Ἀλλ᾽ ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσιν. Μάλιστα μὲν εἰ καὶ τοῦτο οὕτως εἶχε, δι᾽ αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ἡμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δέ μοι προστίθει καὶ τὴν ἀπὸ τοῦ συνειδότος εὐφροσύνην. Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ᾽ ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ᾽ ἀποδέδεικται καὶ τοῦτο εὐκολώτερον ὂν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν ηὗρες χαλεπωτάτην· τότε δὲ ταύτης τε ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὐ τῶν ἐπιταττομένων ἔσῃ· Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ᾽ ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδα, πλὴν εἴ τις ἑαυτὸν ἁπλῶς ἀποπλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία λοιπὸν ἔσται ἡμῖν οὐδὲ συγγνώμη.