Καὶ ὅπου μὲν ὄγκος σώματος, μελῶν ἁρμονία, ὀστέων σύνθεσις, νευρῶν τάξις, φλεβῶν πλήθη, ἄρθρων δεσμοὶ, τὸ βρέφος ἐξῆλθεν ὡς οἶδε, καὶ ἐν τῇ παρθενικῇ ἀποῤῥήτως ἑαυτὸν ὑφάνας γαστρί· ὅπου δὲ οὐ σῶμα, οὐ μέλος, οὐκ ἄρθρα, οὐ νεῦρα, οὐκ ὀστέα, οὐ φλέβες, ἀλλ᾽ ἀναφὴς καὶ ἀσώματος καὶ ἀόρατος φύσις, ῥεῦσιν εἰσάγεις καὶ μείωσιν νοεῖς; Καὶ προῆλθεν ἐκ μήτρας, καὶ ἄλυτος ἔμεινεν ἡ μήτρα. Ὁ γὰρ ἄνευ σπέρματος ἐν τῇ Παρθένῳ ἐμψυχώσας ἑαυτῷ ναὸν, αὐτὸς καὶ ἄλυτον διετήρησε τὴν μήτραν, ὡς Θεός. Τὰ γὰρ ἔργα τοῦ Θεοῦ οὐ τῇ φύσει τῶν πραγμάτων δουλεύει, ἀλλὰ τῇ κελεύσει τοῦ Θεοῦ Λόγου ἐξακολουθεῖ. Ποτὲ μὲν γὰρ ὁ Θεὸς κατὰ φύσιν κτίζει, ἵνα γνῷς τῆς φύσεως τὴν εὐταξίαν· ποτὲ δὲ παρὰ φύσιν δημιουργεῖ, ἵνα μάθῃς τοῦ ἐνεργοῦντος τὴν δύναμιν. Οὔτε γὰρ πάντα κατὰ φύσιν γίνεται, ἵνα μὴ θεολογηθῇ ἡ φύσις, οὔτε πάντα παρὰ φύσιν, ἵνα μὴ ἀταξία τῆς φύσεως νομισθῇ τὰ παρὰ φύσιν πραττόμενα. Πλάττει δὲ Θεὸς κατὰ φύσιν, δημιουργεῖ καὶ παρὰ φύσιν, ἵνα μάθῃς ὡς ἡ φύσις θεραπαινίδος τάξιν ἐπέχουσα κατὰ φύσιν κινεῖται, καὶ παρὰ φύσιν τρέχει, πρόσταγμα πληροῦσα Θεοῦ.