Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Η υπεροχή της πατερικής παραδόσεως έναντι των πολιτικών προσδοκιών ενώσεως

Απόρριψη της ενώσεως των Εκκλησιών για πολιτικούς λόγους, διακήρυξη του αμετάβλητου του δόγματος και ανάδειξη της αγιοπατερικής εμπειρίας έναντι των φιλοσοφικών συλλογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 9 από 10

ΟΙ ΠΟΛ. Ἀνήκουστά τινα ταῦτα καὶ τοῖς πολλοῖς ἄγνωστα! ΙΩΣ. Πλὴν ἀληθείας ἐχόμενα. ΛΑΤΙΝ. Αὐτὸς δὲ ᾤμην, καὶ ἴσως ἔσται ὀψέ ποτε, ὡς ἐὰν βασιλεὺς καὶ πατριάρχης καὶ ἡ πόλις αὕτη ὑποκύψῃ τῷ Ῥώμης, καὶ οἱ λοιποὶ βασιλεῖς τῶν ἐθνῶν, καὶ τὰ ὑπ’ αὐτοὺς ἔθνη τούτοις συνυποκύψουσι, καὶ ἥξει αὐτίκα μεγάλη ἐξ Ἰταλίας ἐνταῦθα βοήθεια· νῦν δὲ συνορῶ.

ΙΩΣ. Ὢ ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων! τοῦτο γενέσθαι τῶν ἀμηχάνων ἐστίν· αὕτη ἐστὶν ἡ παρ’ ὑμῶν τόσα ἕτη γενέσθαι μελετωμένη ἕνωσις τῶν τοσούτων Ἐκκλησιῶν καὶ γενῶν; τούτῳ τῷ τρόπῳ ἐσκέπτεσθε δῆθεν ἡμῖν ἑνωθῆναι; ἐπὶ τοιαύταις συνθήκαις καὶ μηχαναῖς; τῆς προσθήκης ἀδιορθώτου μενούσης, καὶ πάντων ἀμετατρέπτων, ἃ τὸ μακρὸν καὶ ἐπάρατον σχίσμα προὐξένησε; τῆς θαυμαστῆς ἐπινοίας! Οὐκ ἔστιν αὕτη διόρθωσις, ἄνθρωπε, οὐδ’ ἕνωσις τῶν Ἐκκλησιῶν· τοῦ προτέρου δὲ σχίσματος, σχίσμα χεῖρον, καὶ διαίρεσις, καὶ κατατομή, καὶ ἀπάτη, καὶ ἡμῶν πρὸς ὑμᾶς προφανὴς συγκατάβασις, καὶ ὑπόπτωσις, καὶ δουλεία αἰώνιος, καὶ κατάγνωσις τῶν ἁγίων πατέρων, καὶ οὐδὲν ὑγιές. Καὶ πᾶσα δὲ αἵρεσις ἀμεταβλήτων αὐτῇ τῶν ἐθῶν καὶ τῶν δογμάτων φυλαττομένων, καὶ ἀξιοῖ, καὶ διψᾷ, καὶ σπουδάζει ἑνωθῆναι τοῖς ἅπασιν· ἤ, ἀλλὰ τίς ἦν ἡ χρεία μελέτης μακρᾶς, καὶ φροντίδος, καὶ δαπάνης, καὶ γραμμάτων, καὶ πρέσβεων, καὶ λεγάτων, καὶ συνόδου, καὶ τῶν τούτοις ἑπομένων κινδύνων, εἴπερ δίχα κοινῆς συζητήσεως, ὑποκῦψαι ὑμῖν βουλόμεθα, ἀντὶ πάντων ἀρκοῦντος διακόνου ἑνὸς ἐν τῷ ἄμβωνι παῤῥησίᾳ τὸ τοῦ Ῥώμης ἐκφωνῆσαι μνημόσυνον;

Μὴ δὴ νομίσῃς ὅτι ἐξουσιάζεται ἡ πίστις ἡμῶν πατριαρχικῷ τινι ἢ βασιλικῷ προσώπῳ, κἄν τις ἰσχύσῃ τούτους μεταβαλεῖν, καὶ τοὺς λοιποὺς διὰ τούτων μεταπεῖσαι δυνήσεται· τὸ γὰρ οὕτω φρονεῖν, ἀκεραίου τηρουμένης τῆς πρός σέ μου καὶ τιμῆς καὶ στοργῆς, ἀνδρῶν ἐστιν οὐ σοφῶν.

