Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η αγάπη ως κέντρο της πνευματικής ζωής και η ανεπάρκεια των άνευ αυτής έργων

Γραφικές μαρτυρίες για το ανωφελές της άσκησης και των προσφορών όταν απουσιάζει η αληθινή αγάπη, με αναφορές στην πτώση του Ιούδα και τη διδασκαλία του Ιωάννου του Θεολόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Λοιπὸν οὖν, ἀδελφοί μου ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν, ἢ σπουδάσωμεν κτήσασθαι πλὴν τῆς ἀγάπης· μηδεὶς ἐχέτω τι κατά τινος, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν· ἀλλὰ ἀφῶμεν τοῖς ὀφειλέταις ἡμῶν πάντα τὰ παραπτώματα αὐτῶν.

Τί γὰρ τὸ ὄφελος, τέκνα, ἐάν τις πάντα ἔχῃ, τὴν δὲ σώζουσαν ἀγάπην μὴ ἔχων; Ὥσπερ τις ἄριστον ποιήσει μέγα, ἵνα καλέσῃ βασιλέα καὶ ἄρχοντας, καὶ πάντα ἑτοιμάσει πλούσια, ἵνα μηδὲν αὐτῷ λείπῃ, ἅλας δὲ οὐκ ἔχει, μὴ δύναται βρωθῆναι τὸ ἄριστον ἐκεῖνο; Οὐ πάντως ἀλλὰ καὶ τὴν ἔξοδον ἐζημιώθη, καὶ τοὺς κόπους ἀπώλεσεν· ἀλλὰ καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κεκλημένων ὑπ᾽ αὐτοῦ. Οὕτως οὖν καὶ ἐνταῦθα· τί τὸ ὄφελος εἰς ἀνέμους κοπιᾷν; Χωρὶς τῆς ἀγάπης πᾶν ἔργον καὶ πᾶσα πρᾶξις ἀκάθαρτος, κἂν παρθενίαν κτήσαιτό τις, κἂν νηστεύῃ, κἂν ἀγρυπνῇ, εἴτε προσεύχεται, εἴτε δοχὴν ποιεῖ πτωχοῖς, κἂν δῶρα προσφέρειν δοκῇ, ἢ ἀπαρχὰς, ἢ καρποφορίας, κἂν ἐκκλησίαν κτίζῃ, εἴτε ἄλλο τι πράττῃ, χωρὶς τῆς ἀγάπης πάντα ἐκεῖνα εἰς οὐδὲν λογισθήσονται παρὰ τῷ Θεῷ. Οὐ γὰρ εὐδοκεῖ Κύριος ἐν αὐτοῖς. Ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Ὁ γὰρ ἔχων ἔχθραν κατὰ τοῦ ἀδελφοῦ, δοκεῖ προσφέρειν τε τῷ Θεῷ, ὡς ὁ θύων κύνα, καὶ ὡς μίσθωμα πόρνης λογισθήσονται. Μὴ οὖν βουληθῇς χωρὶς τῆς ἀγάπης ποιεῖν τί ποτε, ὅτι ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Ὢ ποίου ἀγαθοῦ καταφρονοῦμεν! ὢ πόσων ἀγαθῶν στερούμεθα καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην Ἰούδας μὴ θελήσας κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸ ἀληθινὸν, τὸν ἑαυτοῦ διδάσκαλον καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη.

Διὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· Παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.

Καὶ πάλιν Ἰωάννης ὁ θεολόγος λέγει· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἐν τῇ σκοτίᾳ ἐστι, καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἐὰν δὲ εἴπῃς, ὅτι Κἂν τὸν ἀδελφόν μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ, ἐλέγχει σε Ἰωάννης λέγων· Ἐάν τις εἴπῃ, Τὸν Θεὸν ἀγαπῶ, καὶ τὸν ἀδελφὸν αὑτοῦ μισεῖ, ψεύστης ἐστίν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν; Ὁ οὖν ἔχων μετὰ πάντων τῶν ἀδελφῶν ἀγάπην, ὁ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀποστόλου, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν, οὗτος ἀγαπᾷ τὸν Θεὸν, οὗτος μαθητὴς αὐτοῦ ἐστι, τοῦ εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοῦ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ᾽ ἀλλήλων. Φανερὸν οὖν ἐστιν, ὅτι οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται ἐκ τῆς ἀληθινῆς ἀγάπης. Ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, κἂν δοκῇ ἀγαπᾷν τὸν Χριστὸν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης, ὅτι Ταύτην ἐντολὴν ἔχομεν παρ᾽ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὑτοῦ· καὶ πάλιν ὁ Κύριος, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καὶ ἐπήγαγε, θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγάπης, λέγων· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.