Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η εαρινή ισημερία ως απαρχή της δημιουργίας και η πτώση

Ιστορική και θεολογική θεώρηση της εαρινής ισημερίας ως αρχής του χρόνου και της κοσμικής τάξεως, η δημιουργία του ανθρώπου και η επακόλουθη πτώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

Ἔχομεν μάρτυρας σοφοὺς Ἑβραίους οἷον Φίλωνα καὶ Ἰώσηπον καὶ ἄλλους τινάς, οἵτινες ἐν τοῖς οἰκείοις συγγράμμασι διαβεβαιοῦνται ὅτι οὐ δύναται ἀκριβῶς ἄλλως τὸ πάσχα γενέσθαι ἢ μετ᾽ ἐαρινὴν ἰσημερίαν ἐνστᾶσαν· καὶ ὁρίζονται οὗτοι ἀνέκαθεν τὸν τοιοῦτον εἱρμὸν τετηρῆσθαι μετὰ τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης, ὡς πολλάκις ἐρρήθη. Οὗτοι δὲ σαφῶς, ὡς πάντες Ἰουδαῖοι ἐπίστανται, μετὰ τὸ πάθος τοῦ σωτῆρος ἐγένοντο πολλῷ τῷ μετέπειτα χρόνῳ βιώσαντες, ὥστε δῆλον εἶναι ὅτι καὶ ὁ σωτὴρ ἐν τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθε μετ᾽ ἰσημερίαν. Ἔχεις τοίνυν καὶ ἐκ τῆς μαρτυρίας τῶν σοφῶν Ἰουδαίους τοὺς νῦν ἀποβλήτους, ἐξ ἀρχῆς μετ᾽ ἰσημερίαν τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πάσχα τοῦ προβάτου τελέσαντας. Τοῦτό μοι ἱστάσθω τέως, ἵν᾽ ἐκ τούτου δειχθῇ τὸ προκείμενον. Λοιπὸν γὰρ Ἰουδαῖοι ποιοῦσι τὸ πάσχα πρὸ ἰσημερίας ἀδιαφόρως, ἐκτὸς εἰ μή, ἐμβολίμου μηνὸς ἐνστάντος, ἀκουσίως μετ᾽ ἰσημερίαν παραταθῶσιν, τοῦτο δὲ οὐκ ἔστι σκοποῦ ἀλλ᾽ ἁπλῶς τοῦ συμβάντος. Αὐτίκα γοῦν νῦν εἰς τὸ ἐνεστὸς πρὸ ἰσημερίας ποιοῦσιν, καὶ κατηγοροῦνται ὑπὸ τῶν Ἰουδαίων σοφῶν παραβάται τοῦ †χρίσματος†.

Ἔχομεν δὲ ἡμεῖς τοῦ μυστηρίου τὴν ἰσχὺν ἀσύλητον. Ὁ μὲν γὰρ χρόνος καθ᾽ ὃν ἔπαθεν ὁ σωτὴρ οὐκ ἠγνόηται· τὰ γὰρ ὑπομνήματα τὰ ἐπὶ Πιλάτου πραχθέντα καὶ τὴν προθεσμίαν περιέχει τοῦ πάσχα. Ἱστορεῖται γοῦν ὅτι τῇ πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων ἔπαθεν ὁ σωτήρ· αὕτη γοῦν ἡ προθεσμία μετ᾽ ἰσημερίαν συνίσταται, καὶ τοῖς ἀκριβοῦσι κατείληπται. Καὶ ἔχε τοῦτον τὸν κανόνα, ἵνα ἴδῃς ὅτι Χριστὸς ἐν ταύτῃ τῇ προθεσμίᾳ ἔπαθε καὶ ἵνα εἰδὼς τηρῇς ἀεὶ μετ᾽ ἰσημερίαν ποιεῖν τὸ πάσχα Χριστὸν μιμούμενος, καὶ φεύγῃς μὲν τὴν τῶν αἱρετικῶν παρανομίαν, ζητῇς δὲ τὰς αἰτίας τῶν χρόνων· πειράσομαι δὲ ἤδη ταύτας ἀπαριθμῆσαι κατὰ τόπον, ἵν᾽ ἁρμονίαν δείξω τοῦ μυστηρίου πρὸς τὴν ἀρχαίαν κατάστασιν.