Καὶ τοῦτο πολλάκις ἡ πεῖρα παρέστησεν· ὅτι ἀφ’ οὗπερ χριστιανοὶ ἐπεκλήθημεν, πατριάρχαι πολλοί, καὶ βασιλεῖς σὺν αὐτοῖς, αἱρεσιῶται γεγόνασι, καὶ τούτοις συναπήχθησάν τινες τῶν ὑπ’ αὐτούς· ἡ μέντοι πίστις ἀσάλευτος ἔμεινε· τί μὴ λέγω τὰς νίκας αὐτῆς καὶ τὰ τρόπαια; ὅτι πολλάκις ἐν ταὐτῷ καὶ βασιλεῖς, καὶ τύραννοι, καὶ σατράπαι, καὶ τοπάρχαι, καὶ σοφοὶ καὶ ῥήτορες, καὶ ταύτης ἀλλότριοι καὶ οἰκεῖοι, ὁρμῇ πάσῃ κατ’ αὐτῆς ἔπνευσαν, ἀλλ’ οἱ μὲν γεγόνασιν ὡσεὶ κόπρος τῇ γῇ, καὶ ὡς καπνὸς διελύθησαν, ἡ δὲ ἀκλόνητος ἵσταται· ἡ γὰρ ἐν τῷ συμβόλῳ ἡμετέρα ὁμολογία, καὶ τοῦ Δανιὴλ φωνή, καὶ τοῦ Γαβριήλ, οὐ διαπεσεῖται· καὶ ἀψευδὴς ὁ εἰπών, ἄρ’ ἐλθὼν ὁ Υἱὸς τοῦ Θεοῦ εὑρήσει τὴν πίστιν. Ὥστε καὶ νῦν, εἴ τις ἡμῶν βουληθῇ τὸ σέβας ἐξομόσασθαι, αὐτὸς μὲν ἑαυτὸν τῆς τῶν ὀρθοδόξων ὁλομελείας μερίσει, τῆς μέντοι πίστεως ἡμῶν ταύτης ἀνθέξονται, μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, Ῥωμαῖοι, Ἴβηρες, Κόλχοι, Ἀλβανοί, Ἀλανοί, Ἀβασγοί, Ζίκχοι, Πόντιοι, Ῥῶσοι, Δᾶκες, Ἰάζυγες, Μυσοί, Τριβαλλοί, Ἀλβανῖται, Νησιῶται, Σύροι, καὶ Μελχοί, Αἰθιόπων μητροπόλεις πέντε πρὸς ταῖς ἑβδομήκοντα, καὶ Ἰνδῶν μερὶς οὐ μικρά. Ἢ τί χρὴ καταλέγειν ἐθνῶν ἀγέλας, ὄπου οὐκ ἐν ὀνόμασι, καὶ ῥήμασι, καὶ λόγων πλοκαῖς, ἀλλ’ ἐν πράγμασι, μᾶλλον δὲ ὑπὲρ τὰ πράγματα πάντα, ἐστὶν ἡμῖν ἡ εὐσέβεια;

Ἵνα δ’ ὃ λέγω κατάδηλον γένηται, ἄθροισόν μοι πάντας σοφούς, τούς ποτε, τοὺς νῦν, τοὺς ἔπειτα, τῇ τοῦ νοῦ αὐθεντίᾳ, εἰς ἔν· καὶ παράσχου τούτων ἑκάστῳ, εἰ βούλει, γλώττας μυρίας ὁμοῦ· καὶ πρόσταξον πᾶσι τοῦ πεῖσαί με τῇ τοῦ λόγου δυνάμει, ἢ τὸν ἥλιον σκότος νομίζειν, ἢ τὸ πῦρ κρύσταλλον, ἢ τὸν κόσμον ἀνύπαρκτον, ἢ τὸν λίθον ἀνούσιον, ἤ τι τῶν ὅσα καὶ ὁ ἀνθρώπινος νοῦς, καὶ ἡ αἴσθησις ἀδιδάκτως ἐπίσταται οὕτω πως ἔχοντα φύσεως, πρόδηλον πάντως ὡς οὐ πεῖσαι δυνήσονται· ἢ τηνικαῦτα δυνήσονται, ἡνίκα τὴν τῶν ὄντων φύσιν μεταμεῖψαι ἰσχύσωσι· τοῦτο δὲ πᾶσιν ἐπίσης ἀμήχανον· εἰ δὲ τὴν τῶν κτισμάτων φύσιν, σοφοὶ πάντες οὐκ ἰσχύσουσι πεῖσαί με, ἄλλως ἔχειν νομίζειν, ἢ ὡς ταῦτα πέφυκε φύσεως, τὸν τῶν κτισμάτων ποιητὴν καὶ δεσπότην, ἰσχύσει τις μεταπεῖσαί με δοξάζειν ἄλλως πως ἔχειν καθ’ ὕπαρξιν, ἢ ὡς αὐτὸς δι’ ἑαυτοῦ, καὶ διὰ τῶν ἑαυτοῦ ἁγίων ἀγράφως μοι καὶ ἐγγράφως ἐξηγήσατο καὶ παρέδωκεν; ἥκιστα, οὔμενουν, ἄπαγε.

