα συλλεγόμεθα πάντες, ἵνα μειζόνως εἰς οἶκτον ἐπισπασώμεθα τὸν Θεόν. Ἐπειδὴ γὰρ καθ᾽ ἑαυτοὺς εὐχόμενοι, καθὼς ἔφθην εἰπὼν, ἀσθενεῖς ἐσμεν, ἀπὸ τοῦ συνδέσμου τῆς ἀγάπης δυσωποῦμεν τὸν Θεὸν δοῦναι ἡμῖν τὰ αἰτούμενα. Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω, οὐδὲ δι᾽ ἐμαυτὸν μόνον, ἀλλ᾽ ἵνα ἀεὶ σπεύδητε εἰς τὰς συνάξεις, ἵνα μὴ λέγητε· Τί γὰρ, ἐν τῇ οἰκίᾳ οὐ δύναμαι εὔξασθαι; Δύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων.

εʹ. Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετο ὁ Πέτρος ποτὲ ἐν τῷ δεσμωτηρίῳ, καὶ ἁλύσεις περιέκειτο πολλάς· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη, καὶ εὐθέως αὐτὸν ἀπήλλαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ᾽ ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε; Παῦλος γὰρ καὶ Πέτρος πύργοι καὶ στῦλοι τῆς Ἐκκλησίας· καὶ τοῦ μὲν τὰ δεσμὰ ἔλυσε, τοῦ δὲ τὸ στόμα ἀνέῳξεν. Ἵνα δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ᾽ ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν. Καίτοι γε εἴ τις τῶν πολλῶν ὑμῶν ἐπιτάξειεν εὔχεσθαι καθ᾽ ἑαυτὸν ὑπὲρ τῆς τοῦ ἐπισκόπου σωτηρίας, ἕκαστος ἂν παραιτήσαιτο, ὡς μεῖζον τὸ φορτίον τῆς αὐτοῦ δυνάμεως ὅν· κοινῇ δὲ πάντες ἀκούοντες τοῦ διακόνου τοῦτο κελεύοντος καὶ λέγοντος, Δεηθῶμεν ὑπὲρ τοῦ ἐπισκόπου, καὶ τοῦ γήρως, καὶ τῆς ἀντιλήψεως, καὶ ἵνα ὀρθοτομῇ τὸν λόγον τῆς ἀληθείας, καὶ ὑπὲρ τῶν ἐνταῦθα, καὶ ὑπὲρ τῶν ἁπανταχοῦ, οὐ παραιτεῖσθε ποιεῖν τὸ ἐπίταγμα, ἀλλὰ μετ᾽ ἐκτενείας ἀναφέρετε τὴν εὐχὴν, εἰδότες τῆς ὑμετέρας συνόδου τὴν δύναμιν.

Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα· τῇ γὰρ εὐχῇ τῶν κατηχουμένων οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν. Ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, ὅτι μία φωνὴ ἦν τὸ παλαιόν.

Πόθεν οὖν δῆλον, ὅτι μία φωνὴ ἦν; Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἕν. Ἀσαφὲς τὸ εἰρημένον. Ἡ γῆ χεῖλος ἔχει; Οὐδαμῶς. Τί οὖν φησι, καὶ περὶ τίνος; Οὐ περὶ ταύτης λέγει τῆς γῆς τῆς ἀναισθήτου, τῆς ἀκινήτου· ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο. Διπλοῦν γὰρ τοῦτο τὸ ζῶον, ὁ ἄνθρωπος, λέγω, ἐκ δύο συγκείμενος οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς, λέγω, καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχων. Διὰ μὲν γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ᾽ ἀφ᾽ ἑτέρας μείζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης. Καὶ ἵνα μάθητε, ὅτι, οὐδὲ ἡ ψυχὴ ἀρκεῖ ἡμῖν εἰς κατορθώματα· καὶ τί λέγω, εἰς κατορθώματα; οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων· Ψυχικὸς, φησὶν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν.

Ἀλλ᾽ ὅπερ ἔλεγον, ὅτι κατορθοῦντες μὲν πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ἁμάρτωμεν καὶ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἀνάξιον τῆς ἡμετέρας εὐγενείας, ἀπὸ τῆς εὐτελοῦς ἡμᾶς καλεῖ φύσεως, γῆν ἡμᾶς ὀνομάζων. Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγορεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν. Καὶ ἵνα μάθητε, ὅτι οὕτω καλεῖ ἡμᾶς, ὅταν ἁμάρτωμεν, τὸν Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν οὕτως ἐκάλεσεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ μὴν οὐκ ἦν γῆ μόνον, ἀλλὰ καὶ ἀθάνατον εἶχε ψυχήν.

