Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Δαμασκηνός – Μαρτύριον τοῦ ἁγίου Ἀρτεμίου

Ἰωάννης ὁ Δαμασκηνός

Το μαρτύριο των πρεσβυτέρων και η δημόσια παρέμβαση του Αρτεμίου

Η ανάκριση και η καταδίκη του Ευγενίου και του Μακαρίου. Η επέμβαση του Αρτεμίου, η αποκάλυψη της ταυτότητάς του, ο πρώτος βασανισμός του από τον Ιουλιανό και η εξορία και εκτέλεση των δύο πρεσβυτέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Δαμασκηνός

—

Κεφάλαιο 4 από 8

λαʹ. Ταῦτα τοῦ μάρτυρος φιλοσοφήσαντος, ὁ παράνομος καὶ ἀποστάτης ἔφη Ἰουλιανός· Ὁρᾶτε, ἄνδρες Ῥωμαῖοι καὶ Ἕλληνες, τουτονὶ τὸν παλαμναῖον καὶ ἀλιτήριον, πόσον ἐκ τῶν Ἑλληνικῶν μαθημάτων κατὰ τῆς ἡμετέρας ἐσχεδίασεν ὕθλον; Μὰ τὸν ἐμοὶ προσφιλέστατον ἥλιον τὸν χρυσαυγῆ καὶ παγκόσμιον, οὐκέτι ἀνέξομαι τοῖς Ἑλλήνων μαθήμασι τὸ Χριστιανῶν ἀθεώτατον ἐκπαιδεύεσθαι γένος· ἰδοὺ γὰρ τῆς ἱερᾶς τῶν λόγων παιδείας καὶ οὗτος ὁ κύων μεταλαβὼν, κἂν οὐκ ἐπ᾽ εὐθείας καὶ ὁμαλοῦ, ἀλλ᾽ ὅμως πολλήν τινα καὶ ἀτερπῆ περὶ τὴν ἱστορίαν μωρολογίαν κατέχεεν τῶν ἱερῶν ἐκείνων καὶ φιλοσόφων ἀνδρῶν. Ταῦτα εἰπὼν, κελεύει τὸν μάρτυρα τοῖς δημίοις παραδοθῆναι, καὶ μαστιγοῦν ἄχρι πεντακοσίων πληγῶν. Οἱ δὲ λαβόντες ᾔκιζον ἀπανθρώπως ταῖς μάστιξι· καὶ ὁ κήρυξ ἐβόα· Ποίησον τὸ τοῦ βασιλέως θέλημα, παῦσαι τῶν μωρολογιῶν καὶ ἀπαλλαγήσῃ τῶν κολαζόντων σε. Ὁ δὲ μάρτυς ἐκαρτέρει τυπτόμενος, σιωπῶν καὶ μηδὲν ὅλως φθεγγόμενος.

λβʹ. Ἀτενίσας δὲ πρὸς τὸν τοῦ Χριστοῦ μάρτυρα Μακάριον, ἔφη πρὸς αὐτόν· Σὺ τί λέγεις περὶ σεαυτοῦ, ταλαίπωρον ἀνθρωπάριον; Μακάριος ἔφη· Σὺ εἶ ταλαίπωρος καὶ πάντων ἀνθρώπων ἀθλιώτερος, κύων ῥυπαρὲ καὶ ἀκάθαρτε· ἐγὼ δὲ τῷ ὄντι μακάριός εἰμι καὶ τρισμακάριστος, κατὰ τὴν προσωνυμίαν μου, ὅτι τὸν Χριστὸν ὁμολογῶν προσκυνῶ τὸν Θεοῦ Υἱὸν τὸν ζῶντα καὶ προαιώνιον. Αὐτὸς δὲ τοῦτον ἀπηρνήσω προσκολληθεὶς τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τοῖς ὀλεθρίοις τε καὶ ἀκαθάρτοις δαίμοσιν, οἵ σε καὶ οὐκ ἐθέλοντα τῷ αἰωνίῳ πυρὶ παραπέμψουσιν. Καὶ ὁ Παραβάτης· Οἶδα ὅτι θανατᾷς, καὶ πρὸς ὀργὴν κινῆσαί με σπεύδεις, ἵνα τάχειον ἐξαναλώσω σε· ἀλλ᾽ οὐχ ὡς αὐτὸς ἤλπισας, οὕτως ἔσται σοι, ἀσεβέστατε.

