Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Δαμασκηνός

Ο αμπελώνας του Ναβουθαί και η κρίση επί των βασιλέων Αχαάβ και Οχοζία

Ο έλεγχος για τη δολοφονία του Ναβουθαί, η προσωρινή μετάνοια του Αχαάβ και η πύρινη τιμωρία των απεσταλμένων του ασθενούντος βασιλέα Οχοζία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 5 από 7

Οὗτος εὐθὺς πάντα λιπὼν καὶ οἰκίαν καὶ ἀγροὺς καὶ βόας ἐκείνῳ ἀκολουθεῖ, λειτουργῶν ἐν πᾶσιν καὶ ὅλος ὅλῳ προσκείμενος. Καιρὸς οὐκ ὀλίγος παρῳχήκει τὸ ἀπ’ ἐκείνου, καὶ Ἀχαὰβ ὁ βασιλεὺς ἀπληστίᾳ γνώμης τὸν τοῦ Ναβουθαὶ ἀμπελῶνα εἰς κῆπον λαχάνων ἐξαιτεῖται λαβεῖν. Ὁ δὲ οὐ δίδωσι τῷ τε κλῆρον παρὰ πατέρων ἔχειν αὐτὸν καὶ τῷ κατέχειν ὥς τι μέγα τὸν ἀμπελῶνα. Καὶ ὃς ἀθυμίᾳ ληφθεὶς τῇ γυναικὶ Ἰεζάβελ τὸ γεγονὸς προσαγγέλλει. Καὶ αὐτὴ δόλους ῥᾶψαι εἰδυῖα καὶ πράγματα σκαιωρῆσαι· Μή σοι μελέτω πρὸς τὸν ἄνδρα, ἐκείνη. Ἐγώ σε καὶ τοῦ ἀμπελῶνος κύριον καταστήσω καὶ τὴν ἐπ’ αὐτῷ λύπην ἰάσιμον θήσω.

Καὶ δὴ γράφει βιβλίον τῷ τε ὀνόματι τοῦ Ἀχαὰβ καὶ τῇ σφραγῖδι σεσημασμένον· ὃ καὶ ἀποστέλλει τοῖς μετὰ Ναβουθαὶ κατοικοῦσιν. Εἶχε δὲ τὰ γεγραμμένα· Νηστείαν τε νηστεῦσαι αὐτοὺς καὶ μέσον τοῦ λαοῦ τὸν Ναβουθαὶ προκαθίσαι, εἶτα ἄνδρας δύο τούτου καταμαρτυροῦντας προστῆσαι, ὡς εἴη εὐλογῶν οὗτος θεὸν καὶ βασιλέα, ὅπερ ἀπόμοτον αὐτοῖς ἐδόκει, εἶτα λίθοις βληθῆναι καὶ θάνατον ὑπομεῖναι τὸ πρόστιμον.

Καὶ οἱ μὲν κακοὶ γείτονες κατὰ τὴν τῆς Ἰεζάβελ συμβουλίαν τό τε δρᾶμα συνέθεσαν καὶ τὸν Ναβουθαὶ ἀνῄρησαν λίθων βολαῖς συγχωσάμενοι. Τὸ δὲ ἀναιδὲς γύναιον, ὡς ταῦτα ἐπύθετο· Ἀνάστα, φησὶν πρὸς τὸν ἄνδρα, καὶ κληρονόμει τοῦ ἀμπελῶνος· τέθνηκε γὰρ Ναβουθαί, ὅς σοι καὶ ἑκὼν οὐ παρεχώρει τοῦ ποθουμένου. Καὶ ὁ Ἀχαὰβ τὸν Ναβουθαὶ μαθὼν ἀνῃρῆσθαι λύπῃ συσχεθεὶς τόν τε χιτῶνα διέρρηξεν καὶ σάκκον ἑαυτῷ περιέθετο, εἴτε ἀληθείᾳ, εἴτε προσχήματι· οὐ γὰρ ἀπέστη, οὗ ἤρα ἀμπελῶνος. Ἀλλ’ εὐθὺς καὶ τοῦτον κληρονομήσων ὥρμησε καὶ τοῦ φόνου πάντως ἀνθέξεσθαι, ὃς διὰ τὸν ἀμπελῶνα ἤδη καὶ πέπρακτο.

Ἀλλὰ γὰρ καὶ ὁ κύριος πρὸς Ἠλίαν τὸν Θεσβίτην· Εὐθὺς τάδε συναντήσας εἰπὲ τῷ Ἀχαάβ· Ἐπεὶ σὺ ἐφόνευσας καί, ἃ μὴ θέμις, ἐκληρονόμησας, ἴσθι, ὡς, ἐν ᾧ τόπῳ ἔλειξαν οἱ κύνες τὸ τοῦ ἀνῃρημένου αἷμα, καὶ τὸ σὸν ἐκεῖ λείξουσιν, ἀλλὰ καὶ αἱ πόρναι ἐν αὐτῷ λούσονται.