ΛΑΤΙΝ. Καὶ ποίαις χρήσεσι θεολόγων στοιχοῦντες, ἀτεράμονες οὕτως ἐστὲ καὶ ἀνένδοτοι; ΙΩΣ. Τῆς πανταιτίου Τριάδος ἀκαταίσχυντον λόγου προφορὰν χορηγούσης μοι, ἑτοίμως σοι μάλα πρὸς τοῦτο ἀπολογήσομαι· πλὴν ἀξιῶ σου τὴν ἀρετὴν μακροθύμως καρτερῆσαι μέχρι τέλους τοῦ λόγου, καὶ μὴ συχνῶς δυσχεραίνειν, τῷ ἀσυνήθει καὶ ξένῳ τῆς ἡμῶν προφορᾶς, ἐκεῖνο σοφῶς διακρίνων, τὸ καὶ πρόδηλον ἅπασιν, ὡς οὐδεὶς ἡμῶν τῶν ἐνταῦθα, ἐν τοῖς Ἰταλίας, ἢ τοῖς ἐν ταῖς Γαλλίαις, ἢ τοῖς ἐν Βρεττανίᾳ παιδευτηρίοις ἐξέμαθε καὶ γεγύμνασται τῶν τῇδε διαλεγομένων τὰς πολυστρόφους μεθόδους, ἵνα σοι κατ’ ἐκείνας ἐριστικῶς διαλέξηται· ἕκαστος δὲ ἀπλῶς ὃ πιστεύει, ἐξαγγέλλει ὡς δύναται.

Καὶ δὴ λέγομεν, ἀτεράμονες οὕτως ἐσμέν, καὶ ἀνένδοτοι, ὅτι οἱ Πνεύματι ἁγίῳ περὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος λαλήσαντες ἅγιοι, οὐκ ἀπροσδιορίστως τὸ ἐκπορευόμενον, ἴδιον εἶπον τοῦ Πνεύματος, ἀλλὰ μετὰ προσδιορισμοῦ σαφεστάτου, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἴδιον τοῦ Πνεύματος ἀπεφήναντο· καὶ μάλα εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν γεννητὸν συνεισάγει τῇ διανοίᾳ τὸν Πατέρα, τὸ δὲ ἐκπορευτὸν οὐχ οὕτω, τούτου χάριν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον ἴδιον πάντες τοῦ Πνεύματος λέγουσι, διὰ τούτου πᾶσι δεικνύντες, ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν· καὶ οὐδὲ τούτῳ μόνῳ ἀρκοῦνται· ἀλλὰ νῦν μέν φασι, μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ· νῦν δὲ μόνος ἀγέννητος, καὶ μόνος πηγὴ θεότητος ὁ Πατήρ· νῦν δέ, ἓν Πνεῦμα ἅγιον, τὸ ἐκπορευόμενον ἐκ μόνου τοῦ Πατρός· νῦν δέ, ἐκ τοῦ Πατρὸς δὲ τὸ Πνεῦμα, καὶ οὐχ ἑτέρωθεν· νῦν δέ, ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ· νῦν δέ, ἴδιον τοῦ Πατρὸς τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· νῦν δέ, ἓν πρόβλημα μόνον μόνως ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον· νῦν δέ, ὅσα ἁρμόζει αἰτίῳ, τῷ Πατρὶ μόνῳ προσαρμοστέα· νῦν δέ, μόνῳ τῷ Πατρὶ ἡ ἐκπορευτικὴ πρόσεστιν ἰδιότης· νῦν δέ, μόνον πατρόθεν, ὡς ἐκ νοῦ, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα προήλθοσαν· καὶ πῇ μέν, ἡμῖν εἶς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γεννητῶς, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς· πῇ δέ, ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρός, οὕτω καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως· καὶ ὧδε μέν, εἰ καὶ μὴ ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, ἀλλ’ οὖν ἐκ τοῦ αὐτοῦ Πατρός· ἐκεῖσε δέ, κοινὸν Υἱῷ καὶ Πνεύματι τὸ ἐκ τοῦ Πατρός· καὶ δεῦρο μέν, οὐχὶ καὶ ἐξ Υἱοῦ τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν· ἄλλοθι δέ, οὕτω δὲ τὸ Πνεῦμα, Πνεῦμα Υἱοῦ, οὐχ ὡς ἐξ αὐτοῦ.