Τίνος οὖν ἕνεκεν γῆν αὐτὸν ἐκάλεσεν; Ἐπειδὴ ἥμαρτεν. Ὅτε γοῦν ἔπλαττεν αὐτὸν, οὐκ ἐκάλεσεν αὐτὸν οὕτως· ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς.

Καὶ ἔσται ὁ φόβος αὐτῶν καὶ ὁ τρόμος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁρᾷς οἷα τὰ προέδρια τῆς φύσεως; οἷαι αἱ τιμαί; οἷα τὰ ἐγκώμια; Ἀλλὰ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν λοιπὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἄκουσον δὲ καὶ τοῦ Μαλαχίου τοῦτο αἰνιττομένου, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἰδοὺ γὰρ ἀποστέλλω ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην. Τίνος οὖν ἕνεκεν ἀποστέλλει; Ὥστε ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ μέλλει τὸ δικαστήριον ἐφίστασθαι τὸ φοβερὸν ἐκεῖνο καὶ φρικῶδες, ἵνα μὴ ἀναπολογήτους λαβὼν ὑπὸ τὰς εὐθύνας ὁ δικαστὴς κατακρίνῃ τινάς· ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν· ἀνανεῶν τοίνυν τὴν μνήμην ἡμῶν ἔρχεται ἐκεῖνος ὁ προφήτης. Ἀλλ᾽ ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν.

ϛʹ. Εἰπὼν τοίνυν, Ὅπως ἐπιστρέψῃ καρδίαν πατρὸς πρὸς υἱὸν, ἐπήγαγε· Μή ποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· πατάσσει δὲ τοὺς ἁμαρτάνοντας. Ὁρᾷς τοὺς ἁμαρτάνοντας γῆν καλουμένους; Πάλιν ἀλλαχοῦ περὶ τοῦ Χριστοῦ διηγούμενος ὁ προφήτης, οὕτως ἔλεγεν· Ἔσται δικαιοσύνῃ περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ· οὐχ ὅτι πλευρὰ καὶ ὀσφὺς περὶ τὸν Θεόν· ἀσώματον γὰρ τὸ Θεῖον· ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει· καὶ ὅτι οὐδαμοῦ συκοφάνται λοιπὸν, οὐδὲ οἱ ἐπηρεάζοντες, οὐδὲ ἡ διὰ τῶν χρημάτων διαφθορὰ, οὐδὲ ἄγνοια τοῦ δικαίου. Ἐν τούτοις μὲν γὰρ τοῖς δικαστηρίοις καὶ ἀνεύθυνος κολάζεται, καὶ ὑπεύθυνος διαφεύγει· διέφθαρται γὰρ πολλαχοῦ τὸ δίκαιον· ἐπειδὰν δὲ ὁ δίκαιος κριτὴς καὶ ἀπαραλόγιστος παραγένηται, ὁ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ περιειλημμένος τὰς πλευρὰς αὐτοῦ, τῶν δικαίων μετὰ ἀκριβείας ἅπαντες τεύξονται. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.

Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ τῆς γῆς λέγει, ἀλλὰ περὶ ἁμαρτωλῶν, ἐπήγαγεν, ὅτι Καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοὺς ἁμαρτωλοὺς ἐκάλεσε γῆν; Ταῦτ᾽ οὖν εἰδὼς, ὅταν ἀκούσῃς, ὅτι Ἡ γῆ πᾶσα ἦν χεῖλος ἓν, τὴν ἀνθρωπίνην πάλιν ἐννόει φύσιν· ἀναμιμνήσκει γὰρ τῆς οἰκείας εὐτελείας ἡμᾶς· καὶ γὰρ μέγα ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν. Ἀρκοῦσα αὕτη διδασκαλία ταπεινοφροσύνης, ἡ τῆς φύσεως ἐπίσκεψις· πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. Διὰ τοῦτο παρῄνει τις λέγων· Πρόσεχε σεαυτῷ· ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς.

Διὰ τοῦτο ὁ δίκαιος ἐκεῖνος Ἀβραὰμ διαπαντὸς τοῦτον εἶχε τὸν λογισμὸν ἐν ἑαυτῷ, καὶ οὐδέποτε μέγα ἐφρόνει. Ὁ γοῦν Θεῷ διαλεγόμενος, καὶ παῤῥησίας τοσαύτης ἀπολαύων, καὶ μαρτυρηθεὶς παρ᾽ αὐτοῦ ἐπὶ ἀρετῇ, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἄλλος βουλόμενος πάλιν τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, οὐ μακροὺς κινεῖ λόγους, ἀλλ᾽ ἀναμιμνήσκει αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτιμᾷ σφοδρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τὰ μετὰ τὸν θάνατόν μοι φαινόμενα λέγεις;