Καὶ ἄλλα πρὸς τούτοις, ἃ ὁ προφήτης διεξῄει πρὸς μέρος. Ὅς γε καὶ συναντήσας αὐτῷ, ἐκεῖνος οἷα ἐγνωκώς, ἐφ’ ἃ ἧκεν· «Εἰ εὕρηκάς με,» φησίν, «ὁ ἐχθρός μου;» πρὸς τοῦτον. Καὶ ὁ Ἠλίας· «Εὕρηκα δή σε. Ἐπεὶ καὶ τὸ πονηρὸν ἐνώπιον κυρίου πέπραχας καὶ τοῦτον ἐξώργισας, ἀνθ’ ὧν ἐξολοθρευθήσῃ καὶ ἐγκαταλελειμμένος ἅμα τῷ σῷ οἴκῳ γενήσῃ, ὡς πάντας ἀπωλείᾳ παραδεδόσθαι καὶ μηδένα ὑπολελεῖφθαι πρὸς τοῖχον οὐροῦντα. Ἀλλὰ γὰρ ἤδη καὶ τὸν νεκρόν σου οἵ τε κύνες ὁμοῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἔδονται καὶ ἑαυτῶν θοίνην τὰ αἱμοβόρα ποιήσονται. Τὰ παραπλήσια δέ σοι πείσεται καὶ Ἰεζάβελ, ἣ πρὸς τοῖς ἄλλοις καὶ ἐν τῷ προτειχίσματι κυσὶ βρῶμα γενήσεται, ὡς ἂν ἔχοι καὶ τὴν τιμωρίαν τοῖς πᾶσιν περίοπτον.

Καὶ ὁ μὲν προφήτης ταῦτα τῷ Ἀχαάβ. Ἐκεῖνος δὲ ἀκούσας τήν τε καρδίαν πλήττεται καὶ τὸν ἑαυτοῦ ῥήσσει χιτῶνα, δοὺς καὶ τὸ σῶμα νηστείᾳ καὶ σάκκον διαζωσάμενος, ἃ πάντα σύμβολα τῆς ἔνδον καὶ ἐν ψυχῇ κατανύξεως. Ἀμέλει καὶ πρὸς τὸν Ἠλίαν ὁ κύριος· Ἑώρακας, ὅπως κατενύγη ἀπὸ προσώπου μου Ἀχαάβ; Οὐκοῦν οὐδ’ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ,» ᾧ καὶ αὐτῷ πονηρῷ γενομένῳ καὶ τὰ χείρω πράττειν ἑλομένῳ καὶ ἡ δίκη κατὰ πόδας ἕψεται.

Μικρὸν τὸ ἐν μέσῳ, καὶ ὁ Ἀχαὰβ τελευτᾷ· παραλαμβάνει δὲ τὴν ἀρχὴν ὁ τούτου υἱός—Ὀχοζίας ἐκαλεῖτο οὗτος—, ἀνὴρ δεισιδαίμων καὶ τῇ Βάαλ ὅσα καὶ θεῷ χρώμενος. Ὃς καὶ ἀρρωστίᾳ περιπεσὼν στέλλει ταύτην ἀνερωτήσων, εἰ ῥαΐσοι τῆς νόσου, καὶ δὴ καὶ ζητῆσαι μυῖαν, θεὸν Ἀκκαρῶν, παρ’ ἧς καὶ τὰ κατ’ αὐτόν, ὡς ἕξει, μαθήσεται, καὶ εἰ τὴν ὑγείαν τέλεον ἀπολήψεται.

Ὧς καὶ ὁ θεὸς προσοχθίσας τῷ Ἠλίᾳ προστάττει τοῖς παρ’ ἐκείνου σταλεῖσιν εἰπεῖν· Ἀνθ’ ὧν βασιλεὺς ὁ ὑμέτερος τὸν κύριον καὶ θεὸν ἐγκαταλιπὼν παρὰ τὰ ἄψυχα ἔστειλε τὴν ὑγείαν πευσόμενος, ἴστω, ὡς οὔτε τῆς ἀρρωστίας ἀπαλλαγήσεται οὔτε τῆς κλίνης, ἐφ’ ᾗ κατάκειται νῦν, καταβήσεται, ἀλλ’ ἐν ταύτῃ δὴ τεθνήξεται καὶ τὴν ψυχὴν κακῶς ἀπορρήξει τὰ δράγματα τῆς πονηρίας δρεπόμενος. Καὶ ὁ Ἠλίας τούτοις καθ’ ὁδὸν συναντήσας <ἦν> καὶ τὰ τοῦ θεοῦ πρὸς ῥῆμα διαγγείλας.