Τοῦτο δὲ πρῶτον ἀποκρίνου καὶ δίδασκε, τί τὸ δόξαν ὑμῖν, ὦ παμμίαροι, ὅτι μηδὲ μιᾶς τινος ἐξουσίας ἢ παρὰ βασιλέως ἢ παρά τινος τῶν ἀρχόντων μετειληφότες, παντί τε καὶ πανταχοῦ διατρέχοντες, τὰς τῶν μεγάλων θεῶν σπονδάς τε καὶ θυσίας ἀνατρέπειν σπουδάζετε, διδάσκοντες ἂν τοὺς ἀνθρώπους, τούτους μὴ εἶναι θεοὺς, μηδὲ σωτῆρας τῆς οἰκουμένης, καὶ τοῦ ἀνθρωπείου γένους προνοητάς τε καὶ κηδεμόνας τυγχάνοντας, οὓς ἡ ἀπ᾽ αἰῶνος καὶ ἄνωθεν πατροπαράδοτος τῶν ἀνθρώπων συνήθεια, σέβειν τε καὶ προσκυνεῖν παραδέδωκεν· τὸν δὲ Χριστὸν χθὲς τοῦ εἶναι ἀρξάμενον, καὶ οὐ πρὸ πολλοῦ τῆς ἡμετέρας γενεᾶς, Θεὸν προαιώνιον καὶ βασιλέα τῶν ὅλων ἀνακηρύττετε;

λγʹ. Καὶ ὁ Μακάριος· Οὐκ ἠρκέσθης ταῖς Εὐγενίου σοφαῖς ἀποδείξεσιν, ὦ παρανομώτατε, ὅτι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ἀεὶ ἐρωτᾷς; Πλὴν ἐγώ σοι τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ὁμοτρόπως ἀποκριθήσομαι, ὅτι Χριστὸς ὃν σὺ χλευάζεις καὶ διασύρεις ἐπιγελῶν, οὕτως παρακελεύεται. Εἶπεν γὰρ πρὸς τοὺς ἱεροὺς αὐτοῦ μαθητάς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, φεύγειν τε ἀπὸ τῶν ματαίων εἰδώλων, καὶ ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Οἱ γὰρ θεοί σου, οὓς αὐτὸς προσκυνεῖς, δαιμόνων εἰσὶ πλάσματα, καὶ μύθων εὑρέματα, καὶ διαβολικῆς ἐνεργείας κυοφορήματα· λέγει γὰρ περὶ αὐτῶν ἡ ἡμετέρα Γραφή· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν. Ἀλλὰ καὶ νόμος αὐτοὺς ἕτερος βασιλικὸς ὁ παρὰ Κωνσταντίνου τοῦ σοῦ συγγενοῦς ἐκτεθεὶς, ἐκβάλλει τῆς προσκυνήσεως, καὶ καταλύει αὐτῶν τὰ σεβάσματα· ὃς εἰς Χριστὸν πιστεύσας, τὰ τῶν εἰδώλων τεμένη κατέστρεψε, καὶ τὰς προσαγομένας αὐτοῖς θυσίας διαῤῥήδην ἀπέπαυσε.

Τί τοίνυν ἀδικοῦμεν, ὦ βασιλεῦ, ἃ Θεὸς προσέταξε, καὶ βασιλεὺς μέγας νενομοθέτηκε, κρατύνοντες καὶ διαυθεντίζοντες, ἃ δὲ ἡ τῶν παλαιῶν, ὡς ἔφης, ἀνδρῶν ἄνοια ἐκ τῆς τῶν δαιμόνων ἐφεῦρε μηχανουργίας, ἐξαφανίζοντες καὶ διακωλύοντες;

