Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ῥητόν· Χήρα καταλεγέσθω

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική ανατροφή των τέκνων και οι συνέπειες της γονικής αμέλειας

Η ευθύνη των γονέων για τη διαπαιδαγώγηση στην ευσέβεια, οι κίνδυνοι της ατιμωρησίας και το αποτρεπτικό παράδειγμα του ιερέα Ηλί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

ζʹ. Καὶ εἰ δοκεῖ, πρῶτον, ἐξετάσωμεν ὃ πρῶτον αὐτὸς τέθεικεν· Εἰ ἐτεκνοτρόφησε. Τροφὴν γὰρ ἐνταῦθα λέγει οὐ ταύτην τὴν ψιλὴν καὶ παρὰ τοῖς πολλοῖς νομιζομένην, τὸ μὴ λιμῷ φθειρομένους περιιδεῖν τοὺς παῖδας· τοῦτο γὰρ οὐδὲ αὐτὴ τῆς φύσεως ἡ ἀνάγκη ἀφίησι παραμεληθῆναί ποτε· ὅθεν οὐδὲ προσταγμάτων ὑπὲρ τούτου χρεία καὶ νόμων, ἵνα τὰ ἔκγονα τρέφωσιν αἱ χῆραι· ἀλλὰ τὴν τῆς δικαιοσύνης ἐπιμέλειαν, τὴν ἀνατροφὴν τὴν μετ᾽ εὐλαβείας ἐνταῦθά φησιν· ὡς αἵ γε μὴ οὕτω τρέφουσαι, παιδοκτόνοι μᾶλλόν εἰσιν ἢ μητέρες. Τοῦτο οὐ πρὸς γυναῖκας μόνον λέγω, ἀλλὰ καὶ πρὸς ἄνδρας. Καὶ γὰρ πολλοὶ πολλάκις τῶν πατέρων, ὅπως μὲν ἵππος γένοιτο καλὸς τῷ παιδὶ, καὶ ὅπως οἰκία λαμπρὰ, καὶ ὅπως πολυτελὴς ἀγρὸς, πάντα ποιοῦσι καὶ πραγματεύονται· ὅπως δὲ αὐτῷ ψυχὴ γένοιτο καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχουσι λόγον. Καὶ τοῦτό ἐστιν, ὃ τὴν οἰκουμένην ἀνατρέπει πᾶσαν, ὅτι τῶν οἰκείων ἀμελοῦμεν παίδων, καὶ τῶν μὲν κτημάτων αὐτῶν ἐπιμελούμεθα, τῆς δὲ ψυχῆς αὐτῶν καταφρονοῦμεν, ἐσχάτης ἀνοίας πρᾶγμα ὑπομένοντες.

Τὰ μὲν γὰρ κτήματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετ᾽ ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ᾽ αὐτοῦ, καὶ βλάβην ἐσχάτην ἐνέγκοι τῷ κεκτημένῳ· ἂν δὲ ἡ ψυχὴ γενναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀποκείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας συσχεῖν.

Δεῖ τοίνυν σκοπεῖν, οὐχ ὅπως αὐτοὺς πλουσίους ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ τοῖς τοιούτοις ποιήσωμεν, ἀλλ᾽ ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ᾽ ἂν εὐπορώτεροι· ὅπως μὴ πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσόδους αὐτῶν, καὶ τὰς ἐξόδους μετ᾽ ἀκριβείας περιεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότας ὅτι τούτων ἀμελουμένων, οὐδεμίαν ἕξομεν παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας (Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ πλησίον), πόσῳ μᾶλλον τῆς τῶν παίδων; Οὐ κατῴκισά σοι, φησὶν, αὐτὸν ἐξ ἀρχῆς; ἐπέστησα δέ σε αὐτῷ διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα; τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; Ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα, καὶ ῥυθμίζειν· ποίαν ἂν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσήνιός ἐστι καὶ τραχύς; Ἀλλ᾽ ἐξ ἀρχῆς ἔδει ταῦτα προορῶντα, ὅτε εὐήνιος ἦν, καὶ κομιδῆ νέος, χαλινοῦν μετ᾽ ἀκριβείας, ἐθίζειν πρὸς τὰ δέοντα, ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ νοσήματα τῆς ψυχῆς. Ὅτε εὐκολωτέρα ἡ ἐργασία, τότε τὰς ἀκάνθας ἐκτέμνειν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο, καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη, καὶ αὐξανόμενα, δυσκατέργαστα γέγονε.

Διὰ τοῦτό φησι, Κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτοῦ, ὅτε εὐκολωτέρα γένοιτ᾽ ἂν ἡ παιδαγωγία. Οὐκ ἐπιτάττει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς συνεφάπτεταί σοι τοῦ ἔργου. Καὶ πῶς, καὶ τίνι τρόπῳ; Ὁ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω. Ὁρᾷς πόσον αὐτοῖς ἐπέστησε φόβον; πόσην ἐπετείχισεν ἀγωνίαν; πῶς δυνατήν σου τὴν ἀρχὴν ἐποίησε; Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν αὐτὸς μὲν, ἐπειδὰν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· ἡμεῖς δὲ, ὑβριζομένου τοῦ Θεοῦ παρ᾽ αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ, φησὶ, τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ὁρᾷς αὐτὸν ὑβρίζοντα εἰς τὸν πεποιηκότα, καὶ οὐ δυσχεραίνεις, εἰπέ μοι, οὐδὲ φοβεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα εἰδὼς, ὅτι καὶ τοῦτο αὐτὸς ὁ Θεὸς ἐκώλυσεν, οὐκ ἐπειδὴ βλάβη τις εἰς ὑβριζόμενον γίνεται (ἀνώλεθρον γὰρ τὸ Θεῖον), ἀλλ᾽ ὑπὲρ τῆς ἐκείνου σωτηρίας; Ὁ γὰρ περὶ τὸν Θεὸν ἀγνώμων γενόμενος καὶ ἀναίσθητος, πολλῷ μᾶλλον εἰς τὸν γεγεννηκότα, καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ἐμπαροινῆσαι δυνήσεται.

ηʹ. Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαντες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν. Οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἔσται αἰδέσιμος, ἀλλὰ καὶ σοὶ τῷ γεγεννηκότι ποθεινότερος, πλὴν τῆς φύσεως οὐκ ἐλάττονα ἑτέραν ὑπόθεσιν ἔχων πρὸς τὸ φιλεῖσθαι τὴν ἀρετήν· οὐ ποθεινότερος δὲ μόνον, ἀλλὰ καὶ χρησιμώτερος ἔσται σοι θεραπεύων, δουλεύων, γηροκομῶν. Ὥσπερ γὰρ οἱ περὶ τὸν Θεὸν ἀγνώμονες καὶ τῶν γεγεννηκότων καταφρονοῦσιν· οὕτως οἱ τὸν πεποιηκότα θεραπεύοντες, ἐν πολλῇ καὶ τοὺς γεγεννηκότας ἔχουσι τῇ τιμῇ. Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶσαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν. Ὅτι γὰρ οἱ τῶν παίδων ἀμελοῦντες, κἂν τἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην, ἱστορίαν σοί τινα διηγήσομαι παλαιάν.

Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος. Δέον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορθώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί λέγεις; τὸν Δεσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐτῶν τὴν συγγένειαν; Διὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνουθέτει αὐτούς· νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ᾽ ἐὰν σφοδρότερον καὶ τομώτερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν;

Οὕτω γοῦν ὁ Ἠλεῖ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε.

θʹ. Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν· οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας.

Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς. Διδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συνεχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκίας, τὰ παιδία· καθ᾽ ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν.