Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἀποστασίου βιβλίου

Ἰωάννης ὁ Χρυσόστομος

Η μακαριότητα της χηρείας και οι προϋποθέσεις του δεύτερου γάμου

Ανάλυση της διδασκαλίας περί της μακαριότητας της χηρείας και της παρθενίας, καθώς και επισήμανση των δυσκολιών της οικογενειακής ζωής και των όρων σύναψης ενός νέου γάμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Εἰ δὲ λέγει, Δοκῶ, οὐχ ὡς οὐκ ἔχων λέγει, ἀλλὰ μετριάζων καὶ συστέλλων ἑαυτόν. Ὅτι μὲν οὖν μακαριωτέρα ἐστὶν, εἶπε· πῶς δὲ μακαριωτέρα, οὐκ ἔτι προσέθηκεν, ἀρκοῦσαν ἀπόδειξιν δοὺς τὸ παρὰ τοῦ Πνεύματος κομίζειν τὴν ἀπόφασιν. Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν ἐνταῦθα εὑρήσεις· καὶ ὄψει τὴν χήραν μακαριωτέραν οὖσαν, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα μόνον, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον. Καὶ τοῦτο αὐτὸ μάλιστα οἶδεν ὁ Παῦλος, ὃ καὶ περὶ τῶν παρθένων ᾐνίξατο λέγων.

Παραινῶν γὰρ καὶ συμβουλεύων παρθενίαν αἱρεῖσθαι, οὕτω πως ἔλεγε· Νομίζω ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ πάλιν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.

Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκράτειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλαγῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ᾽ οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευτέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. Διὰ τοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσέχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεοῦ γένηται.

Ἐπειδὴ γὰρ πολλαὶ πολλάκις γυναῖκες, τῶν πρώτων τελευτησάντων ἀνδρῶν, μοιχευθεῖσαι πρότερον, οὕτω τοὺς ὑστέρους εἰσήγαγον, καὶ τρόπους ἑτέρους μιαροὺς ἐπενόησαν, διὰ τοῦτο ἐπήγαγε, Μόνον ἐν Κυρίῳ· ἵνα μηδὲν τούτων ὁ δεύτερος ἔχῃ γάμος· οὕτω γὰρ δυνήσεται ἐγκλημάτων ἀπηλλάχθαι. Πάντων μὲν γὰρ βέλτιον ἀναμένειν τὸν τετελευτηκότα, καὶ τὰς πρὸς ἐκεῖνον συνθήκας διατηρεῖν, καὶ ἐγκράτειαν αἱρεῖσθαι, καὶ τοῖς καταλειφθεῖσιν ἐπιμένειν παιδίοις, καὶ παρὰ τοῦ Θεοῦ πλείονα τὴν εὔνοιαν ἐπισπάσασθαι.