λδʹ. Καὶ ὁ Παραβάτης· Ἀλλὰ Κωνσταντῖνος, οἰκτρότατοι, νεωτερίσας διὰ τὰς προσπεσούσας αὐτῷ ἀνοσιουργίας, ἀπέστη τῶν θεῶν, ὑφ᾽ ὑμῶν τῶν Γαλιλαίων ἐξαπατηθεὶς, ἅτε δὴ παιδείας ἀμέτοχος, καὶ μήτε τοῖς Ῥωμαϊκοῖς νόμοις, μήτε τοῖς Ἑλληνικοῖς ἔθεσιν ἐμπεδωθείς· ἐγὼ δὲ, ὦ ἀνόσιε, τῆς Ἑλληνικῆς τε καὶ Ῥωμαϊκῆς παιδείας ἄκρον ἐπειλημμένος, καὶ ταῖς τῶν παλαιῶν ἀνδρῶν θεολογίαις, Ἑρμοῦ τε φημι καὶ Ὀρφέως καὶ Πλάτωνος, ἐξησκημένος, οὐχ ἥκιστα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς Γραφαῖς ἐξωμιληκὼς, καὶ τὴν τούτων τερθρείαν πεπατηκὼς, πάλιν ἐπὶ τὸ πατροπαράδοτον καὶ ἀρχαιότατον καὶ θεοφιλὲς τοὺς ἀνθρώπους ἔθος τε καὶ σέβας μένειν διακελεύομαι, ἢ ταῖς τῶν ἀπαιδεύτων καὶ νεωτεριζόντων ἀνοίαις ἀκολουθεῖν· ἀλλὰ ἀπογυμνούσθω καὶ οὗτος τῆς ἀμπεχόνης, καὶ τῆς τῶν μαστίγων πείρας ἐν μεθέξει γενέσθω· ὡς ἂν ἐκ τούτου σωφρονέστερος γεγονὼς, τοῖς ἡμετέροις νόμοις καὶ μὴ βουλόμενος ὑποκύψειεν.

λεʹ. Τούτων τοίνυν ἀπανθρώπως τιμωρουμένων, αἰκισμοῖς τε βαρυτάτοις ἀλγυνομένων, ὁ μακάριος καὶ εὐσεβὴς Ἀρτέμιος, ὡς προδεδήλωται, δοὺξ καὶ Αὐγουστάλιος ὑπὸ Κωνσταντίου τῆς Αἰγύπτου πάσης κατασταθεὶς, καὶ διὰ τὴν ὀρθὴν αὐτοῦ καὶ ἀμίμητον πρᾶξιν ἐπιτροπὴν ἔσχε καὶ τῶν τῆς Συρίας ἐπιμελεῖσθαι πραγμάτων· ὡς ὑπάρχων οὖν καθωσιωμένος τῇ τῶν Ῥωμαίων βασιλείᾳ, καὶ ἀκούσας ὅτι Ἰουλιανὸς βεβασίλευκε, καὶ πρὸς τὸν Περσικὸν κατεπείγεται πόλεμον, γράμματά τε δεξάμενος τὰ παρακελευόμενα μετὰ παντὸς τοῦ στρατεύματος εἰς Ἀντιόχειαν ἥκειν, κατὰ τὸ κελευσθὲν αὐτῷ παρεγένετο ἐν Ἀντιοχείᾳ, καὶ μετὰ τῆς προσηκούσης αὐτῷ τιμῆς τε καὶ δορυφορίας, παρειστήκει τῷ βασιλεῖ ἐπὶ τοῦ βήματος, ὅτε τὴν τῶν ἁγίων μαρτύρων ὁ παράνομος ἐποιεῖτο ἐξέτασιν· καὶ φησὶν πρὸς αὐτόν· Ὦ βασιλεῦ, διὰ τί οὕτως ἀπανθρώπως ἄνδρας ἁγίους καὶ τῷ Θεῷ ἀφιερωμένους αἰκίζῃ, καὶ ἀναγκάζεις ἐξάρνους γενέσθαι τῆς ἑαυτῶν πίστεως;

γίνωσκε τοίνυν ὅτι καὶ αὐτὸς ἄνθρωπος εἶ ὁμοιοπαθὴς, καὶ τῆς αὐτῆς φύσεως τῶν παθημάτων μετεσχηκώς· καὶ εἰ Θεός σε βασιλέα κατέστησεν, εἰ ἄρα γε ἐκ Θεοῦ τὸ βασίλειον ἔχεις, καὶ μὴ ἀρχέκακος καὶ πονηρὸς διάβολος ὥσπερ τὸν Ἰὼβ ἐξῃτήσατο καὶ ἔλαβεν, οὕτως καὶ σὲ καθ᾽ ἡμῶν ἐξαιτησάμενος εἴληφεν ὁ παμπόνηρος, ἵνα σινιάσῃ τὸν τοῦ Χριστοῦ σῖτον, καὶ ἐπισπείρῃ ζιζάνια· ἀλλ᾽ εἰς μάτην αὐτοῦ τὸ ἐγχείρημα· οὐκέτι γὰρ αὐτῷ ἰσχὺς ὡς καὶ πρότερον.