Ἑτέρωθι δέ, κατὰ μὲν τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν αὐτοῦ ἐστι τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ’ οὐκ ἐξ αὐτοῦ· τούτῳ συνᾴδει κἀκεῖνο τὸ ἐξάκουστον, Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν.

Καί ποτε μέν, ἡμῖν εἶς Θεός, ὅτι πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει· ποτὲ δέ, ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτὸ τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· ποτὲ δέ, εἶς παρ’ ἡμῖν, ἀμφοῖν τοῖν προσώποιν, αἴτιος ὁ Πατήρ· ποτὲ δέ, τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον, οὐδὲ Πατέρα· ποτὲ δέ, πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· ποτὲ δέ, μίαν ἴσασιν οἱ ἅγιοι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τὸν Πατέρα, αἰτίαν· ποτὲ δέ, εἶς μὲν Θεός, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων· ποτὲ δέ, διόπερ κυρίως, καὶ τὸν ἕνα αἴτιον μετὰ τῶν ἐξ αὐτοῦ αἰτιατῶν, ἕνα Θεόν φαμεν τεθαῤῥηκότως· καὶ ὁ μέν, πάντα ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἔχει, καὶ αὐτὸ τὸ εἶναι ὅπερ ἐστίν· ὁ δέ, Πνεῦμα λέγει τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως· ὁ δέ, ἐγὼ θεότητος ἀρχὴν εἰσάγων τὸν Πατέρα, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μέν, ὅτι τοιούτων ἀρχή, τὰ δὲ ὅτι οὕτω, καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου· ὁ δέ, κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ· ἐπειδὴ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ἐξῆλθε, καὶ τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὁ δέ, τὸ Πνεῦμα τὸ ἅγιον ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται ἰδίως καὶ ἀληθῶς· ὁ δὲ εἴ τις μὴ εἴποι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας, καὶ Θεοῦ Θεὸν λόγον, ἀνάθεμα ἔστω· ὁ δέ, εἶς ὑπάρχεις Θεὸς ἀληθινὸς Πατήρ, ἀληθινὸν Υἱὸν ἔχων ἐκ σοῦ γεννηθέντα, ἀληθινὸν Πνεῦμα ἅγιον ἐκ σοῦ ἐκπορευόμενον.

Καὶ ταῦτα μὲν οἱ καθ’ ἕκαστον, ἐν διαφόροις καιροῖς καὶ τόποις καὶ λόγοις εἰρήκασι καὶ παρέδωκαν, κοινῇ δὲ πάντες οἱ τῆς πρώτης συνόδου πατέρες, πρὸς τὸν διαποροῦντα φιλόσοφον λέγουσι, δέχου μίαν θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὑτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός· τοῖς προσδιορισμοῖς τούτοις, καὶ ταῖς ἀναντιῤῥήτοις αὐτῶν ἀποφάσεσι πᾶσαν προσθήκην προανατρέποντες.