Ἀναβαδίσαντες οὗτοι πάντα τῷ Ὀχοζίᾳ ἐξεῖπον μηδὲν τῶν εἰρημένων ἀποκρυψάμενοι. Καὶ ὃς σχῆμα καὶ μορφὴν καὶ ζώνην τοῦ εἰρηκότος ἀνερωτήσας, ἐπεὶ τὸν Ἠλίαν εἶναι τοῦτον ἀνέγνω, στέλλει εὐθὺς καὶ πεντηκόνταρχον σὺν ἅμα τοῖς ὑπ’ αὐτόν, τοῦτον συλλαβεῖν καὶ πρὸς αὐτὸν ἀγαγεῖν. Καὶ ὃς ἀφικόμενος καὶ ἐπὶ τοῦ ὄρους μόνον ὄντα καταλαβών· Ὦ ἄνθρωπε τοῦ θεοῦ, φησὶν πρὸς ἐκεῖνον, ὁ βασιλεὺς καλεῖ σε· κατάβηθι. Καὶ ὁ προφήτης· Εἰ τοῦ θεοῦ ἄνθρωπος ἐγώ, πῦρ ἐκ τοῦ οὐρανοῦ κατελθὸν καταφάγεταί σε μετὰ καὶ τοῦ συνεπομένου λαοῦ. Καὶ παραχρῆμα πῦρ ἐπιὸν ἐξ ἐπιτάγματος τοῦ δικαίου πάντας ὁμοῦ κατανάλωσε. Καὶ Ὀχοζίας ἕτερον πάλιν ἀπέστειλε πεντηκόνταρχον, ὃς καὶ αὐτὸς τὰ παρὰ τοῦ βασιλέως τῷ προφήτῃ διαναγγείλας τῆς ἴσης πεπείρατο τιμωρίας, πυρὸς καὶ οὗτος δαπάνη γενόμενος.

Ἀλλ’ ὁ ἀσύνετος βασιλεὺς καὶ ἔτι τῆς ὁρμῆς ἦν καὶ ἔτι ἀκάθεκτος ἦν τοῦ βουλήματος· ὅθεν καὶ τρίτον στεῖλαι οὐκ ἀπέσχετο πεντηκόνταρχον. Ὃς καὶ μετὰ δέους προσιὼν τῷ προφήτῃ καὶ τῶν ἐκείνου λαβόμενος ποδῶν συγγνώμην τε ᾔτει τῆς ἀβουλήτου ἀφίξεως καὶ δὴ καὶ τὴν τοῦ βασιλέως ἐδήλου αὐτῷ πρόσκλησιν δυσωπῶν πρὸ τῶν ἄλλων, μὴ τὴν ὁμοίαν δίκην τῖσαι τοῖς προλαβοῦσιν μηδὲ ὕλην γενέσθαι καὶ αὐτὸν πυρὸς θεηλάτου καὶ φλέγοντος. Καὶ ὁ προφήτης δι’ ἀγγέλου προτραπείς, κατιέναι πρὸς βασιλέα, ἧκε πρὸς τοῦτον τηρήσας ἀβλαβῇ καὶ τὸν πεντηκόνταρχον, ᾧ καί, ὡς εἶχε, φησίν· Ἐπεὶ σὺ τὸν μὲν θεὸν ἐγκατέλιπες, παρὰ δὲ τοῦ Βάαλ βοήθειαν ᾔτησας, εἰδώλου ἀψύχου, ἐκζητήσας παρὰ τούτου καὶ μυῖαν, θεὸν Ἀκκαρῶν, ἣ καὶ αὐτὴ ζῷόν ἐστιν ὀχληρὸν ἀπὸ κόπρου τὴν γένεσιν ἔχουσα, γνῶθι, ὡς οὐ καταβήσῃ τῆς κλίνης, ᾗ ἀρρωστῶν ἀνεκλίθης, ὅ σοι καὶ πρῴην ἐδήλωσα, ἀλλὰ θανάτῳ ἐν ἐκείνῃ ἀποθανῇ, ἵν’ ᾖ σοι καὶ ἡ τιμωρία ἀναπόδραστος. Καὶ αὐτὸς μὲν τοιούτῳ τέλει τοῦ βίου ἐχρήσατο. Βασιλεύει δὲ τῶν κατὰ Σαμάρειαν φυλῶν ὁ τούτου ἀδελφὸς Ἱεροβοάμ, ἐφ’ ὃν καὶ ἡ ἀρχὴ μεταβέβηκεν.