Ἀφ᾽ οὗ γὰρ ἦλθε Χριστὸς καὶ κατεπάγη σταυρὸς καὶ ὑψώθη Χριστὸς ἐν αὐτῷ, πέπτωκεν ἡ τῶν δαιμόνων ὀφρὺς, καὶ καταπεπάτηται ἡ τούτων ἰσχὺς, καὶ καταπεφρόνηται τὰ τούτων τεχνάσματα· μὴ οὖν ἀπατῶ, βασιλεῦ, μηδὲ τοῖς δαίμοσι χαριζόμενος, τὸ τῶν Χριστιανῶν θεοφρούρητον δίωκε γένος· γίνωσκε τοίνυν, ὡς ἡ τοῦ Χριστοῦ ἀνίκητος καὶ ἀήττητος ὑπάρχει ἰσχύς τε καὶ δύναμις· πάντως δὲ καὶ αὐτὸς τοῦτο πεπληροφόρησαι, ἐξ ὧν σοι χρησμῶν Ὀριβάσιος ὁ ἰατρὸς καὶ κοιαίστωρ παρὰ τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος κεκόμικεν. Ἐγὼ δέ σοι καὶ τὸν χρησμὸν, κἂν μὴ βούλῃ, ἐπαναγνώσομαι· ἔχει γὰρ οὕτως· Εἴπατε τῷ βασιλεῖ· Χαμαὶ πέσε δαίδαλος αὐλά· Οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην;

Οὐ παγὰν λαλέουσαν, ἀπέσβετο καὶ λάλον ὕδωρ. λϛʹ. Ταῦτα ἀκούσας ὁ Ἰουλιανὸς παρὰ τοῦ μάρτυρος, ἔκθαμβος ὅλως ἐγένετο, καὶ τὸν θυμὸν μᾶλλον ἐγείρας ὡσεὶ φλόγα πυρὸς ἀναῤῥιπιζομένης καὶ κάτωθεν ὕλης τινὸς ὑποστρεφούσης αὐτὴν, μέγα τε καὶ διαπρύσιον ἀνεβόησεν· Τίς πόθεν οὗτος ὁ ἀλιτήριος, ὁ τοσαύτην ἡμῖν ἐπὶ τοῦ βήματος καταβομβήσας δημηγορίαν; Ἡ τάξις ἔφη· Ὁ δούξ ἐστιν Ἀλεξανδρείας, ὦ δέσποτα. Καὶ ὁ βασιλεύς· Ἀρτέμιος, εἶπεν, ὁ ἀλιτήριος ὁ τῷ ἐμῷ ἀδελφῷ θάνατον πικρὸν κερασάμενος; Ναὶ, φησὶ, κράτιστε βασιλέων, αὐτός ἐστι. Καὶ Ἰουλιανός· Χάριν ἐποφείλω τοῖς ἀθανάτοις θεοῖς καὶ τῷ δαφναίῳ Ἀπόλλωνι, ὅτι μοι τὸν ἀλάστορα αὐτόμολον καὶ αὐτεπάγγελτον ἐφανέρωσαν· καί φησιν· Ἀποζωσθήτω τοῦ ἀξιώματος ὁ παμμίαρος, καὶ τὴν ζώνην ἀφαιρεθήτω, δίκην τῶν ἀρτίως αὐτῷ τολμηθέντων· ὑπὲρ δὲ τῆς σφαγῆς τοῦ ἐμοῦ ἀδελφοῦ καὶ τοῦ αἵματος, αὔριον αὐτῷ θεῶν βουλομένων προσοίσω τὴν δίκην· οὐ γὰρ ἑνί γε αὐτὸν ἐξαναλώσω θανάτῳ, ἀλλὰ μυρίοις καὶ ὅσοις οἱ ἀνδροφόνοι ὑπόχρεοι καθεστήκασιν· οὐ γὰρ κοινοῦ γε ἀνδρὸς, ἀλλὰ βασιλέως αἷμα ἐξέχεεν, καὶ ταῦτα μηδὲν πρὸς αὐτοῦ πεπονθὼς ἄδικον.