ΟΙ ΠΟΛ. Ὅλως ἀκοῦσαι παρὰ σοῦ, ἢ παρ’ ἄλλου, τοιαῦτα ἡμῶν οὐδεὶς προσεδόκησεν. ΙΩΣ. Εἶτα τούτων οὕτω λεγόντων, τολμήσομεν ἔτι συλλογισμοὺς αὐτοῖς ἀντεισάγειν, καὶ ἡμᾶς αὐτοὺς πείσομεν ἐκείνοις μᾶλλον προσέχειν, ἔως ἐσμὲν ἑαυτῶν; οὐ δοκῶ, εἰ μή που τελείως ἐκστῶμεν τῶν οἰκείων φρενῶν, ἢ πόῤῥω ῥιφῶμεν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν.

ΟΙ ΠΟΛ. Τί δήποτε; ΙΩΣ.

Ὅτι δύο τινῶν αἱρέσεως προκειμένης ἡμῖν, ἢ τὰς προτάσεις τῶν ἐπεισάκτων συλλογισμῶν ἐπὶ τῶν θείων πιστεύσαντας ἀληθεῖς εἶναι, ψευδῆ νομίσαι ὑπάρχειν τὰ ῥητὰ τῶν ἁγίων πατέρων, τὰ δεικνύντα ἐκ τοῦ Πατρὸς μόνου προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἢ ταῦτ’ ἀληθῆ ἡγησαμένους ὑπάρχειν, ψευδεῖς τὰς τῶν ἐναντίων συλλογισμῶν προτάσεις ὑπολαμβάνειν, αἱρετώτερον ἡγησόμεθα τοῖς ῥητοῖς τῶν ἁγίων τῶν νικητηρίων παραχωρήσαντας, δι’ αὐτῶν ἀνελεῖν τοὺς ἀνθρωπίνους λογισμούς, καὶ ψευδεῖς αὐτοὺς ἐπὶ τῶν θείων ἡγεῖσθαι, ἢ ἐκ τοῦ πιστεύειν ταῖς ἀνθρωπίναις ἐννοίαις, τὰ τῶν ἁγίων ἀθετῆσαι ῥητά· εἰ γὰρ πᾶν ἀληθές, ἀληθεῖ ἐναντίον οὐκ ἔστι· τὸ γὰρ τῷ ἀληθεῖ ἐναντιούμενον, ψεῦδος τυγχάνει ἄντικρυς· ἀληθὲς δὲ κατὰ τὰς τῶν ἁγίων ταύτας χρήσεις ἐστίν, ὅτι μόνος ὁ Πατὴρ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος· καὶ ἴδιον τοῦ Πατρὸς τὸ προβάλλειν τὸ Πνεῦμα· καὶ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεται· ἀληθὲς τοῦτ’ ἔστι καὶ φανερόν, ὡς οὐδεὶς τοῦτ’ ἀναιρῶν ἀληθὴς συλλογισμὸς ἔσται· φανερὸν δέ, ὅτι καὶ ὅσους τινὲς πεποίηνται πώποτε, ἢ καὶ νῦν ποιεῖν ἐπιχειροῦσι, κατὰ τούτου δὴ τοῦ ἀληθοῦς συμπεράσματος, τὸ οὐκ ἐκ μόνου δῆθεν συνάγοντες, ἀνάγκη πάντας εἶναι παρασυλλογισμοὺς καὶ σοφίσματα· ταύτῃ τοι τῷ σκότει καὶ τῇ λήθῃ καὶ δοθήτωσαν καὶ ἐῤῥέτωσαν· ἐπεὶ οὔτε διὰ συλλογισμῶν πρὸς τὴν εὐσέβειαν ἤλθομεν, οὔτε τὸ τῆς Τριάδος μυστήριον παρ’ αὑτῶν ἐμυήθημεν· οὔτε τινὸς τῶν ἱερῶν τελετῶν τὸν τρόπον δι’ αὐτῶν μεμαθήκαμεν· ἀλλ’ οὐδὲ εἰ πάντες οἱ ἐπὶ φιλοσοφίᾳ μέγα κληρωσάμενοι ὄνομα χριστιανοί ποτε, ἢ νῦν ἔτυχον εἶναι, εἶχον ἂν τῇ ἑαυτῶν ἐπιστήμῃ διδάξαι καὶ πεῖσαί τινας τῶν ἀνθρώπων, ὅτι ὁ εἶς καὶ μόνος Θεός, μονάς ἐστιν ὁ αὐτὸς καὶ Τριάς, ἢ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἄλλου τινὸς τοῦ Πατρὸς παρὰ τὸν Υἱόν, καὶ ἄλλου τοῦ Υἱοῦ παρὰ τὸν Πατέρα, καὶ ἄλλου τοῦ Πνεύματος παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν· καὶ τούτων ὁ μὲν Πατὴρ παρ’ οὐδενὸς ἐγεννήθη, ὁ δὲ Υἱὸς μόνος ἀνάρχως ἐκ τοῦ Πατρὸς γεγέννηται, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μὲν καὶ αὐτὸ καθ’ ὑπόστασιν πρόεισιν, ἔστι δὲ οὐ γέννημα τοῦ Πατρός, ἀλλὰ πρόβλημα.