Ἔπαθεν ὁ Χριστὸς μετ᾽ ἰσημερίαν καὶ τῇ παρασκευῇ ἔπαθεν, ὡς ἴσμεν καὶ αἱ γραφαὶ μεμηνύκασιν, τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην τῆς παρασκευῆς συντρεχούσης. Ἐν γὰρ τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθεν· τὸ δὲ πάσχα τῶν Ἰουδαίων τότε πάντας τοὺς χρόνους πρὸς τὸ πάθος συνήγαγε καὶ ἰσημερίαν προλαμβάνουσαν καὶ τεσσαρεσκαιδεκάτην ἐνεστῶσαν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν συναρμοζόμενα. Διὰ τί ταῦτα γέγονε καὶ τίνος ἕνεκεν; ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζομένου τοῦ λόγου, ἀλλ᾽ ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.

Ὅτι μὲν γὰρ ἡ ἰσημερία προέστηκε τοῦ ἀληθῶς πρώτου χρόνου, τοῦτο δῆλον ἐπὶ τῆς τοῦ θεοῦ δημιουργίας ἐστίν. Πρῶτον μὲν γὰρ μῆνα ζητοῦμεν διὰ τὸν πρῶτον χρόνον· ὁ δὲ πρῶτος χρόνος ἀρχὴν ὀφείλει ἔχειν τὴν πρώτην ἡμέραν καὶ νύκτα ἐν ἴσῳ διαταχθεῖσαν. Οὐδὲ γὰρ ἄλλη ἥρμοζεν ἀρχὴ τῷ πρώτῳ χρόνῳ ἢ ἰσότης τῶν εἰρημένων· ἔδει γάρ, δημιουργεῖσθαι μέλλοντος χρόνου καὶ ἡμέρας καὶ νυκτὸς ἄρτι παραγενομένων, τὰς ὑπάρξεις τούτων ὡρισμένας δειχθῆναι ἐν ἴσῳ, εἶθ᾽ οὕτω τῇ κινήσει τὴν ἀνωμαλίαν ἐπιτραπῆναι· εἰ γὰρ ἡ κίνησις τὸ ἀνώμαλον ἔσχεν, ἡ δημιουργία ὤφειλε τὴν ἰσότητα δεῖξαι. Ὅμως δὲ βούλομαι τοῦτο ἐκ τῆς γραφῆς παραστῆσαι· 〈«Ἐν ἀρχῇ»〉, φησίν, 〈«ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»〉, εἶτα ἐπάγει ὅτι σκότος ἦν καὶ φῶς οὐδέπω ἦν, 〈«καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς»〉· τοῦτο τὸ φῶς πρῶτον ἐγένετο σκότους τὰ πάντα κατειληφότος. 〈«Εἶπεν»〉 οὖν 〈«ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα»〉· ἔχεις πρώτην ἡμέραν καὶ πρώτην νύκτα. Τί γάρ; πῶς εἶπεν ὅτι 〈«καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους»〉, ὃ διέταξεν εἰς νύκτα; Τὸ γὰρ 〈ἀνὰ μέσον〉 εἰς τὰ δύο ἄκρα ποιεῖ.

Ἐπειδὴ γὰρ πάντα ὅσα ἐδημιούργει ὁ θεὸς ἐν ὡρισμένῃ ἐδημιούργει φύσει, εἰκότως καὶ ἡμέραν καὶ νύκτα τὰς πρώτας ἐν ὡρισμένῃ καὶ ἴσως ἐχούσῃ παρῆγε περιγραφῇ· καὶ ἀπαρτίσας τὸ μέτρον ἑώρα κάλλιστα ἔχειν, εἶθ᾽ οὕτω, καθὰ ἤδη φθάσας εἶπον, τῇ κινήσει λοιπὸν ἀφῆκε τὴν ἀνωμαλίαν ἐργάζεσθαι. Εἰ μέντοι πρώτη στάσις ἐν ἴσῳ γέγονεν, τοίνυν ἡ ἰσημερία ἀρχὴ τοῦ πρώτου χρόνου, ὡς ἀποδέδεικται.