λζʹ. Ταῦτα τοῦ βασιλέως Ἰουλιανοῦ δημηγορήσαντος, ἀνάρπαστος ὑπὸ τῶν δορυφόρων ὁ ἅγιος γίνεται, καὶ τῆς ζώνης μετὰ τοῦ ἀξιώματος ἀφαιρεθεὶς, γυμνὸς ἐπὶ τοῦ βήματος ἵστατο καὶ τῶν δημίων ταῖς χερσὶ παρεδίδοτο· οἱ δὲ, σχοίνους τῶν χειρῶν αὐτοῦ καὶ ποδῶν ἐξαψάμενοι, διατείνουσιν ἐκ τεσσάρων, καὶ τήν τε γαστέρα καὶ τὸν νῶτον τοῦ μάρτυρος τοῖς βουνεύροις ἔτυπτον ἐπὶ τοσοῦτον, ὥστε ἀλλάξαι αὐτὸν ζυγὰς τέσσαρας. Καὶ ἦν ἰδεῖν ξένην τινὰ καὶ οὐκ ἀνθρωπίνην ὑπομονήν· οὐ γὰρ στεναγμὸς, οὐ φωνὴ, οὐ σκυλμὸς, οὐκ ἄλλο τι τῶν ὅσα πάσχουσιν ἄνθρωποι βασάνοις ἐξεταζόμενοι, παρ᾽ αὐτοῦ ἀνεπέμπετο· ἀλλ᾽ ἄτρεπτός τις καὶ ἀναλλοίωτος τῷ προσώπῳ κατεφαίνετο. Ἡ γῆ δὲ τοῦ αἵματος ἐπεπλήρωτο, καὶ ὁ μάρτυς ὡς ἄλλου πάσχοντος ἐγνωρίζετο· ὥστε θαυμάσαι πάντας τοὺς παρεστῶτας, καὶ αὐτὸν τὸν ἀλάστορα Ἰουλιανὸν ἐκπλαγῆναι ἐπὶ τῷ ξένῳ θεάματι. Καὶ κελεύει αὐτὸν ἀνεθέντα ἐπὶ τὴν φυλακὴν ἀπαχθῆναι μετὰ τῶν λοιπῶν ἁγίων, σκεψόμενος πῶς καὶ τίνι τρόπῳ καὶ ποίῳ θανάτῳ τῆς παρούσης ζωῆς ἐξαφανίσει τοὺς μάρτυρας.

ληʹ. Οἱ μὲν οὖν τοῦ Χριστοῦ μάρτυρες ἐπὶ τὴν φυλακὴν ἀπαγόμενοι ἔψαλλον· Ἐδοκίμασας, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα; ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· λείπει οὖν τὸ διελθεῖν ἡμᾶς διὰ πυρός τε καὶ ὕδατος, ὅπως εἰς ἀναψυχὴν ἀγάγῃς ἡμᾶς. Καὶ τῆς εὐχῆς πληρωθείσης, ἔλεγε πρὸς ἑαυτὸν ὁ μέγας Ἀρτέμιος· Ἰδοὺ γὰρ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί σου κεχάρακται· λείπει οὖν ἵνα καὶ αὐτὴν τὴν ψυχὴν προσαποδῷς μετὰ τοῦ ἐπιλοίπου σου αἵματος· καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐνθυμούμενος ἔλεγεν· Ἰδοὺ δέδωκα τὸν νῶτόν μου εἰς μάστιγας, καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα· ἀλλὰ τί περισσότερον τοῦ ἐμοῦ Δεσπότου ὑπήνεγκας ὁ ἀνάξιος; Κἀκεῖνος κατεξάνθη ταῖς μάστιξι· κἀκείνου τὸ πρόσωπον ῥαπίσματα κατεδέξατο καὶ κολαφίσματα, καὶ πυγμὰς ὑπέστη δι᾽ ὅλου τοῦ σώματος, ἀκάνθινον ἐφόρεσε στέφανον, καὶ τὰς χεῖρας ὀπίσω δεθεὶς, γυμνὸς ἐπὶ τὸν σταυρὸν προσεπάγη διὰ τὴν ἐμὴν ἁμαρτίαν τε καὶ παράβασιν, ὁ μὴ γνοὺς ἁμαρτίαν, μηδὲ δόλον ἐν στόματι ἐργασάμενος. Πολλὰ τοιγαροῦν τὰ τοῦ ἐμοῦ Δεσπότου παθήματα· μακρὰν εἰμὶ τῆς ἐκείνου μακροθυμίας καὶ ἀνοχῆς ὁ ταλαίπωρος· χαίρω τοίνυν καὶ ἀγαλλιῶ τοῖς τοῦ Δεσπότου μου παθήμασι λαμπρυνόμενος.

