Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκράτειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλαγῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ᾽ οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευτέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. Διὰ τοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσέχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεοῦ γένηται.