Σὺ δὲ οὐδὲ τοῦτον τὸν ὅρον φυλάττεις· οὐ γὰρ μετὰ φόβου συναναστρέφῃ, ἀλλὰ μετὰ πολλῆς ἀδείας καὶ καταφρονήσεως, καὶ συνεσθίεις, καὶ συμπίνεις, καὶ συνομιλεῖς, καὶ συγγελᾷς ἀτάκτως· καὶ ἐπὶ τούτοις πᾶσιν σὺ μὲν θέλεις παρθένος καλεῖσθαι, οὐκ ἔτι δέ σε παρθένον ἐρῶ τὴν οὕτως ἑαυτὴν ῥίψασαν, καὶ μηδὲ φοβηθεῖσαν τὸν κίνδυνον. Τολμήσω εἰπεῖν τὸ προφητικὸν, Ἐκστήτω ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ φριξάτω ἡ κτίσις, εἰς ὅσην ἀναισχυντίαν κεχωρήκαμεν, καὶ τῶν ἐν τοῖς ἐργαστηρίοις πορνῶν. Ὥσπερ γὰρ ἐκεῖναι, ὑπὸ μίμων ἀγελώμεναι [?] ἀνθρώπων, [ἰτα]μώτεραι πρὸς τὰς ἀσέμνους πράξεις γίνονται· οὕτω καὶ αὗται εὐδοκιμήσασαι ἀνδράσι συνοικεῖν. Θεὸς ἀγανακτεῖ, ἄνθρωποι διασύρουσι, κἀκεῖναι τὸν ἄδικον κριτὴν μιμούμεναι, οὐδὲ τὸν Θεὸν φοβοῦνται, οὔτε ἄνθρωπον ἐντρέπονται· ἀλλ᾽ ἐπὶ τούτοις πᾶσι μειζόνως παῤῥησιάζονται καὶ τῶν ἐν γάμῳ σεμνῶς παροικουσῶν ἀνδράσιν. Αὗται μᾶλλον ἐπηρμένως τὰ μεθ᾽ ὧν συνοικοῦσιν διατίθενται, καὶ ἐκταράσσουσι, καὶ ἀνθυβρίζουσι, καὶ πάσης αὐτοῦ τῆς ὑπάρξεως δεσπόζειν βούλονται· κἂν ἐνίοτε βούληται εἰς εὐποιίαν ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ, διακωλύει, καὶ λοιπὸν οὐκέτι ὑπηρέτις, ἀλλὰ δέσποινα γέγονεν. Ἀποχώρει οὖν τῆς ἀλλοτρίας συνοικήσεως, ὦ παρθένε, καὶ οὐχὶ μόνον τῆς συνοικήσεως λέγω, ἀλλὰ καὶ τοῦ συνομιλεῖν ἢ συγγελᾷν παρατήρησαι.