Εἶτα μετὰ ἰσημερίαν, σκόπει ὃ λέγω, τετάρτῃ ἡμέρᾳ γίνεται ἥλιος καὶ σελήνη—ἔξω τῆς ἰσημερίας εἰσὶν οἱ φωστῆρες—, ἕκτῃ ἡμέρᾳ πλάττει τὸν ἄνθρωπον· καὶ ἔπειτα τῇ ἑβδόμῃ καταπαύει ἀπὸ πάντων τῶν ἔργων, τῇ ἐπιούσῃ, ἥτις ἐστὶ καὶ πρώτη, οἷα τελειωθὲν λοιπὸν τὸ σύμπαν ἀφῆκεν ἐν τάξει φέρεσθαι. Τήρει· δεῖ γὰρ, τούτων τηρουμένων καὶ τῆς σῆς μνήμης παραστάσης, εὐδοκιμῆσαι τὸν ἑρμηνεύοντα λόγον.

Ἐποίησεν οὕτω τὸν ἄνθρωπον ὁ θεός, καὶ ὡς θεὸς ἀγαθὸς τοσοῦτον καὶ τηλικοῦτον ἐποίησεν ἄνθρωπον. Μὴ γὰρ ὅρα αὐτοῦ τὴν ἀβελτερίαν, ἀλλὰ τὴν πρώτην φαντάζου κατάστασιν· καὶ γὰρ 〈«κατ᾽ εἰκόνα»〉 αὐτὸν ἑαυτοῦ ἐποίησεν.

Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα. Οὐδέπω γὰρ ὕβρις συνεληλύθει τῇ ὄψει, ἵνα καὶ σκέπης δέηται ἄνθρωπος, ἀλλ᾽ ἡ γραφὴ μαρτυρεῖ ὅτι 〈ἐποίησε τὸν ἄνθρωπον «καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ»〉, καὶ ὅτι 〈γυμνοὶ ἦσαν «καὶ οὐκ ᾐσχύνοντο»〉, ἀλλ᾽ ὥσπερ ἥλιος καὶ σελήνη τῇ ἑαυτῶν γυμνώσει ἐγκαλλωπίζονται, οὕτω δὴ καὶ οὗτοι ἠφείθησαν τῇ φυσικῇ εὐπρεπείᾳ ἐνωραΐζεσθαι.

Τοσαύτην οὖν εὐεργεσίαν εἰς τοῦτον εἰσενεγκάμενος ὁ θεὸς καὶ ἁβροδίαιτον αὐτὸν ἐν παραδείσῳ καταστησάμενος τῶν τε παρ᾽ ἑαυτοῦ χαρίτων πλουσίως αὐτῷ μεταδοὺς καὶ τὴν αὐτοῦ αἴσθησιν κατὰ τὸ δίκαιον ἐπιζητεῖ καὶ ὑπακοῇ τιμᾶσθαι τὴν χάριν ἐδίκαζεν· καὶ ἐπειδὴ εἶδεν ὅτι ἀδύνατον αὐτῷ συμφυλαχθῆναι τὴν δωρεὰν 〈εἰ〉 μὴ καταφυγῇ καὶ τιμῇ τῇ πρὸς τὸν δεδωκότα θεόν, νόμον αὐτῷ φρουρὸν ὁρίζει τῆς φύσεως, ἵνα μνήμῃ καὶ βοηθείᾳ τοῦ νομοθέτου οἷα ἀγαθοῖς τισι φαρμάκοις φυλάττηται, καὶ ἀθανασίαν μὲν αὐτῷ τηρουμένου νόμου κατεπαγγέλλεται, θάνατον δὲ παραβάντι.

Ἀλλὰ τούτων οὕτως ἐχόντων, γέγονε τὰ γενόμενα, καὶ φθόνῳ τοῦ διαβόλου πεισθεὶς παραβῆναι τὸν νόμον ὁ ἄνθρωπος φθαρτὸς γίνεται καὶ ἔξω τίθεται τοῦ παραδείσου, καὶ λοιπὸν εἰς πλῆθος δοὺς βίον τε κτηνώδη ἔζη καὶ ἀθείας τε καὶ ἀκολασίας δοχεῖον ἐγίνετο· καὶ διὰ τοῦτο προφῆται ἐβόων καὶ περὶ τῆς πρώτης αὐτοῦ ἀξίας καὶ μετὰ ταῦτα ἀναξιότητος· 〈«Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς»〉.