Τίς ταῦτα συλλογισμοῖς ἀποδεῖξαι ἰσχύει; οὐδείς· ἐπεὶ τῆς ἀνθρωπίνης ἐννοίας τὸ ἀσθενές, καὶ ἓν πρόσωπον εἶναι τὸν Θεὸν ἀπαιτεῖ, καὶ πᾶν τὸ ὂν ἔκ τινος ἔχειν τὸ εἶναι, καὶ πᾶν τὸ γεννηθὲν ἄρξασθαί ποτε τῆς ἰδίας γεννήσεως, καὶ πᾶν τὸ προσωπικῶς ἐκ τοῦ Πατρὸς προϊὸν γέννημα εἶναι τοῦ ἐξ οὖ πρόεισι βούλεται.

Εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συλλογισμοῖς ἀποδειχθῆναι ἀμήχανον, τῳόντι καὶ οἱ συλλογισμοὶ τῶν ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ τούτων ἐπίνοιαι· καὶ εἰκότως ἡμεῖς τὸ ἡμέτερον δόγμα συλλογισμοῖς οὐ πιστεύομεν.

Ο ΠΡΕΣ. Ἀλλὰ τοῖς τὸ ἡμῶν συνιστῶσι συμπέρασμα λόγοις οὐκ ἰσχύοντες ἀντιλέγειν σὺν λόγῳ, τῶν ἁγίων τὰς χρήσεις προφέρετε. ΙΩΣ. Καὶ τί τοῦτο; σοὶ μὲν πᾶσα ἀνάγκη ἀποδέχεσθαι ταύτας, γνώμην οὔσας τῆς Ἐκκλησίας κοινήν· ἐμοὶ δὲ οὐκ ἀνάγκη τὰς προτάσεις ἐπιλύειν τὰς σάς· πλὴν ἵνα μὴ δόξω ἐξ ἀμαθίας σιγᾶν, ἢ ποσῶς ὑπεκφεύγειν σου τὰς τῶν λόγων στροφάς, ἐγγυτέρω μοι πρόσιθι, καὶ εἴσοι τις ἔνεστι δύναμις λόγου, πᾶσαν δεῦρο ἐπίδειξαι.

Ο ΠΡΕΣ. Θέλγητρα τοῖς ὠσί μου οἱ λόγοι σου. ΙΩΣ. Σὺ διὰ πάσης καὶ πρώτης δοκούσης τοῦτο συνάγειν, καὶ δευτέρας προτάσεως, οὐδὲν ἄλλο συμπεραίνειν φαντάζῃ, ἢ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει, καθάπερ ἐξ αὐτοῦ τοῦ Πατρός· ἐπεὶ τοίνυν ἡ σὴ πᾶσα ῥοπὴ καὶ ὁ σκοπὸς καὶ ὁ νοῦς πρὸς τοῦτ’ ἀφορᾷ, φέρε λοιπὸν τὸ ἐκ τῆς σῆς προτάσεως ταύτης συναγόμενον τοῦτο συμπέρασμα, προδηλότατα καὶ σαφέστατα οὐ μετὰ τῆς ἀληθείας ἵστασθαι ἀπελέγξωμεν· εἰ δὲ οὐκ ἀληθὲς τοῦτο δείξαιμεν εἶναι, συναποδείξομεν πάντως, καὶ ὅτι αἱ δοκοῦσαι τοῦτο συνάγειν προτάσεις οὐκ ἀληθεῖς ἅπασαι· καὶ ὅτι ἀληθὲς τὸ παρ’ ἡμῶν πιστευόμενον.