Κουφίζει μου τὸν πόνον ἡ μίμησις τοῦ πάθους· ἐλαφρύνει μου τὴν ἀλγηδόνα ἡ ὁμοτιμία τῶν κρειττόνων. Κἀγὼ γὰρ δι᾽ αὐτὸν υἱὸς Θεοῦ ἐγενόμην διὰ τοῦ βαπτίσματος καὶ τῆς δωρεᾶς τοῦ ἁγίου Πνεύματος, καὶ ἔτι μᾶλλον γενήσομαι διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· εὐχαριστῶ σοι, Δέσποτα, ὅτι τοῖς σοῖς με πάθεσιν ἐστεφάνωσας· ἀλλὰ, φιλάνθρωπε, καὶ φιλοικτίρμων, καὶ τῶν σῶν δούλων προνοητὰ, τελείωσόν μου τὸν δρόμον ἐν τῇ ὁμολογίᾳ σου, καὶ μή με ἀνάξιον κρίνῃς τοῦδε τοῦ ἐγχειρήματος, διὰ τὰς ἐν τῷδε τῷ βίῳ προσγενομένας μοι ἁμαρτίας· ἐγὼ γὰρ, Δέσποτα, εἰς τοὺς σοὺς ἐμαυτὸν ἀπέῤῥιψα οἰκτιρμούς.

λθʹ. Καὶ ταῦτα πρὸς ἑαυτὸν εὐξάμενος, ἔφθασεν ἐν τῇ φυλακῇ μετὰ τῶν ἁγίων μαρτύρων Εὐγενίου καὶ Μακαρίου, καὶ παρεδόθησαν τῷ δεσμοφύλακι· καὶ ἦν ὁ τοῦ Χριστοῦ μάρτυς μετὰ τῶν ἁγίων ἀθλοφόρων Εὐγενίου καὶ Μακαρίου, δοξολογῶν καὶ εὐχαριστῶν τῷ Θεῷ. Πρωΐας δὲ γενομένης, κελεύει πάλιν ὁ Παραβάτης τοὺς μάρτυρας στῆναι ἐπὶ τὸ δικαστήριον, καὶ μηδεμιᾶς καταξιώσας αὐτοὺς ἐρωτήσεως, ἢ μόνον τὸν μέγαν Ἀρτέμιον διαχωρισθῆναι τῆς αὐτῶν συζυγίας παρακελευσάμενος, ἐξορίαν κατ᾽ αὐτῶν ψηφίζεται, καὶ πέμπει αὐτοὺς ἐν Ὀάσει τῆς Ἀραβίας. Δύο δὲ εἰσὶ χωρία οὕτω καλούμενα, Ὄασις μικρὰ καὶ μεγάλη· φθοροποιὰ δὲ τὰ χωρία, καὶ ὑπὸ φθοροποιῶν ἀέρων καταπνεόμενα, καὶ οὐδεὶς τῶν ἐκεῖσε ἀπερχομένων, ἐνιαυτὸν ἕνα καὶ μόνον διήρκεσεν, ἀλλ᾽ αὐτόθι ὑπὸ χαλεπῶν ἁλισκόμενοι νοσημάτων ἐναποθνήσκουσιν. Ἐκεῖ τοίνυν τοὺς ἁγίους περιορίσας Εὐγένιον καὶ Μακάριον, ἐν αὐτῇ τὰς κεφαλὰς τῶν ἁγίων ἀποτμηθῆναι ἐκέλευσεν· οἳ καὶ ἐτελειώθησαν μετὰ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι τοῦ Δεκεμβρίου μηνός. Ἐν δὲ τῷ τόπῳ τῆς αὐτῶν τελειώσεως, θαῦμα γέγονε μέγα· μὴ ἔχοντος γὰρ τοῦ τόπου ὕδωρ τὸ σύνολον, πηγὴ ἀνέβλυσεν ὕδατος, πᾶσαν ἀποδιώκουσα νόσον, ἢ καὶ μέχρι τῆς σήμερον μένει, τῶν ἁγίων σώζουσα τὴν ἐπωνυμίαν.